← アラトス

パイノメナ

§142a-213

双子座からペガスス座に至る北天の諸星座

大熊座の足元に位置する双子座・蟹座・獅子座(および盛夏の航海の危険)を述べた後、御者座・牡牛座とヒュアデス、そしてケペウス、カッシオペイア、アンドロメダ、ペガスス座の配置と特徴を順次説明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
142a

[οἵ μιν πᾶσαν ὄπισθεν ἑλισσόμενοι τυπόωσιν,]

(訳文では前段に統合)

οἷός οἱ πρὸ ποδῶν φέρεται καλός τε μέγας τε

彼女の足の前には美しく巨大な星が運ばれている。

εἷς μὲν ὑπωμαίων, εἷς δʼ ἰξυόθεν κατιόντων,

一つは肩の下の足の前に、一つは腰から下る足の前に、

145

ἄλλος δʼ οὐραίοις ὑπὸ γούνασιν· ἀλλʼ ἄρα πάντες

また別の星は後脚の膝の下にある。しかしそれらはすべて無名のまま、

ἁπλόοι ἄλλοθεν ἄλλος ἀνωνυμίῃ1 φορέονται.

あちらこちらで単独に運ばれている。

Κρατὶ δέ οἱ Δίδυμοι, μέσσῃ δʼ ὕπο κάρκινος ἐστίν·

彼女の頭の下には双子がおり、胴の下には蟹がいる。

ποσσὶ δʼ ὀπισθοτέροισι λέων ὕπο καλὰ φαείνει.

そして後ろ足の下では獅子が美しく輝いている。

ἔνθα μὲν ἠελίοιο θερείταταί εἰσι κέλευθοι·

そこは太陽の最も熱い通り道である。

150

αἱ δέ που ἀσταχύων κενεαὶ φαίνονται ἄρουραι

太陽が最初に獅子と出会うとき、

ἠελίου τὰ πρῶτα συνερχομένοιο Λέοντι.

畑は穂を失って空になっているのが見えるであろう。

τῆμος καὶ κελάδοντες ἐτησίαι εὐρέϊ πόντῳἀθρόοι ἐμπίπτουσιν, ὁ δὲ πλόος οὐκέτι κώπαις

その時こそ、鳴り響く季節風が広い海へ一斉に吹き荒れ、

ὥριος. εὐρεῖαί μοι ἀρέσκοιεν τότε νῆες,

船旅はもはや櫂に頼るに相応しい季節ではない。そのとき私としては幅の広い船を望み、

155

εἰς ἄνεμον δὲ τὰ πηδὰ κυβερνητῆρες ἔχοιεν.

舵取りたちが風に向かって舵柄を保つことを望む。

εἰ δέ τοι ἡνίοχον τε καὶ ἀστέρας Ἡνιόχοιοσκέπτεσθαι δοκέει, καί τοι φάτις ἤλυθεν αἰγός

もし御者とその星々を見るのがよいと思われるなら、

αὐτῆς ἠδʼ Ἐρίφων, οἵ τʼ εἰν ἁλὶ πορφυρούσῃπολλάκις ἐσκέψαντο κεδαιομένους ἀνθρώπους,αὐτὸν μέν μιν ἅπαντα μέγαν Διδύμων ἐπὶ λαιὰ

またかの牝山羊自身と小山羊たちの噂を耳にしているなら(彼らはしばしば暗く荒れ狂う海で難船した人々を見下ろしてきた)、

κεκλιμένον δήεις· Ἑλίκης δέ οἱ ἄκρα κάρηνα

御者自身はその全体が大きく双子の左側に傾いて横たわっているのを見出すだろう。

ἀντία δινεύει. σκαιῷ δʼ ἐπελήλαται ὤμῳ

そしてヘリケーの頭頂が彼の反対側で巡っている。左肩の上には聖なる牝山羊が押し出されている。

αἲξ ἱερή, τὴν μέν τε λόγος Διὶ μαζὸν ἐπισχεῖν,

言い伝えによれば彼女はゼウスに乳房を差し出したとされ、

Ὠλενίην δέ μιν Αἶγα Διὸς καλέουσʼ ὑποφῆται.

神意の解釈者たちは彼女をゼウスのオレニアの牝山羊と呼んでいる。

165

ἀλλʼ ἡ μὲν πολλή τε καὶ ἀγλαή· οἱ δέ οἱ αὐτοῦ

彼女は大きく輝かしい。

λεπτὰ φαείνονται Ἔριφοι καρπὸν κάτα χειρός.πὰρ ποσὶ δʼ Ἡνιόχου κεραὸν πεπτηότα Ταῦρον

だが彼の手首のあたりには小山羊たちが淡く光っている。

μαίεσθαι. τὰ δέ οἱ μάλʼ ἐοικότα σήματα κεῖται·

御者の足元には角を持つ屈んだ牡牛を探すべきである。牡牛には極めてよく似た印が置かれている。

τοίη οἱ κεφαλὴ διακέκριται· οὐδέ τις ἄλλῳ

その頭はこのように際立っている。

170

σήματι τεκμήραιτο κάρη βοός, οἷά μιν αὐτοὶ

星々が両側から巡って輪郭を形づくっているその様を見れば、

ἀστέρες ἀμφοτέρωθεν ἑλισσόμενοι τυπόωσιν.

