← カッパドキアのアレタイオス

慢性疾患の原因と症状について

§1.13#2

肝膿瘍における排膿の経過と硬変や水腫への移行

肝臓の化膿・潰瘍における排膿の経路や性状と予後、慢性化に伴う硬変や水腫への移行およびその終局と発症傾向を記述する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.13#2

καὶ ἢν περιγίγνηται, πῦον ἐκρεύσει λευκὸν, πέπον, λεῖον, κακῶδες, ὅτι παχύ· τοῖσδε καὶ πυρετοὶ καὶ τὰ δεινὰ ξυνδιδοῖ· Ῥηϊδίως τε ἀλθέξεται πάντα. ἢν δὲ ἐς ἔντερον τὸ πῦον ἐγχέηται, ἡ γαστὴρ πρώτιστα μὲν ὑδατώδεα διαρρέει· ἔπειτα κρεῶν πλύμασι ἴκελα· αὖθις αὖ δυσεντεριώδεα ὁκοῖα ἐφʼ ἕλκεσι. ἀτὰρ καὶ αἱμάλωψ κοτὲ καὶ θρόμβος ἠνέχθη. φέρεται καὶ χολὴ ξανθὴ κατακορὴς, ἢ πρασοειδὴς, καὶ ὑστάτη ἐς ὄλεθρον μέλαινα. ἢν δὲ ἀνεκπύητον τὸ ἕλκος γίγνηται, καὶ κακώδεα ἡ γαστὴρ ὁκοῖόν τι σηπεδόνα ὑπάγει, τροφὴ ἄπεπτος διεκθέει ὑπʼ ἀκρασίης κοιλίης τε καὶ ἐντέρων. οὐ πέπτει γὰρ αὖθις εὖ ἔχον τὸ ἧπαρ·1 πῦρ τε ἐπὶ τοῖσδε δριμὺ, καὶ πάντως ἐς κακὸν ἡ τροπή. σαρκῶν ξυντήξιες, σφυγμοὶ σμικροὶ, δύσπνοοι, εὖτε οὐκ εἰς μακρὸν ἐτελεύτησαν τὸν βίον.2 μετεξετέροισι δὲ ἡ δυσεντερίη μὲν καὶ τὸ ἕλκος ἰήθη, ἐς ὕδρωπα δὲ κατέστρεψε ἡ νοῦσος. ἢν δὲ ἅπαντα ξυνδιδῷ, πῦον λευκὸν, λεῖον, ὁμαλὸν, ἄνοσμον γὰρ ἐκρέει, ἡ γαστὴρ πέττει τε τὰ σιτία, εὔελπις ὥνθρωπος. ἄριστον δὲ διʼ οὔρων κεκρίσθαι· ἀσφαλεστέρη δὲ καὶ ἀσινεστέρη ἡ τῇδε τοῦ πύου ὁδός. ἢν δὲ ἀπὸ τῆς φλεγμονῆς ἀνεκπύητον ᾖ τὸ ἧπαρ, ἄπονον μὲν οὐ γίγνεται, τὸν ὄγκον τε τὸν σκληρὸν ἷζον εἰς σκίρρον ἱδρύεται. εὖτε πόνος μὲν οὐ ξυνεχὴς, νωθὴς δὲ κἢν παρῇ· ἀραιὴ δὲ καὶ θέρμη· ἀποσιτίη, πικρῶν γευμάτων ἡδονὴ, γλυκέων ἀηδίη, Ῥιγώδεες, ὑπόλευκοι, χλωροὶ, οἰδαλέοι ὀσφὺν καὶ πόδας. πρόσωπα Ῥυσὰ, γαστὴρ ξηρὴ, διαχωρήσιες πυκιναί. κορυφὴ γὰρ τῶν κακῶν ὕδρωψ. ἐπὶ τῷ ὕδρωπι, ἢν μὲν οὖρα πολλὰ, παχέα, ἐπίδοσιν ἔχοντα πολλὴν ἰλυώδεα καταρραγῇ, ἐλπὶς ἐκρεῦσαι τὸν ὕδερον· ἢν δὲ λεπτὰ καὶ ἀνυπόστατα καὶ ὀλίγα, τῷ ὕδρωπι τιμωρέει·3 ἢν δὲ μεταβάλλῃ εἰς τὸ ἀρχαῖον ἡ φύσις, καὶ καταρραγῇ κοτε εἰς κοιλίην, ἐπὶ πολλοῖσι ὑδατώδεσι καὶ τὸν ὕδρωπα ἰήσατο· σφαλερὴ δὲ ἡ τοιαύτη ἐπικουρίη· ἐπὶ γὰρ τῇσι ἀθρόῃσι κενώσεσι ἠδὲ τῇσι ἐσχάτῃσι ξυμπτώσεσι ἐξέθανόν κοτε ὑπʼ ἀδυναμίης οἱ κάμνοντες, ὅκως ἐξ αἱμορραγίης. ἀσινέστερον δὲ λύει ἱδρὼς, ἢν πολὺς ἐκρυῇ. οὐ πάνυ γὰρ ἰκμαλέοι οἱ ὑδρωπιώδεες. ἥδε τῶν ἐν ἥπατι παθέων ἡ τελευτὴ γίγνεται. ἢν δὲ ἐμπυέῃ τὸ ἧπαρ, μείρακες καὶ οἱ μέσφι ἀκμῆς, ἧσσον γυναῖκες· προφάσιες δὲ ἀκρασίη καὶ νοῦσος μακρὴ, μάλιστα ἐπὶ δυσεντερίῃ καὶ ξυντήξεσι. καὶ γὰρ δὴ καὶ τούσδε ἐκίκλησκον ξυντηκτικοὺς, τοὺς ἐπὶ ἕλκεσι ἥπατος ἰσχνοὺς ἀποθνήσκοντας.

