← オナサンドロス

将軍論

§39.1-39.7

星辰による夜間急襲の時機の見極めと昼の奇襲

夜間の内応や奇襲においては恒星の運行を観測して厳密に時刻を合わせるべきこと、また昼間の奇襲においては情報漏洩を防ぎ、機先を制して迅速に攻撃を加えることが敵を震え上がらせる上で肝要であると説かれる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§39.1

α. Πρὸς δὲ τὰς ἐπιθέσεις καὶ τὰς ἐκ προδοσίας νυκτερινὰς καταλήψεις τῶν πόλεων οὐκ ἄπειρον εἶναι δεῖ τῆς ὑπεργείου κατὰ τὴν νύκτα φορᾶς τῶν ἀπλανῶν, ἐπεὶ πολλάκις ἀπράκτους ἕξει τὰς ἐπιβολάς.

夜間の奇襲や裏切りによる都市の夜間奪取に際しては、夜間における恒星の天球上の運行に通暁していなければならない。さもなければ、しばしば企てが水泡に帰することになるであろう。

§39.2

ἔστιν γὰρ ὅτε συντέτακταί τις τῶν προδοτῶν τρίτην ἢ τετάρτην ἢ ὁπόστην ἄν τις εὔκαιρον ὥραν νομίζῃ τῆς νυκτός, ἀνοίξειν τὰς πύλας ἤ τινας κατασφάξειν τῶν ἐπὶ τῆς πόλεως ἀντιπραττόντων ἢ φρουρᾷ τῶν ἔνδον πολεμίων ἐπιθήσεσθαι· κἄπειτα δυεῖν θάτερον συμβέβηκεν, ἤτοι θᾶττον ἢ ἔδει προσπελάσαντα τὸν τῶν πολεμίων στρατὸν1 κατάφωρον γενέσθαι, πρὶν ἢ τοὺς προδότας ἑτοίμους εἶναι, καὶ οὕτως ἀποκωλυθῆναι τῆς πράξεως, ἢ ὑστερήσαντα τοῖς μὲν προδόταις αἴτιον γενέσθαι θανάτου φωραθεῖσιν, αὐτὸν δὲ μηδὲν τῶν προκειμένων ἀνύσαι.

というのも、裏切り者の誰かが、夜の第三時、第四時、あるいは好都合と思われるいかなる時であれ、門を開くとか、市内で敵対する者たちを斬り倒すとか、あるいは市内の敵の守備隊に襲いかかるとか取り決めることがあるからである。しかるのち、二つのうちいずれか一つの事態が起こるのが常である。すなわち、敵軍(友軍)が必要とされるより早く接近して裏切り者の準備が整う前に発覚し、こうして作戦を阻止されるか、あるいは遅刻して発覚した裏切り者たちに死をもたらす原因となり、将軍自身も所期の目的を何一つ達成できずに終わるかである。

§39.3

διόπερ χρὴ καὶ τὴν ὁδὸν τεκμαιρόμενον, ὅθεν ἐξοδεῦσαι δεῖ, καὶ τῶν σταδίων καὶ τῆς ὥρας στοχαζόμενον, ὅσον εἰς τὴν πορείαν ἀναλώσει, καὶ ἀπὸ τῶν ἄστρων ὁρῶντα, πόσον τὸ παρῳχηκὸς ἤδη καὶ πόσον τὸ ἀπολειπόμενον μέρος, οὕτως ἀκριβῶς συλλογισάμενον, ἵνα μήτε φθάσῃ μήτε βραδύνῃ, πρὸς αὐτὴν ἥκειν τὴν ὥραν τοῦ συντεταγμένου καιροῦ καὶ ἔτι προσιόντα ἀκούεσθαι καὶ ἐντὸς εἶναι τῶν τειχῶν. β.

それゆえ、出発すべき地点から道程を推し量り、行軍に費やすスタディオンの距離と所要時間を見積もり、星々からすでに経過した部分と残された部分がどれほどであるかを見定め、こうして正確に計算した上で、早すぎも遅すぎもせず、取り決めた時刻そのものに到着し、接近する音が聞こえると同時にもう城壁の内側にいるようにしなければならない。

§39.4

Εἰ δʼ ἡμέρας ἀναστήσας ἄγοι στράτευμα πόλεις ἐκ προδοσίας ληψόμενος κατὰ τὴν συγκειμένην ὥραν, τοὺς κατὰ τὴν ὁδὸν ὑποπίπτοντας ἅπαντας προαποστέλλων ἱππεῖς συλλαμβανέτω, μή τις τῶν ἐπὶ τῆς χώρας φθάσας ἀποδραμὼν μηνύσῃ τὴν ἔφοδον τῶν πολεμίων, ἀλλʼ αἰφνιδίως ἀφυλάκτοις ἡ ἐπιφάνεια γένηται τοῦ στρατεύματος.

