- 底本
- Aretaeus. The Extant Works of Aretaeus, The Cappadocian. Adams, Francis, editor. Boston, MA: Milford House, Inc., 1972 (reprint); London: Sydenham Society, 1856.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0719.tlg001.humanitext-grc2:1.6#2
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
著者は破傷風の共通症状(筋肉や顔の痙攣、排尿異常など)を列挙した上で、テタヌス、後弓反張、前弓反張の三形態の具体的徴候を対比し、不可逆な身体の歪みと激痛の前に医師が無力であることを説く。
σκελέων τάσις, μύες παλλόμενοι, πρόσωπα ποικίλως διάστροφα, μῆλα καὶ χείλεα τρομώδεα, γένυς παλλομένη, ὀδόντων ἄραβος· ἐπʼ ἄλλῳ δʼ ἄν τινι καὶ τὰ ὦτα,1 ἐγὼ δὲ ἐθηεύμην καὶ ἐθωύμαζον. οὖρα ἐπισχόμενα μέχρι δυσουρίης καρτερῆς, ἢ αὐτομάτως ἐκχεόμενα θλιβομένης τῆς κύστεος. τάδε μὲν οὖν ξὺν πάσῃ ἰδέῃ σπασμῶν. ἴδια δὲ ἑκάστης, τετάνου μὲν ἡ ἐς εὐθὺ ἀπότασις ὅλου ἀστραβὴς πάντη καὶ ἀκλινὴς, εὐθέα δὲ καὶ σκέλεα καὶ χεῖρες. Ὀπισθότονος δὲ κατόπιν ἀγκύλλει τὸν ἄνθρωπον, ὡς τὴν κεφαλὴν ἀνακεκλασμένην μεσσηγὺ τῶν ὠμοπλατέων κέεσθαι, βρόγχος ἐξέχει, γένυς τὰ πολλὰ διΐσταται, σπάνιον δὲ εὖτε ξυνερείδει τῇ ἄνω, Ῥωχμὸς ἡ ἀναπνοὴ, προπετέες κοιλίην καὶ θώρηκα.2 οὖρον τουτέοισι μᾶλλον ἀκρατές. ἐπιγάστριον ἐπιτεταμένον καὶ, εἰ ἐπικρούοις, ἐνηχοῦν· χεῖρες ἐν ἐκτάσι κατόπιν κεκλασμέναι, σκέλεα ξυγκεκαμμένα· ἐναντίως γὰρ ἰγνύῃ κατόπιν κάμπτεται. ἢν δὲ ἐς τὸ ἔμπροσθεν ἕλκωνται, κυρτοὶ μὲν τὰ νῶτα, ἐπʼ ἶσον τοῖσι μεταφρένοισι τῶν ἰσχίων ἐξωθευμένων· ῥάχις ὅλη ἐς εὐθύ· κορυφὴ πρηνὴς, κεφαλὴ ἐς θώρηκα συννενευκυῖα, γένυς ἐπὶ τοῖσι στέρνοισι πεπηγυῖα, χεῖρες συνηρεισμέναι, σκέλεα ἐκτεταμένα. πόνοι καρτεροὶ, φωνὴ ἁπάντων κλαυθμώδης· στενάζουσι δὲ μύζοντες βύθιον. ἢν μὲν οὖν τοῦ θώρηκος καὶ τῆς ἀναπνοῆς λάβηται τὸ κακὸν, Ῥηϊδίως τοῦ ζῆν ἀπήγαγε· ἀγαθὸν μὲν τῷ νοσέοντι ἐς πόνων καὶ διαστροφῆς καὶ αἰσχύνης ἀπαλλαγὴν, ἀλυπότερον δὲ καὶ τοῖσι παρεοῦσι, κἢν υἱὸς, ἢ πατὴρ ἔῃ. ἢν δὲ ἐς τὸ ζῆν ἔτι διαρκέῃ, τῆς ἀναπνοῆς, εἰ καὶ κακῆς, συντελουμένης δʼ οὖν, ἐς τὸ πρόσθεν οὐ τοξοῦνται μόνον, ἀλλὰ καὶ σφαιροῦνται, ὡς τὴν κεφαλὴν ἐπὶ τοῖσι γούνασι ἔχειν, καὶ τὰ σκέλεα καὶ τὰ νῶτα ἐς τὸ πρόσθεν κεκλάσθαι, ὡς δοκέειν ἐς ἰγνύην κατὰ γόνυ τὸ ἄρθρον ἐξῶσθαι. Ἐξάνθρωπος ἡ συμφορὴ, καὶ ἀτερπὴς μὲν ἡ ὄψις, ὀδυνηρὴ δὲ καὶ τῷ ὀρέοντι θέη· ἀνήκεστον δὲ τὸ δεινόν· ἀγνωσία δὲ ὑπὸ διαστροφῆς καὶ τοῖς φιλτάτοις ἀνθρώποις· εὐχὴ δὲ τοῖσι παρεοῦσι ἡ πρόσθεν οὐχ ὁσίη, νῦν ἀγαθὴ γίγνεται, ἀπελθέμεναι τοῦ βίου τὸν κάμνοντα, ἐς ἀπαλλαγὴν ξὺν τῷ ζῆν καὶ τῶν πόνων καὶ τῶν ἀτερπέων κακῶν. ἀτὰρ οὐδὲ ἰητρὸς παρεὼν καὶ ὁρέων, οὔτε ἐς ζωὴν, οὔτε ἐς ἀπονίην, ἀτὰρ οὔτε ἐς μορφὴν ἔτι ἐπαρκέει. εἰ γὰρ καὶ ἐπευθῦναι ἐθέλοι τὰ μέλη, ζῶντα ἄν διατμήξαι καὶ κατάξαι τὸν ἄνθρωπον.3 τοῖσι οὖν κεκρατημένοισι οὐκέτι ἐγχειρέων ξυνάχθεται μοῦνον. ἥδε ἐστὶ τοῦ ἰητροῦ μεγάλη ξυμφορή.
