← ニカイアのパルテニオス

恋愛譚(エロティカ・パテーマタ)

§9.1-9.8

ポリュクリテーによるナクソス救出と死

ミレトス軍と同盟者ディオグネートスに包囲されたナクソスで、捕らわれとなった乙女ポリュクリテーがディオグネートスを籠絡して陣地を引き渡させ、城内軍の手引きをして勝利に導くが、歓呼の帯に圧迫されて命を落とす。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§9.1

Καθ’ ὃν δὲ χρόνον ἐπὶ Ναξίους Μιλήσιοι ἔβησαν σὺν ἐπικούροις καὶ τεῖχος πρὸ τῆς πόλεως ἐνοικοδομησάμενοι τήν τε χώραν ἔτεμνον καὶ καθείρξαντες τοὺς Ναξίους ἐφρούρουν, τότε παρθένος ἀπολειφθεῖσα κατά τινα δαίμονα ἐν Δηλίῳ ἱερῷ, ὃ πλησίον τῆς πόλεως κεῖται, ʽΠολυκρίτη ὄνομα αὐτᾖ τὸν τῶν Ἐρυθραίων ἡγεμόνα Διόγνητον εἷλεν, ὃς οἰκείαν δύναμιν ἔχων συνεμάχει τοῖς Μιλησίοις.

ミレトス人たちが援軍とともにナクソス人たちに対して進軍し、町の前に防壁を築いて土地を荒らし、ナクソス人たちを閉じ込めて包囲していた時、町の間近にあるデーロス神殿に何らかの運命の導きによって取り残されていた乙女(彼女の名はポリュクリテーといった)が、ミレトス人と同盟して自らの軍を率いていたエリュトライ人の指揮官ディオグネートスを虜にした。

§9.2

Πολλῷ δὲ συνεχόμενος πόθῳ διεπέμπετο πρὸς αὐτήν· οὐ γὰρ δή γε θεμιτὸν ἦν ἱκέτιν οὖσαν ἐν τῷ ἱερῷ βιάζεσθαι· ἡ δ’ ἕως μέν τινος οὐ προσίετο τοὺς παραγινομένους· ἐπεὶ μέντοι πολὺς ἐνέκειτο, οὐκ ἔφη πεισθήσεσθαι αὐτῷ, εἰ μὴ ὀμόσειεν ὑπηρετήσειν αὐτῇ ὅ τι ἂν βουληθῇ.

激しい切望に苛まれた彼は、彼女のもとへと使者を送り続けた。聖域にいる嘆願者たる乙女に暴力を用いることは法に適っていなかったからである。彼女はしばらくのあいだ使者たちを寄せ付けなかったが、彼が激しく迫ってきたため、望むことは何であれ叶えると誓わない限り、従うつもりはないと告げた。

§9.3

Ὁ δὲ Διόγνητος οὐδὲν ὑποτοπήσας τοιόνδε μάλα προθύμως ὤμοσεν Ἄρτεμιν χαριεῖσθαι αὐτῇ ὅ τι ἂν προαιρῆται· κατομοσαμένου δὲ ἐκείνου, λαβομένη τῆς χειρὸς αὐτοῦ ἡ Πολυκρίτη μιμνήσκεται περὶ προδοσίας τοῦ χωρίου, καὶ πολλὰ καθικετεύει αὐτήν τε οἰκτείρειν καὶ τὰς συμφορὰς τῆς πόλεως.

ディオグネートスはこのような企てをまったく疑わず、彼女が望むことは何であれ叶えるとアルテミスにかけて極めて熱心に誓った。彼が誓い終えると、ポリュクリテーは彼の手を取り、陣地の引き渡しについて口にし、自身を憐れみ、町の災厄を憐れんでほしいと熱心に嘆願した。

§9.4

Ὁ Διόγνητος ἀκούσας τοῦ λόγου ἐκτός τε ἐγένετο αὑτοῦ1 καὶ σπασάμενος τὴν μάχαιραν ὥρμησεν διεργάσασθαι τὴν κόρην. Ἐν νῷ μέντοι λαβὼν τὸ εὔγνωμον αὐτῆς καὶ ἅμα ὑπ’ ἔρωτος κρατούμενος ʽἔδει γάρ, ὡς ἔοικε, Ναξίοις μεταβολὴν γενέσθαι τῶν παρόντων κακῶν’ τότε μὲν οὐδὲν ἀπεκρίνατο, βουλευόμενος τί ποιητέον εἴη· τῇ δ’ ὑστεραίᾳ καθωμολογήσατο προδώσειν.

その言葉を聞いたディオグネートスは我を忘れ、刀を抜いて乙女を切り殺そうとした。しかし彼女の高潔な分別を心に留め、同時に恋情に圧倒されたため――どうやらナクソス人にとって現下の災難からの転換が起こる定めにあったようである――その場では何も答えず、何をすべきかと思案していたが、翌日には陣地を引き渡すことを約諾した。

§9.5

κἀν τῷδε τοῖς Μιλησίοις ἑορτὴ μετὰ τρίτην ἡμέραν2 Θαργήλια ἐπῄει, ἐν ᾗ πολύν τε ἄκρατον ἐμφοροῦνται καὶ τὰ πλείστου ἄξια καταναλίσκουσι· τότε παρεσκευάζετο προδιδόναι τὸ χωρίον· καὶ εὐθέως διὰ τῆς Πολυκρίτης ἐνθέμενος εἰς ἄρτον μολυβδίνην ἐπιστολὴν τοῖς ἀδελφοῖς αὐτῆς ʽἐτύγχανον δὲ ἄρα τῆς πόλεως ἡγεμόνες οὗτοἰ ὅπως εἰς ἐκείνην τὴν νύκτα παρασκευασάμενοι ἥκωσιν· σημεῖον δὲ αὐτοῖς ἀνασχήσειν αὐτὸς ἔφη λαμπτῆρα.