もし昼間に部隊を進発させて率い、密約の時刻に合わせて裏切りによる都市の奪取に向かうのであれば、騎兵を前もって派遣して道中で出くわすすべての者を捕縛すべきである。それは田野の誰かが先んじて逃げ走り、敵軍の来襲を急報することがないようにし、軍の出現が油断している者たちにとって不意打ちとなるようにするためである。

§39.5

ἐπελθόντα δʼ ἐξαίφνης ἀπροσδοκήτοις χρή, κἂν μὴ κατὰ προδοσίαν μέλλῃ λαμβάνειν, ἀλλ̓ ἐκ προρρήσεως ἀγωνίζεσθαι διὰ μάχης, μὴ ἀναβάλλεσθαι, ἀλλʼ ὡς ὅτι μάλιστα φθάνειν προσβάλλοντα εἴτε φρουρίῳ εἴτε χάρακι εἴτε πόλει, μάλιστα δʼ ὅτʼ ἂν ὀλίγον εἶναι δοκῇ τὸ φίλιον στράτευμα καὶ τῶν ἐχθρῶν ἐλαττούμενον·

不意を突いて予期せぬ者たちに襲いかかる際には、たとえ裏切りによって奪取しようとするのではなく公然たる戦闘によって戦おうとする場合であっても、引き延ばすことなく、砦であれ、防塁であれ、都市であれ、可能な限り先んじて攻撃を仕掛けるべきである。味方の軍が寡兵に見え、敵に劣っている場合にはなおさらである。

§39.6

αἱ γὰρ ἀπρόληπτοι τῶν πολεμίων ἐπιφάνειαι διὰ τὸ παράλογον ἐκπλήττουσι τοὺς ἐναντίους, κἂν ὦσι κρείττους, ἕως, ἄν γε συνθεωρήσωσιν αὑτοὺς καὶ βουλεύσασθαι καὶ ἀναθαρρῆσαι καιρὸν λάβωσι, κατὰ μικρὸν ἀναγκάζονται καταφρονεῖν·2 οὕτως ἐνίοτε τὰ πρῶτα καὶ ἀρχόμενα φοβερώτερα τῶν χρονιζομένων εἶναι δοκεῖ.

敵の予期せぬ出現は、常軌を逸した事態であるがゆえに、たとえ敵(防衛側)が優勢であっても彼らを驚愕させるからである。しかし、彼らが自らの態勢を点検し、熟議して気を取り直す機会を得るに至れば、次第に〔攻撃側を〕侮らざるを得なくなる。このように、事の最初と始まりは、時間が経過したものよりも恐ろしく見えることがあるのである。

§39.7

διὸ πολλάκις ἤδη τινὲς τῷ παραδόξῳ τῆς ἐπιφανείας καταπληξάμενοι τοὺς ἐναντίους ἢ ταχὺ καὶ ἄκοντας ὑπέταξαν ἢ ποιεῖν ἑκόντας ἠνάγκασαν τὰ προσταττόμενα.

それゆえ、これまでにもしばしばある者たちが、出現の奇襲効果によって敵を震え上がらせ、たちまちのうちに意に反して屈服させるか、あるいは命じられたことを自発的に行わざるを得ないようにしてきたのである。

構文注2 件
  1. 39.2τὸν τῶν πολεμίων στρατὸν

    対格不定詞構文(κατάφωρον γενέσθαι)の意味上の主語。文脈上、この「敵の軍(τῶν πολεμίων στρατὸν)」は、都市を攻める側(裏切り者と通じている自軍)を被攻撃都市の視点から呼んだ表現、あるいは裏切り者がいる都市側から見た外の軍勢を指す。後続の αὐτὸν δὲ μηδὲν τῶν προκειμένων ἀνύσαι の αὐτὸν と呼応しており、攻城側の将軍とその軍勢を指している。

  2. 39.6ἕως, ἄν γε συνθεωρήσωσιν αὑτοὺς καὶ βουλεύσασθαι καὶ ἀναθαρρῆσαι καιρὸν λάβωσι, κατὰ μικρὸν ἀναγκάζονται καταφρονεῖν

    接続詞 ἕως(〜に至るまで)が導く文脈に条件節 ἄν γε... καιρὸν λάβωσι が挿入され、ἕως 節の直説法動詞 ἀναγκάζονται に連結している。「自らの態勢を点検し、気を取り直す機会を得るやいなや(ἕως/ἄν)、次第に侮るようになる」という時間の推移と心理変化を表す。ἕως を「〜の間は(侮らない)」と解するよりも、時間的限界(「〜する時まで驚愕させるが、機会を得ると侮るに至る」)を示す接続詞として解釈するのが妥当である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0648.tlg001.humanitext-grc2:39.1-39.7