脚の緊張、激しく震える筋肉、さまざまに歪んだ顔、震える頬と唇、痙攣する顎、歯の打ち鳴らしがある。またある者においては耳までもが震えることがあり、私自身それを目にして驚いたものであった。尿は激しい排尿困難に至るまで留め置かれるか、あるいは膀胱が圧迫されて自然に漏れ出る。これらは痙攣のあらゆる形態に伴うものである。 それぞれの固有の徴候としては、テタヌスにおいては、全身がまっすぐに引き伸ばされ、どこにも歪みなく傾きもなく、脚も手もまっすぐになる。 後弓反張は人を後方へと折り曲げ、その結果、頭は後ろに反り返って肩甲骨の間に位置し、喉頭が突出し、顎は大抵は開いており、上の顎に固着することは稀であり、呼吸は喘鳴となり、腹と胸は前方に突き出る。これらの者においては尿失禁がより起こりやすい。下腹部は緊張し、叩けば響く。手は伸び切ったまま後方に曲げられ、脚は屈曲している。というのも、膝窩とは逆向きに後方へと曲がるからである。 これに対して前方へと引き寄せられる場合、背中は丸くなり、腰は肩甲骨の間と同じ高さまで押し出され、背骨全体はまっすぐになり、頭頂は前傾し、頭は胸へと傾き、顎は胸骨に密着し、手は固く組み合わされ、脚は伸ばされる。激しい痛みがあり、皆の声は泣き叫ぶようになり、深部から呻き声を漏らす。もしこの災厄が胸と呼吸を捉えるなら、容易に命を奪い去る。これは病者にとっては痛みと歪みと恥辱からの解放として好ましいことであり、居合わせる者たちにとっても、たとえ息子であれ父親であれ、嘆きが少なくて済む。しかし、もし依然として生き延び、呼吸が、たとえ苦しいものであれ続けられるならば、前方へ弓なりになるだけでなく、球のように丸まり、頭を膝の上に置き、脚と背中は前方へと折り曲げられ、まるで膝の関節が膝窩に向かって外へ突き出されたかのようになる。 この災禍は人の域を超えたものであり、見るに耐えない光景であり、目にする者にとっても苦痛に満ちた眺めである。その恐ろしさは癒やしがたい。歪みのために最も親しい者たちにさえ見分けがつかない。そして付き添う人々にとって、以前なら不敬であった願いが、今や善きものとなる。すなわち、苦しむ者が命を終え、生命とともに苦痛と無残な災厄から解放されることである。しかし居合わせ目撃している医師もまた、命に対しても、苦痛の緩和に対しても、あるいは身体の形状に対しても、もはや何の役にも立たない。なぜなら、もし四肢をまっすぐに伸ばそうと欲するならば、生きている人間を引き裂き、骨を折ってしまうことになるからである。それゆえ、病に圧倒された者たちに対して、もはや手を下すこともできず、ただともに嘆くのみである。これこそが医師の大きな不運なのである。
- 1.6ἐπʼ ἄλλῳ δʼ ἄν τινι καὶ τὰ ὦτα
ἄν を伴う述語省略構文。文脈上、直前の παλλομένη や τρομώδεα から動詞(πάλλοιτο や κινοῖτο など潜在の希求法)が省略されており、「別の者においては耳までもが震えることがあろう」の意を成す。
- 1.6προπετέες κοιλίην καὶ θώρηκα
κοιλίην καὶ θώρηκα は形容詞 προπετέες に対する観点の対格(限定の対格)。主語(病者たち)が「腹部と胸部に関して」前方に突出している身体的特徴を表す。
- 1.6εἰ γὰρ καὶ ἐπευθῦναι ἐθέλοι τὰ μέλη, ζῶντα ἄν διατμήξαι καὶ κατάξαι τὸν ἄνθρωπον
条件節(εἰ+希求法 ἐθέλοι)と帰結節(ἄν+希求法 διατμήξαι, κατάξαι)による潜在条件文。直説法過去を用いずに希求法を用いることで、「仮にまっすぐに伸ばそうと試みれば、生きた人間を引き裂いてしまうことになるだろう」という医師の臨床的判断・危惧を表現している。