何人も牡牛の頭を他の印で推し測ることはないであろう。

καὶ λίην κείνων ὄνομʼ εἴρεται, οὐδέ τοι αὕτως

彼らの名はいたって有名であり、

νήκουστοι Ὑάδες. ταὶ μέν ῥʼ ἐπὶ παντὶ μετώπῳ

ヒュアデスについて君が聞き及んでいないことも決してない。

Ταύρου βεβλέαται· λαιοῦ δὲ κεράατος ἄκρον

彼女たちは牡牛の額全体に散らばっている。そして左の角の先端と、

175

καὶ πόδα δεξιτερὸν παρακειμένου Ἡνιόχοιο

傍らにある御者の右足とは、

εἷς ἀστὴρ ἐπέχει· συνεληλάμενοι δὲ φέρονται,

一つの星が共有して占めている。二人は結び合わされて運ばれるが、

ἀλλʼ αἰεὶ Ταῦρος προφερέστερος Ἡνιόχοιο

たとえ同時に昇ろうとも、

εἰς ἑτέρην καταβῆναι,2 ὁμηλυσίῃ περ ἀνελθών.

沈むときには常に牡牛のほうが御者よりも先に別の側へと沈む。

Οὐδʼ ἄρα Κηφῆος μογερὸν γένος Ἰασίδαο

イアシオスの末裔である受難のケペウスの一族もまた、

180

αὕτως ἄρρητον κατακείσεται· ἀλλʼ ἄρα καὶ τῶν

決して語られることなく横たわっていることはないであろう。彼らもまた天へと名が届いた。

οὐρανὸν εἰς ὄνομʼ ἦλθεν, ἐπεὶ Διὸς ἐγγύθεν ἦσαν.

ゼウスに近しい者たちであったからだ。

αὐτὸς μὲν κατόπισθεν ἐὼν Κυνοσουρίδος Ἄρκτου

ケペウス自身は尾を巻く熊の後方にあり、

Κηφεὺς ἀμφοτέρας χεῖρας τανύοντι ἐοικώς·

両手を広げている者に似ている。

ἴση οἱ στάθμη νεάτης ἀποτείνεται οὐρῆς

尾の先端から彼の両足へと引かれる線は、

185

ἐς πόδας ἀμφοτέρους, ὅσση ποδὸς ἐς πόδα τείνει.

彼の足と足との間を結ぶ線と同じ長さである。

αὐτὰρ ἀπὸ ζώνης ὀλίγον κε μεταβλέψειας

だが大いなる竜の最初の曲がりを目指して、

πρώτης ἱέμενος καμπῆς μεγάλοιο Δράκοντος.

彼の帯から少し目を転じるがよい。

τοῦ δʼ ἄρα δαιμονίη προκυλίνδεται οὐ μάλα πολλὴ

彼の前を、満月の夜にはさほど大きくなく光って見える、

νυκτὶ φαεινομένη παμμήνιδι Κασσιέπεια·

尋常ならざるカッシオペイアが転がり進む。

190

οὐ γάρ μιν πολλοὶ καὶ ἐπημοιβοὶ γανόωσιν

彼女を明瞭に際立たせる星は多くはなく、

ἀστέρες, οἵ μιν πᾶσαν ἐπιρρήδην στιχόωσιν.οἵῃ δὲ κληῖδι θύρην ἔντοσθʼ ἀραρυῖαν

互い違いに並んで彼女全体をはっきりと描き出すこともない。

δικλίδʼ ἐπιπλήσσοντες ἀνακρούουσιν ὀχῆας,3τοῖοί οἱ μουνὰξ ὑποκείμενοι ἰνδάλλονται

内側から閉じ合わされた両開きの扉の閂を叩き外す鍵のような形をして、

195

ἀστέρες. ἡ δʼ αὕτως ὀλίγων ἀποτείνεται ὤμων

彼女の下に置かれた星々は一つ一つ姿を見せる。

ὀργυιήν. φαίης κεν ἀνιάζειν ἐπὶ παιδί.

彼女は幅の狭い両肩から一尋ほど伸ばしている。まるで娘のことで嘆き悲しんでいるかのようである。

αὐτοῦ γὰρ κἀκεῖνο κυλίνδεται αἰνὸν ἄγαλμα

というのも、かの母の足元には、

Ἀνδρομέδης ὑπὸ μητρὶ κεκασμένον. οὔ σε μάλʼ οἴω

アンドロメダのあの恐るべき姿が飾られて転がっているからである。

νύκτα περισκέψασθαι,4 ἵνʼ αὐτίκα μᾶλλον ἴδηαι·

彼女をたちどころに見つけるために、夜の空を広く探す必要はないだろう。

200

τοίη οἱ κεφαλή, τοῖοι δέ οἱ ἀμφοτέρωθεν

その頭はこれほど際立ち、両肩も、

ὦμοι καὶ πόδες ἀκρότατοι καὶ ζώματα πάντα.

