- 底本
- Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:5.8.1-5.8.9
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ヌケリオンに漂着したハブロコメスは生計のために石切りの過酷な日雇い労働に身をやつし、アンテイアを失ったと嘆く。一方タラスのアンテイアは、彼が別の美女に奪われる不吉な夢を見て裏切りを疑い、貞節を守って自害することを決意する。
Καὶ ἡ μὲν ἐθεραπεύετο ὡς νοσοῦσα παρὰ τῷ πορνοβοσκῷ· ὁ δὲ Ἁβροκόμης ἀπὸ τῆς Σικελίας ἐπαναχθεὶς καταίρει μὲν εἰς Νουκέριον τῆς Ἰταλίας, ἀπορίᾳ δὲ τῶν ἐπιτηδείων ἀμηχανῶν ὅ τι ποιήσειε,1 τὰ μὲν πρῶτα περιῄει τὴν Ἄνθειαν ζητῶν·
こうして彼女は女衒のもとで病身として介抱されていた。一方ハブロコメスはシチリアから船出してイタリアのヌケリオンに入港したが、生活の資の欠乏に何をなすべきか途方に暮れ、はじめのうちはアンテイアを探し求めて歩き回っていた。
αὕτη γὰρ ἦν αὐτῷ τοῦ βίου παντὸς καὶ τῆς πλάνης ἡ ὑπόθεσις· ὡς δὲ οὐδὲν εὕρισκεν (ἦν γὰρ ἐν Τάραντι ἡ κόρη παρὰ τῷ πορνοβοσκῷ), αὑτὸν ἀπεμίσθωσε τοῖς τοὺς λίθους ἐργαζομένοις.
これこそが彼の全生涯と放浪の目的であったからである。だが何も見いだせなかったため(娘はタラスの女衒のもとにいたのである)、彼は石切り職人たちに日雇い労働者として身を委ねた。
Καὶ ἦν αὐτῷ τὸ ἔργον ἐπίπονον, οὐ γὰρ συνείθιστο τὸ σῶμα οὐδὲ αὑτὸν ὑποβάλλειν ἔργοις εὐτόνοις καὶ σκληροῖς· διέκειτο δὲ πονήρως καὶ πολλάκις κατοδυρόμενος τὴν αὑτοῦ τύχην ἰδοὺ φησὶν Ἄνθεια, ὁ σὸς Ἁβροκόμης ἐργάτης τέχνης πονήρας καὶ τὸ σῶμα ὑποτέθεικα δουλείᾳ·
そしてその仕事は彼にとって過酷であった。彼は自らの体も自身も過酷で厳しい労役に晒すことに慣れていなかったからである。彼は惨めな状態に置かれ、しばしば自らの運命を激しく嘆いて言った。 「見よ、 アンテイアよ、お前のハブロコメスは卑しい生業の労働者となり、この身を隷属にさらしてしまった。
καὶ εἰ μὲν εἶχόν τινα ἐλπίδα εὑρήσειν σὲ καὶ τοῦ λοιποῦ συγκαταβιώσεσθαι, τοῦτο πάντων ἂν τῶν δεινῶν με παρεμυθεῖτο·2 νυνὶ δὲ ἴσως κἀγὼ ὁ δυστυχὴς κενὰ καὶ ἀνόνητα πονῶ, καὶ σύ που τέθνηκας πόθῳ τῷ πρὸς Ἁβροκόμην. Πέπεισμαι γάρ, φιλτάτη, ὡς οὐκ ἄν ποτε οὐδὲ ἀποθανοῦσα ἐκλάθοιό μου.
そして、もし私にお前を見いだし、残りの生涯を共に暮らせるという希望が少しでもあったなら、このことがあらゆる苦難にあっても私を慰めてくれたであろうに。だが今や、おそらくこの不幸な私も空しく無益な労苦をしており、お前はどこかでハブロコメスへの慕情ゆえに命を落としてしまったのだ。最愛の人よ、お前がたとえ死んでも私を忘れることなど決してあるまいと、私は確信しているのだから」
Καὶ ὁ μὲν ταῦτα ὠδύρετο καὶ τοὺς πόνους ἔφερεν ἀλγεινῶς, τῇ δὲ Ἀνθείᾳ ὄναρ ἐπέστη ἐν Τάραντι κοιμωμένῃ. Ἐδόκει μὲν αὑτὴν εἶναι μετὰ Ἁβροκόμου, καλὴν οὖσαν μετʼ ἐκείνου καλοῦ καὶ τὸν πρῶτον εἶναι τοῦ ἔρωτος αὐτοῖς χρόνον·
彼がこのように嘆き悲しみ、苦痛のうちに労苦を忍んでいたころ、タラスで眠っていたアンテイアの枕元に夢が現れた。彼女は自分がハブロコメスとともにあり、美しい自分が美しい彼とともにいて、彼らにとって愛の最初の時期であるかのように思われた。
φανῆναι δέ τινα ἄλλην γυναῖκα καλὴν καὶ ἀφέλκειν αὐτῆς τὸν Ἁβροκόμην· καὶ τέλος ἀναβοῶντος καὶ καλοῦντος ὀνομαστὶ3 ἐξαναστῆναί τε καὶ παύσασθαι τὸ ὄναρ.