その折、ミレトス人たちには二日後にタルゲーリア祭が巡ってこようとしており、その祭礼では人々は多量の生酒を浴びるように飲み、最も高価な品々を消費するならわしであった。その時ディオグネートスは陣地を引き渡す準備を進め、直ちにポリュクリテーを通じて鉛の書板をパンの中に忍ばせ、彼女の兄弟たち(彼らはたまたま町の指導者たちであった)に向けて、その夜に合わせて備えをしてやって来るようにと送り、自らは彼らに合図として松明を掲げると伝えた。

§9.6

Καὶ ἡ Πολυκρίτη δὲ τῷ κομίζοντι τὸν ἄρτον φράζειν ἐκέλευε τοῖς ἀδελφοῖς μὴ ἐνδοιασθῆναι, ὡς τῆς πράξεως ἐπὶ τέλος ἀχθησομένης, εἰ μὴ ἐκεῖνοι ἐνδοιασθεῖεν. Τοῦ δὲ ἀγγέλου ταχέως εἰς τὴν πόλιν ἐλθόντος, Πολυκλῆς, ὁ τῆς Πολυκρίτης ἀδελφός, ἐν πολλῇ φροντίδι ἐγίνετο εἴτε πεισθείη τοῖς ἐπεσταλμένοις εἴτε μή·

ポリュクリテーもまた、パンを運ぶ者に、もし彼らがためらわなければ作戦は完遂されるのだから、決して躊躇しないようにと兄弟たちに伝えるよう命じた。使者が町へ素早く到着すると、ポリュクリテーの兄弟であるポリュクレースは、送られてきた言葉を信じるべきか否かと思い悩んだ。

§9.7

τέλος δέ, ὡς ἐδόκει πᾶσι πείθεσθαι καὶ νὺξ ἐπῆλθεν, ἐν ᾗ προσετέτακτο παραγίνεσθαι, πολλὰ κατευξάμενοι τοῖς θεοῖς, εἰσδεχομένων αὐτοὺς τῶν ἀμφὶ Διόγνητον, ἐσπίπτουσιν εἰς τὸ τεῖχος τῶν Μιλησίων οἱ μέν τινες κατὰ τὴν ἀνεῳγμένην πυλίδα, οἱ δὲ καὶ τὸ τεῖχος ὑπερελθόντες, ἀθρόοι τε ἐντὸς γενόμενοι κατέκαινον τοὺς Μιλησίους. ἔνθα δὴ κατ’ ἄγνοιαν ἀποθνήσκει καὶ Διόγνητος.

しかし結局のところ、全員が信じるのがよいと考え、出向くよう指示されていた夜が訪れると、神々に熱心に祈願を捧げたのち、ディオグネートスの一派が迎え入れるなか、ある者は開け放たれた小門から、またある者は防壁を乗り越えてミレトス人の防壁の中へとなだれ込み、一団となって内部に侵入するとミレトス人たちを殺戮した。その際、過ってディオグネートスも命を落とした。

§9.8

Τῇ δὲ ἐπιούσῃ οἱ Νάξιοι πάντες πολὺν πόθον εἶχον θεάσασθαι τὴν κόρην· καὶ οἱ μέν τινες αὐτὴν μίτραις ἀνέδουν, οἱ δὲ ζώναις, αἷς βαρηθεῖσα ἡ παῖς διὰ πλῆθος τῶν ἐπιρριπτουμένων ἀπεπνίγη. Καὶ αὐτὴν δημοσίᾳ θάπτουσιν ἐν τῷ πεδίῳ, πάντα ἑκατὸν ἐναγίσαντες αὐτῇ·3 φασὶ δέ τινες καὶ Διόγνητον ἐν τῷ αὐτῷ καῆναι, ἐν ᾧ καὶ ἡ παῖς, σπουδασάντων Ναξίων.

翌日、ナクソス人全員が乙女を一目見たいと激しく切望した。そして人々はある者は頭帯を、ある者は腰帯を彼女に巻きつけ、投げ込まれた物の夥しさによってその重みに圧迫された乙女は息絶えてしまった。人々は彼女を公費で平野に埋葬し、すべての供物を百ずつ捧げて慰霊祭を執り行った。ある人々が語るところによれば、ナクソス人たちが心を砕いたため、ディオグネートスも乙女と同じ火葬の薪の上で焼かれたという。

構文注3 件
  1. 9.4ἐκτός τε ἐγένετο αὑτοῦ

    ἐκτός+再帰代名詞属格(αὑτοῦ)で「我を忘れる」「正気を失う」を意味する慣用表現。激怒と動揺によって自制を失った精神状態を表す。

  2. 9.5μετὰ τρίτην ἡμέραν

    包括的計算(inclusive reckoning)に基づく慣用的時相表現で、「三日目に」「明後日/二日後に」を指す。基準日を含めて三番目の日を意味するため、翌々日を指している。

  3. 9.8πάντα ἑκατὸν ἐναγίσαντες αὐτῇ

    ἐναγίζω は英雄や死者への供養・慰霊祭の供犠を捧げる動詞(与格支配)。πάντα ἑκατόν は二重対格的あるいは副詞的同格として機能し、「あらゆる種類の犠牲獣を百ずつ(ヘカトンベー)」供えることを示す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0655.tlg001.humanitext-grc2:9.1-9.8