← エフェソスのクセノポン

エペソス物語

§5.11.1-5.11.6

ロドスのヘリオス神殿におけるアンテイアの奉納

ヒッポトオスはアンテイアを伴ってエフェソスへ向かう途上ロドスに寄港し、ヘリオス神の祭礼に遭遇する。アンテイアは神殿でかつての幸福を回想して嘆き、夫ハブロコメスのために自らの髪を切り落として神に奉納する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§5.11.1

Καὶ ὁ μὲν ἐν Ῥόδῳ διῆγε μετὰ τῶν συντρόφων, ὅ τι πράξει βουλευόμενος· ὁ δὲ Ἱππόθοος διέγνω τὴν Ἄνθειαν ἀγαγεῖν ἀπὸ Ἰταλίας εἰς Ἔφεσον, ὡς ἀποδώσων τε τοῖς γονεῦσι καὶ περὶ Ἁβροκόμου ἐκεῖ τι πευσόμενος· καὶ δὴ ἐμβαλὼν πάντα τὰ αὑτοῦ εἰς ναῦν μεγάλην Ἐφεσίαν, μετὰ τῆς Ἀνθείας ἀνήγετο, καὶ διανύσας μάλα ἄσμενος τὸν πλοῦν οὐ πολλαῖς ἡμέραις εἰς Ῥόδον καταίρει νυκτὸς ἔτι κἀνταῦθα κατάγεται παρά τινι πρεσβύτιδι, Ἀλθαίᾳ τοὔνομα, πλησίον τῆς θαλάσσης, καὶ τήν τε Ἄνθειαν ἀνάγει παρὰ τὴν ξένην καὶ αὐτὸς ἐκείνης μὲν τῆς νυκτὸς ἀνεπαύσατο, τῇ δὲ ἑξῆς ἤδη μὲν περὶ τὸν πλοῦν ἐγίνοντο, ἑορτὴ δέ τις ἤγετο μεγαλοπρεπὴς δημοσίᾳ τῶν Ῥοδίων ἀγόντων τῷ Ἡλίῳ, καὶ πομπή τε καὶ θυσία καὶ πολιτῶν ἑορταζόντων πλῆθος.

そして彼は、次に何をすべきかを思案しながら、共に育った者たちとともにロドスで日々を過ごしていた。一方、ヒッポトオスはアンテイアをイタリアからエフェソスへと連れて行くことを決意していた。両親のもとへ送り届けるとともに、そこでハブロコメスについても何か消息を尋ねようと考えたからである。そして彼は自らの全財産をエフェソスの大型船に積み込み、アンテイアと共に出航した。そして彼は大いに満足して航海を終え、幾日も経たないうちに、まだ夜のうちにロドスに入港した。そこで海辺の近くに住むアルタイアという名の老女の宿に泊まることになり、アンテイアをその女主人(宿の老女)のところへ連れて行き、彼自身はその夜休息をとった。そして翌日、彼らはすでに船出の準備に取り掛かっていたが、ロドス人たちが公にヘリオス神に捧げる壮麗な祭礼が執り行われており、行列と犠牲祭、そして祭りを祝う多くの市民たちで賑わっていた。

