← トリピオドロス

イリオス陥落

§1-89

ムーサへの祈請とエペイオスによる木馬の建造

詩人はトロイア戦争の終局と木馬の計略を歌うようムーサに乞い、長引く戦いによる両軍の疲弊と名だたる英雄たちの死を回想する。続いてヘレノスの神託、ネオプトレモスの参陣、アテーナー像の到来を経て、工匠エペイオスが精巧を極めた木馬を造り上げる過程が克明に描かれる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
1

τέρμα πολυκμήτοιο μεταχρόνιον πολέμοιο

労苦多き戦いの遅れて訪れた結末と、

καὶ λόχον, Ἀργείης ἱππήλατον ἔργον Ἀθήνης,

アルゴス人のアテーナーによる馬の形をした伏兵の業を、

αὐτίκα μοι σπεύδοντι πολὺν διὰ μῦθον ἀνεῖσα1

今すぐ先を急ぐ私のために長大な物語を省いて語りたまえ、

ἔννεπε, Καλλιόπεια, καὶ ἀρχαίην ἔριν ἀνδρῶν

カリオペーよ。

5

κεκριμένου πολέμοιο ταχείῃ λῦσον ἀοιδῇ.

そして長きにわたる男たちの争いを、勝敗の定まった戦いの速やかな調べによって解きほぐしたまえ。

ἤδη μὲν δεκάτοιο κυλινδομένου λυκάβαντος

すでに十回目の歳月がめぐりめぐるなか、

γηραλέη τετάνυστο φόνων ἀκόρητος Ἐνυὼ

年老いてなお殺戮に飽くことのないエニューオーが、

Τρωσί τε καὶ Δαναοῖσιν· ἐναιρομένων δʼ ἄρα φωτῶν

トロイア勢にもダナオス勢にも覆いかぶさっていた。斃れてゆく男たちの槍は疲弊し、

δούρατα κεκμήκει, ξιφέων δʼ ἔθνῃσκον ἀπειλαί,

剣の威嚇も息絶え、胸甲の響きは消え、

10

σβέννυτο θωρήκων ἐνοπή, μινύθεσκε δʼ ἑλικτὴἁρμονίη ῥηχθεῖσα φερεσσακέων τελαμώνων,

盾を背負う負革の引きちぎられた編み目は緩み、

ἀσπίδες οὐκ ἀνέχοντο μένειν ἔτι δοῦπον ἀκόντων,

盾はもはや投げ槍の轟音に耐えかね、撓められた弓は緩み、

λύετο καμπύλα τόξα, κατέρρεον ὠκέες ἰοί.

疾き矢は力を失って散り落ちていた。

ἵπποι δʼ οἱ μὲν ἄνευθεν ἀεργηλῆς ἐπὶ φάτνης

馬らは、一方は離れて、仕事を失った飼い葉桶の傍らで、

15

οἰκτρὰ κάτω μύοντες ὁμόζυγας ἔστενον ἵππους,

悲しげに目を伏せて轡を並べた馬を嘆き、

οἱ δʼ αὐτοὺς ποθέοντες ὀλωλότας ἡνιοχῆας.

他方は命を落とした御者その人を恋い慕っていた。

κεῖτο δὲ Πηλείδης μὲν ἔχων ἅμα νεκρὸν ἑταῖρον,

ペーレウスの子は戦友の遺骸を傍らに横たわり、

Ἀντιλόχῳ δʼ ἐπὶ παιδὶ γέρων ὠδύρετο Νέστωρ,

老いたネストールは我が子アンティロコスを前に嘆き、

Αἴας δʼ αὐτοφόνῳ βριαρὸν δέμας ἕλκεϊ λύσας

アイアースは自刃の傷によって頑強な身体を解き放ち、

20

φάσγανον ἐχθρὸν ἔλουσε μεμηνότος αἵματος ὄμβρῳ.

狂乱の血の雨で憎き剣を濡らした。

Τρωσὶ δὲ λωβητῆρσιν ἐφʼ Ἕκτορος ἑλκυθμοῖσι

トロイア勢にとっても、

μυρομένοις οὐ μοῦνον ἔην ἐπιδήμιον ἄλγος,

ヘクトールの引きずられた無惨な姿を悼む嘆きは、同胞の苦痛に留まるものではなく、

ἀλλὰ καὶ ἀλλοθρόοις ἐπὶ πένθεσι κωκύοντες

異国の悲哀に泣き叫びつつ、

δάκρυσιν ἠμείβοντο πολυγλώσσων ἐπικούρων.