そしてもし生き延びるならば、白く、成熟し、滑らかで、濃厚なために悪臭のある膿が流れ出るであろう。これに伴って熱も恐ろしい諸症状も寛解し、万事が容易に治癒するであろう。しかしもし膿が腸へと注ぎ込まれるならば、腹はまず第一に水様性のものを下し、次いで肉の洗汁に似たものを、さらに後には潰瘍に伴うような赤痢性のものを下す。だが時には血斑や血餅が排出されることもあり、また濃厚な黄色の胆汁やニラ色の胆汁も排出され、最後には破滅をもたらす黒い胆汁が出る。 しかしもし潰瘍が排膿しないままとなり、腹が何らかの腐敗物のような悪臭あるものを下すならば、消化されない食物が胃と腸の不全のためにそのまま通過して走り出る。肝臓が再び健康な状態となって消化を行うことがないからである。これらに伴って激しい熱があり、事態の転変は完全に悪化へと向かう。肉体の消耗、微弱な脈拍、呼吸困難が生じ、その結果遠からず彼らは命を終える。一部の者たちにおいては赤痢と潰瘍は治癒したものの、病は水腫へと転じた。しかしもし万事が好転し、白く、滑らかで、均質で、無臭の膿が流れ出て、胃が食物を消化するならば、人は大いに希望が持てる。しかし尿を通じて決着がつくことが最善である。この経路の膿の通路の方がより安全で無害だからである。 もし炎症の後にも肝臓が化膿しないままであるならば、無痛になるわけではなく、硬い腫瘤を沈着させて硬変へと定着する。その際、痛みは持続的ではなく、仮にあっても鈍痛である。熱感もまれである。食欲不振、苦い味を好み、甘いものを嫌悪し、悪寒を覚え、青白く、土気色となり、腰や足が浮腫む。顔はしわ寄り、腹は乾き、排便は頻回である。なぜなら諸悪の頂点は水腫だからである。 水腫に際して、もし多量で、濃厚で、多量の泥状の沈殿を含む尿が勢いよく出るならば、水腫が流れ出る希望がある。しかしもし希薄で、沈殿物がなく、少量であるならば、水腫を加勢する。しかしもし自然が以前の状態へと転じ、時には腸へと勢いよく下すならば、多量の水様性の排出によって水腫をも癒やすことがあった。しかしそのような救済は危険である。急激な排出と極度の衰弱に伴って、あたかも出血によるかのように、患者たちが力尽きて絶命することがあったからである。しかし発汗は、もし多量に流れ出るならば、より無害に病を解く。水腫の患者はまったく湿潤ではないからである。これが肝臓における諸疾患の終局となる。 もし肝臓が化膿するならば、罹患するのは若者たちや壮年に至るまでの人々であり、女性はより少ない。原因としては不摂生や長患い、とりわけ赤痢や消耗状態に続くものである。実際、肝臓の潰瘍によって痩せ衰えて死んでいく者たちのことも、人々は「消耗者」と呼んでいたのである。

構文注3 件
  1. 1.13οὐ πέπτει γὰρ αὖθις εὖ ἔχον τὸ ἧπαρ

    αὖθις(再び、さらに)は分詞句 εὖ ἔχον(健康な状態にある)にかかり、「肝臓が再び良好な状態を取り戻して消化することがない」という否定的状況を表す。主語 τὸ ἧπαρ に対し、否定詞 οὐ は主動詞 πέπτει を否定している。

  2. 1.13εὖτε οὐκ εἰς μακρὸν ἐτελεύτησαν τὸν βίον

    接続詞 εὖτε は叙述・結果的なニュアンス(「その結果〜」「その時〜」)を帯び、直説法アオリスト ἐτελεύτησαν(格言的アオリスト、または過去の観察に基づく確定事実)を導いている。現在の臨床的描写の連鎖(ξυντήξιες, σφυγμοὶ σμικροί)から死の結末へと接続する用法。

  3. 1.13τῷ ὕδρωπι τιμωρέει

    動詞 τιμωρέω は与格をとると「〜を助ける、援助する」を意味し、ここでは病気の文脈において「水腫を助長する、悪化させる」という医学的慣用として用いられている(「水腫を罰する・治療する」ではない)。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0719.tlg002.humanitext-grc2:1.13#2