§5.11.3

Ἐνταῦθα παρῆσαν ὁ Λεύκων καὶ ἡ Ῥόδη, οὐ τοσοῦτον τῆς ἑορτῆς μεθέξοντες, ὅσον ἀναζητήσοντες εἴ τι περὶ Ἀνθείας πύθοιντο. Καὶ δὴ ἧκεν ὁ Ἱππόθοος εἰς τὸ ἱερόν, ἄγων τὴν Ἄνθειαν· ἡ δὲ ἀπιδοῦσα εἰς τὰ ἀναθήματα καὶ ἐν ἀναμνήσει τῶν πρότερον γενομένη ὦ τὰ πάντων ἔφησεν ἀνθρώπων ἐφορῶν Ἥλιε, μόνην ἐμὲ τὴν δυστυχῆ παρελθών, πρότερον μὲν ἐν Ῥόδῳ γενομένη εὐτυχῶς τέ σε προσεκύνουν καὶ θυσίας ἔθυον μετὰ Ἁβροκόμου καὶ εὐδαίμων τότε ἐνομιζόμην· νυνὶ δὲ δούλη μὲν ἀντ’ ἐλευθέρας, αἰχμάλωτος δὲ ἡ δυστυχὴς ἀντὶ τῆς μακαρίας, καὶ εἰς Ἔφεσον ἔρχομαι μόνη καὶ φανοῦμαι τοῖς οἰκείοις Ἁβροκόμην οὐκ ἔχουσα. Ταῦτα ἔλεγε καὶ πολλὰ ἐπεδάκρυε καὶ δεῖται τοῦ Ἱπποθόου ἐπιτρέψαι αὐτῇ τῆς κόμης ἀφελεῖν τῆς αὑτῆς1 καὶ ἀναθεῖναι τῷ Ἡλίῳ καὶ εὔξασθαί τι περὶ Ἁβροκόμου.

そこへレウコンとロデもやって来たが、それは祭りに参加するためというよりはむしろ、アンテイアについて何か消息を聞き出せないかと探し求めるためであった。そしてヒッポトオスがアンテイアを連れて神殿にやって来た。彼女は奉納物を見つめ、かつての出来事を思い起こして、 「ああ、すべての人間の営みを見守りながら、 この不幸な私だけを見過ごされたヘリオス神よ」と彼女は言った。「かつてロドスにいたときには、私は幸せのうちにあなたを拝み、ハブロコメスとともに犠牲を捧げ、そのころは幸運な者と考えられていました。しかし今や自由の身から奴隷となり、幸福な身の上から不幸な捕虜となって、エフェソスへ一人向かい、ハブロコメスを伴わずに親族たちの前に現れることになるのです」彼女はこう語り、多くの涙を流した。そして自らの髪の一部を切り取ってヘリオス神に奉納し、ハブロコメスのために何らかの祈りを捧げることを許してほしいとヒッポトオスに懇願した。

§5.11.6

Συγχωρεῖ ὁ Ἱππόθοος· καὶ ἀποτεμοῦσα τῶν πλοκάμων ὅσα ἐδύνατο καὶ ἐπιτηδείου καιροῦ λαβομένη,2 πάντων ἀπηλλαγμένων, ἀνατίθησιν ἐπιγράψασα "ΥΠΕΡ. ΤΟΥ. ΑΝΔΡΟΣ. ΑΒΡΟΚΟΜΟΥ. ΑΝΘΕΙΑ. ΤΗΝ. ΚΟΜΗΝ. ΤΩΙ. ΘΕΩΙ. ΑΝΕΘΗΚΕ". Ταῦτα ποιήσασα καὶ εὐξαμένη ἀπῄει μετὰ τοῦ Ἱπποθόου.

ヒッポトオスはこれを許した。彼女は髪の房を切り取れるだけ切り落とし、誰もいなくなった好機をとらえて、次のように銘を記して奉納した。 「夫ハブロコメスのために、アンテイアが神に髪を奉納した」彼女はこれらのことを行って祈りを捧げ、ヒッポトオスとともに立ち去った。

構文注2 件
  1. 5.11.5τῆς κόμης ἀφελεῖν τῆς αὑτῆς

    τῆς κόμης は動詞 ἀφαιρέω の直接目的語として機能する部分属格(partitive genitive)。通常この動詞は切り取る対象に対格をとるが、ここでは「頭髪全体を剃る」のではなく「髪の一部を切り取る」ことを表すために属格が用いられている。

  2. 5.11.6ἐπιτηδείου καιροῦ λαβομένη

    中動態分詞 λαβομένη は属格 ἐπιτηδείου καιροῦ を支配する。能動態 λαμβάνω は通例対格をとって「掴む・受ける」を意味するが、中動態(λαμβάνομαι)は「〜にしがみつく、〜を好機として捉える」の意で属格をとる構文。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:5.11.1-5.11.6