足の先端も、帯の全体もそれほど際立っている。

ἀλλʼ ἔμπης κἀκεῖθι διωλενίη τετάνυσται,

それでもなお彼女はあちらでも両腕をいっぱいに広げており、

δεσμὰ δέ οἱ κεῖται καὶ ἐν οὐρανῷ· αἱ δʼ ἀνέχονται

天においてさえ鎖が置かれている。広げられたあの両手は、

αὐτοῦ πεπταμέναι πάντʼ ἤματα χεῖρες ἐκεῖναι.

日夜ずっと掲げられたままである。

205

Ἀλλʼ ἄρα οἱ καὶ κρατὶ πέλωρ ἐπελήλαται ἵππος

だが彼女の頭には、

γαστέρι νειαίρῃ· ξυνὸς δʼ ἐπιλάμπεται ἀστὴρ

下腹部を接して巨大な馬が押し迫っている。一つの星が共有されて輝いており、

τοῦ μὲν ἐπʼ ὀμφαλίῳ, τῆς δʼ ἐσχατόωντι καρήνῳ.5

それは馬のへその上にあり、彼女の頭の先にある。

οἱ δʼ ἄρʼ ἔτι τρεῖς ἄλλοι ἐπὶ πλευράς τε καὶ ὤμους

さらに他の三つの星が、馬の脇腹と肩にあって、

ἵππου δεικανόωσι διασταδὸν ἶσα πέλεθρα,

等しい距離を隔てて配置され、

210

καλοὶ καὶ μεγάλοι· κεφαλὴ δέ οἱ οὐδὲν ὁμοίη,

美しく巨大である。だがその頭は〔それらの星に〕決して似ておらず、

οὐδʼ αὐχὴν δολιχός περ ἐών. ἀτὰρ ἔσχατος ἀστὴρ

首も長大ではあるが似てはいない。

αἰθομένης γένυος καί κεν προτέροις ἐρίσειεν

しかし燃えるような顎の端にある星は、

τέτρασιν, οἵ μιν ἔχουσι περίσκεπτοι μάλʼ ἐόντες.

この馬を形づくる極めて目立つ先の四つの星とも競い合うほどである。

構文注5 件
  1. 146ἀνωνυμίῃ

    様態の与格。「名前のない状態で」「無名のまま」を意味し、動詞 φορέονται に係る副詞的用法として取る。

  2. 178εἰς ἑτέρην καταβῆναι

    名詞の省略を伴う慣用表現。女性単数対格 ἑτέρην の補完として μοῖραν(一方の半球・領域)ないし δύσιν(西の地平線)が想定され、「他方の側(西の地平)へ沈む」を意味する不定詞構文として解釈する。

  3. 192οἵῃ δὲ κληῖδι θύρην ἔντοσθʼ ἀραρυῖαν δικλίδʼ ἐπιπλήσσοντες ἀνακρούουσιν ὀχῆας

    関係詞節を用いた直喩表現。道具の与格 οἵῃ ... κληῖδι(〜のような鍵によって)が後続の τοῖοί οἱ ... ἀστέρες(そのような星々が)と呼応する。ἔντοσθʼ ἀραρυῖαν は「内側からぴったり閉ざされた」の意で θύρην ... δικλίδα(両開きの扉)を修飾し、分詞 ἐπιπλήσσοντες(打ち当てて)が主動詞 ἀνακρούουσιν(押し戻す/外す)に伴う動作を表す。

  4. 198οὔ σε μάλʼ οἴω νύκτα περισκέψασθαι

    否定辞 οὐ を伴う思考動詞 οἴω(思う)に対格不定詞構文(σε + περισκέψασθαι)が続く構造。「君が夜空を広く見渡す必要があるとは全く思わない」という遠回しな断定(見つけるのは容易であること)を表す。νύκτα は探査の対象または広がりを表す対格。

  5. 206ξυνὸς δʼ ἐπιλάμπεται ἀστὴρ τοῦ μὲν ἐπʼ ὀμφαλίῳ, τῆς δʼ ἐσχατόωντι καρήνῳ

    対比の μέν ... δέ による属格 τοῦ(ペガススを指す代名詞)と τῆς(アンドロメダを指す代名詞)の並置。主語 ἀστήρ に述語的形容詞 ξυνός(共通の)が係り、「一つの共通の星が、一方のへその上、他方の頭頂の上で輝いている」という共有関係を表す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0653.tlg001.humanitext-grc2:142a-213