多種多様な言葉を話す援軍の涙に涙を重ねていた。

25

κλαῖον μὲν Λύκιοι Σαρπηδόνα, τόν ποτε μήτηρ

リュキア勢はサルペードーンを悼んで泣いた。

ἐς Τροίην μὲν ἔπεμψεν ἀγαλλομένη Διὸς εὐνῇ,

かつて母がゼウスの寝所を誇りとしつつトロイアへと送り出したが、

δουρὶ δὲ Πατρόκλοιο Μενοιτιάδαο πεσόντα

メノイティオスの子パトロクロスの槍に斃れ、

αἵματι δακρύσας ἐχύθη πατρώιος ἀήρ.

父祖の天の気は血の涙を流して降り注いだのであった。

καὶ δολίην ὑπὸ νύκτα κακῷ πεπεδημένον ὕπνῳ

狡猾な夜の闇の下、

30

Ῥῆσον μὲν Θρήικες ἐκώκυον· ἡ δʼ ἐπὶ πότμῳ

不吉な眠りに縛られたレーソスをトラキア勢は泣き叫んで悼んだ。

Μέμνονος οὐρανίην νεφέλην ἀνεδήσατο μήτηρ

メムノーンの運命に際しては、母なるエーオースが天の雲を髪に結び、

φέγγος ὑποκλέψασα κατηφέος ἤματος Ἠώς.

陰鬱な日の光を奪い去った。

αἱ δʼ ἀπὸ Θερμώδοντος ἀρηιφίλοιο γυναῖκες

また武勇を好むテルモードーンの川辺から来た女たちは、

κοπτόμεναι περίκυκλον ἀθηλέος ὄμφακα μαζοῦ

まだ実らぬ未熟な乳房の輪を打ち叩き、

35

παρθένον ὠδύροντο δαΐφρονα Πενθεσίλειαν,

戦いに長けた乙女ペンテシレイアを悼んで嘆いた。

ἥτε πολυξείνοιο χορὸν πολέμοιο μολοῦσα

彼女は多くの客人を集めた戦いの舞へと赴き、

θηλείης ὑπὸ χειρὸς ἀπεσκέδασεν νέφος ἀνδρῶν

女の手で男たちの群雲を岸辺の船へと散らし退けたが、

νῆας ἐς ἀγχιάλους· μελίῃ δέ ἑ μοῦνος ὑποστὰς

トネリコの槍を手にただ一人立ち向かったアキレウスによって討ち取られ、

καὶ κτάνε καὶ σύλησε καὶ ἐκτερέιξεν Ἀχιλλεύς.

武具を剥がれ、手厚く葬られた。

40

εἱστήκει δʼ ἔτι πᾶσα θεοδμήτων ὑπὸ πύργων

神の築きし塔の下、

Ἴλιος ἀκλινέεσσιν ἐπεμβεβαυῖα θεμέθλοις,

揺るぎなき礎の上に聳え立つイーリオスはなお健在であったが、

ἀμβολίῃ δʼ ἤσχαλλε δυσαχθέι λαὸς Ἀχαιῶν.

長引く耐え難い遅滞にアカイアの軍勢は苛立っていた。

καί νύ κεν ὑστατίοισιν ἐποκνήσασα πόνοισιν

そして今やアテーナーも、疲れを知らぬ身でありながら、

ἀκάματός περ ἐοῦσα μάτην ἵδρωσεν Ἀθήνη,

最後の苦難に怯んで無駄に汗を流すところであった。

45

εἰ μὴ2 Δηιφόβοιο γαμοκλόπον ὕβριν ἐάσας

だがそのとき、デーイポボスの妻を奪う狼藉を後にし、

Ἰλιόθεν Δαναοῖσιν ἐπὶ ξένος ἤλυθε μάντις,

一人の予言者がイーリオスから客人としてダナオス勢のもとへとやって来た。

οἷα δέ που μογέοντι χαριζόμενος Μενελάῳ

そして苦悩するメネラーオスを喜ばせようと、

ὀψιτέλεστον ὄλεθρον ἑῇ μαντεύσατο πάτρῃ.

我が祖国に遅れて訪れる破滅を予言したのである。

οἱ δὲ βαρυζήλοιο θεοπροπίῃς Ἑλένοιο

嫉妬深きヘレノスの神託に従い、

50

αὐτίκα μηκεδανοῖο μόθου τέλος ἠρτύναντο.