だが、別の美しい女が現れて、ハブロコメスを彼女から引き離すように思われた。そして最後に、彼が大声で叫び名を呼ぶなかで跳び起き、夢が終わったように思われた。
Ταῦτα ὡς ἔδοξεν ἰδεῖν, εὐθὺς μὲν ἀνέθορέ τε καὶ ἀνεθρήνησε καὶ ἀληθῆ τὰ ὀφθέντα ἐνόμιζεν οἴμοι τῶν κακῶν λέγουσα, ἐγὼ μὲν καὶ πόνους ὑπομένω πάντας καὶ ποικίλων πειρῶμαι ἡ δυστυχὴς συμφορῶν καὶ τέχνας σωφροσύνης ὑπὲρ γυναῖκας εὑρίσκω Ἁβροκόμῃ·4 σοὶ δὲ ἴσως ἄλλη που δέδοκται καλή· ταῦτα γάρ μοι σημαίνει τὰ ὀνείρατα.
彼女はこれらの情景を見たと思うやいなや、たちどころに跳び起きて嘆き悲しみ、見えたものを真実であると思い込んで、「ああ、私のこの災難よ」と言った。 「私はあらゆる苦痛に耐え、不幸にも様々な災難を経験し、女の身を超えてハブロコメスのために貞節の計策を見いだしているというのに。それなのにあなたには、おそらくどこか別の女が美しく見えたのでしょう。夢が私にそう告げているのですから。
Τί οὖν ἔτι ζῶ; τί δʼ ἐμαυτὴν λυπῶ; κάλλιον οὖν ἀπολέσθαι καὶ ἀπαλλαγῆναι μὲν τοῦ πονήρου τούτου βίου, ἀπαλλαγῆναι δὲ τῆς ἀπρεποῦς ταύτης καὶ ἐπισφαλοῦς δουλείας.
ではなぜ私はまだ生きているのでしょう。なぜ自分を苦しめているのでしょう。いっそ死んでこの辛い生から脱し、この見苦しく危うい奴隷の身から脱するほうがましです。
Ἁβροκόμης μὲν εἰ καὶ τοὺς ὅρκους παραβέβηκε, μηδὲν οἱ θεοὶ τιμωρήσαιντο τοῦτον· ἴσως ἀνάγκῃ τι εἴργασται· ἐμοὶ δὲ ἀποθανεῖν καλῶς ἔχει σωφρονούσῃ. Ταῦτα ἔλεγε θρηνοῦσα καὶ μηχανὴν ἐζήτει τελευτῆς.
ハブロコメスがたとえ誓いを破ったとしても、神々が彼を少しも罰しませんように。おそらくやむを得ない事情で何かをしたのでしょう。しかし貞節を守り通す私にとっては、死ぬことこそが善いことなのです」彼女は嘆きながらこう語り、死に至る手段を捜し求めた。
- 5.8.1ὅ τι ποιήσειε
過去を指す分詞(ἀπορίᾳ ... ἀμηχανῶν「途方に暮れて」)に導かれた間接疑問文における代用希求法(optativus obliquus)。直接話法における接続法疑問句(ὅ τι ποιήσω「何をすべきか」)が過去時称の文脈で希求法に転換された構文である。
- 5.8.4εἰ μὲν εἶχόν τινα ἐλπίδα ... τοῦτο πάντων ἂν τῶν δεινῶν με παρεμυθεῖτο
直説法未完了過去(εἶχον)と ἄν + 直説法未完了過去(παρεμυθεῖτο ἄν)による反実仮想文。現在の事実に反する仮定、または継続的な状態に反する仮定(「もし希望を持っていれば、このことが慰めてくれるであろうに」)を表す。
- 5.8.6ἀναβοῶντος καὶ καλοῦντος ὀνομαστὶ
独立属格構文。先行する τὸν Ἁβροκόμην を意味上の主語とし、「彼(ハブロコメス)が大声で叫び名を呼ぶなかで」の意。続く不定詞 ἐξαναστῆναι の意味上の主語は省略されたアンテイア自身であり、夢の中の出来事から目覚めへの移行を描いている。
- 5.8.7Ἁβροκόμῃ
利害の与格(dativus commodi)。「ハブロコメスのために(貞節の計策を見いだしている)」と解する。
