← ニカイアのパルテニオス

恋愛譚(エロティカ・パテーマタ)

§13.1-13.5

クリュメノスの近親相姦とハルパリュケーの復讐

クリュメノスは実の娘ハルパリュケーに激しい欲望を抱いて犯し、他家に嫁いだ彼女を連れ戻して公然と同棲した。辱められた娘は弟を殺してその肉を父に食わせるという復讐を果たし、鳥へと変じ、父は自死を遂げた。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§13.1

Κλύμενος δὲ ὁ Τελέως ἐν Ἄργει γήμας Ἐπικάστην γεννᾷ παῖδας ἄρρενας μὲν Ἴδαν καὶ Θήραγρον, θυγατέρα δὲ Ἁρπαλύκην πολύ τι τῶν ἡλίκων θηλειῶν κάλλει διαφέρουσαν.

アルゴスにおいてテレウスの子クリュメノスは、エピカステーを娶り、男子としてはイダースとテーラグロスを、女子としては同年代の乙女たちを美しさにおいて遥かに凌ぐハルパリュケーをもうけた。

§13.2

Ταύτης εἰς ἔρωτα ἐλθὼν χρόνον μέν τινα ἐκαρτέρει καὶ περιῆν τοῦ παθήματος·1 ὡς δὲ πολὺ μᾶλλον αὐτὸν ὑπέρρει τὸ νόσημα, τότε διὰ τῆς τροφοῦ κατεργασάμενος τὴν κόρην λαθραίως αὐτῇ συνῆλθεν.

彼はこの娘への恋情に陥り、しばらくのあいだは耐え忍んでその情熱を抑えていた。しかしその病がいっそう激しく彼を圧倒するようになると、そのとき乳母の手引きで娘を言い包め、密かに彼女と交わった。

§13.3

Ἐπεὶ μέντοι γάμου καιρὸς ἦν καὶ παρῆν Ἀλάστωρ, εἷς τῶν Νειλειδῶν, ἀξόμενος αὐτήν,2 ᾧ καθωμολόγητο, παραχρῆμα μὲν ἐνεχείρισε, πάνυ λαμπροὺς γάμους δαίσας· μεταγνοὺς δὲ οὐ πολὺ ὕστερον διὰ τὸ ἔκφρων εἶναι3 μεταθεῖ τὸν Ἀλάστορα, καὶ περὶ μέσην ὁδὸν αὐτῶν ἤδη ὄντων, ἀφαιρεῖται τὴν κόρην, ἀγαγόμενός τε εἰς Ἄργος ἀναφανδὸν αὐτῇ ἐμίσγετο.

しかしながら婚礼の時となり、彼女を妻として連れ去るべく、婚約の相手であったネイレウスの一族のアラストールが現れると、彼は直ちに娘を引き渡し、極めて華麗な婚礼の祝宴を張った。だが、正気を失っていたために間もなく後悔した彼は、アラストールを追撃し、彼らがすでに道半ばに達したところで娘を奪い返し、アルゴスへ連れ帰って公然と彼女と交わるようになった。

§13.4

Ἡ δὲ δεινὰ καὶ ἔκνομα πρὸς τοῦ πατρὸς δόξασα πεπονθέναι4 τὸν νεώτερον ἀδελφὸν κατακόπτει, καί τινος ἑορτῆς καὶ θυσίας παρ’ Ἀργείοις τελουμένης, ἐν ᾗ δημοσίᾳ πάντες εὐωχοῦνται, τότε σκευάσασα τὰ κρέα τοῦ παιδὸς παρατίθησι τῷ πατρί.

娘は父から恐ろしくも不法な仕打ちを受けたと考えて弟を切り刻み、アルゴス人たちの間で、万人が公に祝宴を開くある祭礼と犠牲式が執り行われていた折、その子供の肉を調理して父の前に供した。

§13.5

Καὶ ταῦτα δράσασα αὐτὴ μὲν εὐξαμένη θεοῖς ἐξ ἀνθρώπων ἀπαλλαγῆναι μεταβάλλει τὴν ὄψιν εἰς χαλκίδα ὄρνιν· Κλύμενος δέ, ὡς ἔννοιαν ἔλαβε τῶν συμφορῶν, διαχρῆται ἑαυτόν.

そしてこの仕業におよんだ後、彼女自身は人間たちの間から去らせてほしいと神々に祈り、その姿を鳥のカルキスへと変えた。一方クリュメノスは、これらの惨劇を悟ると自ら命を絶った。

構文注4 件
  1. 13.2περιῆν τοῦ παθήματος

    動詞 περίειμι は属格補語(τοῦ παθήματος)を伴って「〜に打ち勝つ」「〜を抑制・制御する」を意味する。

  2. 13.3ἀξόμενος αὐτήν

    未来中動態分詞 ἀξόμενος は目的を表す用法。ここでは ἄγομαι γυναῖκα(妻として娶る、引き取る)の慣用に基づく。

  3. 13.3διὰ τὸ ἔκφρων εἶναι

    前置詞 διά +冠詞付き不定詞(対格 τὸ εἶναι)が原因「〜であることによって」を表す構文。述語形容詞 ἔκφρων は主語(クリュメノス)と一致して主格に置かれている。

  4. 13.4δόξασα πεπονθέναι

    分詞 δόξασα はここでは人称構文として主語(ハルパリュケー)自身についての判断を表し、「〜を受けたと考えて/みなして」の意(不定詞完了 πεπονθέναι を伴う)。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0655.tlg001.humanitext-grc2:13.1-13.5