彼らは直ちに長引く戦の結末を整えた。

καὶ Σκῦρον μὲν ἔβαινε λιπὼν εὐπάρθενον ἄστυ

アキレウスと誉れ高きデーイダメイアの息子は、

υἱὸς Ἀχιλλῆος καὶ ἐπαινῆς Δηιδαμείης·

美しい乙女たちの都スキューロスを去って馳せ参じた。

μήπω δʼ εὐφυέεσσιν ἰουλίζων κροτάφοισιν

麗しき両のこめかみにはまだ産毛さえ生え揃わぬ若き戦士でありながら、

ἀλκὴν πατρὸς ἔφαινε νέος περ ἐὼν πολεμιστής.

父の武勇を示していた。

55

ἦλθε δὲ καὶ Δαναοῖσιν ἑὸν βρέτας ἁγνὸν ἄγουσα

またアテーナーも、自らの神聖な像を携えてダナオス勢のもとへ赴いた。

ληιστὴ μὲν ἐοῦσα, φίλοις δʼ ἐπίκουρος Ἀθήνη.3

略奪された身でありながら、味方への援護者として訪れたのである。

ἤδη καὶ βουλῇσι θεῆς ὑποεργὸς Ἐπειὸς

すでに女神の指図のもと、

Τροίης ἐχθρὸν ἄγαλμα πελώριον ἵππον ἐποίει.

補佐工のエペイオスがトロイアにとって憎むべき奉納物たる巨馬を造り始めていた。

καὶ δὴ τέμνετο δοῦρα καὶ ἐς πεδίον κατέβαινεν

彼はまさに木材を伐り倒し、

60

Ἴδης ἐξ αὐτῆς, ὁπόθεν καὶ πρόσθε Φέρεκλος

かのイーデー山そのものから平原へと下りてきた。

νῆας Ἀλεξάνδρῳ τεκτήνατο, πήματος ἀρχήν.

そこはかつてペレクロスがアレクサンドロスのために船を造り、災禍の始まりとなった場所であった。

ποίει δʼ εὐρυτάτῃς μὲν ἐπὶ πλευρῇς ἀραρυῖανγαστέρα κοιλήνας, ὁπόσον νεὸς ἀμφιελίσσης

彼は極めて広い脇腹に合わせて中を刳り抜いた腹を造ったが、

ὀρθὸν ἐπὶ στάθμην μέγεθος τορνώσατο τέκτων.

それは腕利きの船大工が墨縄にまっすぐ合わせて両舷の反った船の大きさを円く削り出すほどであった。

65

αὐχένα δὲ γλαφυροῖσιν ἐπὶ στήθεσσιν ἔπηξε

滑らかな胸の上に首を取り付け、

ξανθῷ πορφυρόπεζαν ἐπιρρήνας τρίχα χρυσῷ·

紫に縁取られた鬣に黄色い黄金を振り撒いた。

ἡ δʼ ἐπικυμαίνουσα μετήορος αὐχένι κυρτῷ

それは反りかえる首の上で波打ち、高くそびえ、

ἐκ κορυφῆς λοφόεντι κατεσφρηγίζετο δεσμῷ.

頭頂から房のある結び目で留められていた。

ὀφθαλμοὺς δʼ ἐνέθηκε λιθώπεας ἐν δυσὶ κύκλοις

また、青緑の緑柱石と血のごとき紫水晶の二つの円環の中に、

70

γλαυκῆς βηρύλλοιο καὶ αἱμαλέης ἀμεθύσσου·

石の目を嵌め込んだ。

τῶν δʼ ἐπιμισγομένων διδύμης ἀμαρύγματι χροιῆς

この二色のきらめきが入り混じり、

γλαυκῶν φοινίσσοντο λίθων ἑλίκεσσιν ὀπωπαί.

青緑の石の渦の中で瞳は赤く輝いていた。

ἀργυφέους δʼ ἐχάραξεν ἐπὶ γναθμοῖσιν ὀδόντας

そして、よく縒られた手綱の端を今にも噛み締めようとするかのように、

ἄκρα δακεῖν σπεύδοντας ἐυστρέπτοιο χαλινοῦ·

白銀の歯を顎に刻んだ。

75

καὶ στόματος μεγάλοιο λαθὼν ἀνέῳξε κελεύθους

さらに大きな口に知られざる通路を開け、

ἀνδράσι κευθομένοισι παλίρροον ἆσθμα φυλάσσων,

身を潜める男たちの往復する呼気を保てるようにしたため、

καὶ διὰ μυκτήρων φυσίζοος ἔρρεεν ἀήρ.

鼻孔を通って命を育む空気が流れ通った。

οὔατα δʼ ἀκροτάτοισιν ἐπὶ κροτάφοισιν ἄρηρεν

耳はこめかみの最も高い位置に直立して取り付けられ、

ὀρθὰ μάλʼ, αἰὲν ἑτοῖμα μένειν σάλπιγγος ἀκουήν.

喇叭の響きをいつでも待ち受ける構えであった。

80

νῶτα δʼ ὁμοῦ λαγόνεσσι συνήρμοσε καὶ ῥάχιν ὑγρήν,

背中は脇腹と滑らかな背骨に合わせて接合され、

ἰσχία δὲ γλουτοῖσιν ὀλισθηροῖσι συνῆψε.

腰はなだらかな臀部に繋ぎ合わされた。

σύρετο δὲ πρυμνοῖσιν ἐπʼ ἴχνεσιν ἔκλυτος οὐρὴ

緩やかに垂れた尾は後足の足首に引きずられ、

ἄμπελος ὣς γναμπτοῖσι καθελκομένη θυσάνοισιν.

あたかも曲がりくねった房飾りを垂らす葡萄の蔓のようであった。

οἱ δὲ πόδες βαλίοισιν ἐπερχόμενοι γονάτεσσιν

まだらな膝の上に連なる足は、

85

εὔπτερον ὥσπερ ἔμελλον ἐπὶ δρόμον ὁπλίζεσθαι,

あたかも翼ある疾走へと身構えるかのごとく急き立てられていたが、

οὕτως ἠπείγοντο· μένειν δʼ ἐκέλευεν ἀνάγκη.

必然の掟が静止を命じていた。

οὐ μὲν ὑπὸ κνήμῃσιν ἀχαλκέες ἔξεχον ὁπλαί,

脚の下の蹄は青銅を欠いているのではなく、

μαρμαρέης δʼ ἑλίκεσσι κατεσφήκωντο χελώνης4

堅固な爪をもつ青銅によって、

ἁπτόμεναι πεδίοιο μόγις κρατερώνυχι χαλκῷ.

輝く車台の輪にしっかりと留められ、辛うじて大地に触れていた。

構文注4 件
  1. 3αὐτίκα μοι σπεύδοντι πολὺν διὰ μῦθον ἀνεῖσα

    分詞 ἀνεῖσα は ἀνίημι(放つ、緩める、省く)の女性単数アオリスト能動態分詞で、先行するムーサ(Καλλιόπεια)にかかる。前置詞句 πολὺν διὰ μῦθον と結合して「長大な物語を(通り抜けて)省略して/端折って」と解釈される。他に「大いなる物語を解き放って(歌い始めて)」とする解釈も考えられるが、詩人が「急いでいる(σπεύδοντι)」ため、トロイア戦争全体の詳細を省いて最後の破滅(木馬の計略)へ直行することを求めている文脈から、冗長な物語の省略と取る解釈が妥当である。

  2. 43καί νύ κεν ὑστατίοισιν ἐποκνήσασα πόνοισιν / ἀκάματός περ ἐοῦσα μάτην ἵδρωσεν Ἀθήνη, / εἰ μὴ

    反実仮想文(過去の事実に反する仮定)。帰結節は ἄν(ここでは叙事詩形 κεν)+直説法アオリスト ἵδρωσεν、条件節は εἰ μὴ +直説法アオリスト ἤλυθε の形を取る。「もし予言者(ヘレノス)が来なかったならば、アテーナーも徒労に終わったであろう」という構造。

  3. 56ληιστὴ μὲν ἐοῦσα, φίλοις δʼ ἐπίκουρος Ἀθήνη

    ληιστή は 動詞 ληίζομαι(略奪する)の動形容詞 ληιστός(戦利品として奪われた、略奪された)の女性形。アテーナー自身が自らの神像(パラディオン)をトロイアから強奪されることを容認・先導したため、「略奪された身でありながら、味方(ダナオス勢)にとっては援軍・助けとなった」という、神像略奪のパラドックスを表している。

  4. 88μαρμαρέης δʼ ἑλίκεσσι κατεσφήκωντο χελώνης

    動詞 κατεσφήκωντο は「しっかりと縛り付けられていた/固定されていた」。χελώνης(亀)は古代の攻城兵器(testudo)や車台・基台を指す技術用語。ここでは木馬の脚部が台車・車輪(ἑλίκεσσι)のついた強固な台座に固定されていたことを表す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0647.tlg001.humanitext-grc2:1-89