← エフェソスのクセノポン

エペソス物語

§4.2.1-4.2.10

ハブロコメースの処刑宣告とナイルの奇跡による救出

エジプト総督により十字架刑に処されたハブロコメースは、祈りによって突風とナイル川の奇跡に助けられるが、再び捕らえられて火刑に処されそうになるもナイルの波が火を消し、総督はその奇跡に驚いて彼を保護させる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4.2.1

Ὁ δὲ Ἁβροκόμης ὡς ἧκε παρὰ τὸν ἄρχοντα τῆς Αἰγύπτου1 (ἐπεστάλκεσαν δὲ οἱ Πηλουσιῶται τὰ γενόμενα αὐτῷ καὶ τὸν τοῦ Ἀράξου φόνον καὶ ὅτι οἰκέτης ὢν τοιαῦτα ἐτόλμησε) μαθὼν οὖν ἕκαστα, οὐκέτι οὐδὲ πυθόμενος τὰ γενόμενα κελεύει τὸν Ἁβροκόμην ἀγαγόντας προσαρτῆσαι σταυρῷ.

ハブロコメースがエジプトの総督のもとに到着したとき――ペルーシオンの人々は彼に起こったこと、すなわちアラコスの殺害と、彼が一介の召使でありながらこのような大胆な企てに及んだことを手紙で知らせていた――、総督は事の次第をことごとく知ると、もはや事の真偽を審問することさえせず、ハブロコメースを連行して十字架に架けるよう命じた。

§4.2.2

Ὁ δὲ ὑπὸ μὲν τῶν κακῶν ἀχανὴς ἦν, παρεμυθεῖτο δὲ αὐτὸν τῆς τελευτῆς ὅτι ἐδόκει καὶ Ἄνθειαν τεθνηκέναι.2 Ἄγουσι δὲ αὐτὸν οἷς τοῦτο προσετέτακτο παρὰ τὰς ὄχθας τοῦ Νείλου· ἦν δὲ κρημνὸς ἀπότομος εἰς τὸ ῥεῦμα τοῦ ποταμοῦ βλέπων·

ハブロコメースは数々の苦難のために呆然としていたが、アンテイアもまた死んだものと思われたことが、死を前にした彼の慰めとなっていた。このことを命じられた者たちは彼をナイル川の岸辺へと連行した。そこは川の流れを見下ろす険しい絶壁であった。

§4.2.3

καὶ ἀναστήσαντες τὸν σταυρὸν προσαρτῶσι, σπάρτοις τὰς χεῖρας σφίγξαντες καὶ τοὺς πόδας· τοῦτο γὰρ τῆς ἀνασταυρώσεως ἔθος τοῖς ἐκεῖ· καταλιπόντες δὲ ᾤχοντο, ὡς ἐν ἀσφαλεῖ τοῦ προσηρτημένου μενοῦντος.

彼らは十字架を立ててハブロコメースを架け、両手両足をエニシダの縄で縛った。当地での十字架刑ではこれが慣習であったからである。そして、架けられた者が確実にそこにとどまり続けると信じて、彼らは立ち去った。

§4.2.4

Ὁ δὲ ἀναβλέψας εἰς τὸν ἥλιον καὶ τὸ ῥεῦμα ἰδὼν τοῦ Νείλου ὦ θεῶν φησὶ φιλανθρωπότατε, ὃς Αἴγυπτον ἔχεις, δι’ ὃν καὶ γῆ καὶ θάλασσα πᾶσιν ἀνθρώποις πέφηνεν, εἰ μέν τι Ἁβροκόμης ἀδικῶ, καὶ ἀπολοίμην οἰκτρῶς καὶ μείζονα τιμωρίαν εἴ τις ἐστὶ ταύτης ὑποσχοῖμι·

ハブロコメースは太陽を見上げ、ナイルの流れを見てこう言った。 「神々のうちで最も人間に親切にしておられ、エジプトを領有し、そのおかげで大地も海もすべての人間にとって姿を現している神よ、もし私ハブロコメースが何らかの不正を犯しているならば、惨めに滅び、もしこれ以上の刑罰があるならばそれを受けましょう。

§4.2.5

εἰ δὲ ὑπὸ γυναικὸς προδέδομαι πονηρᾶς, μήτε τὸ Νείλου ῥεῦμα μιανθείη ποτε ἀδίκως ἀπολομένου σώματος, μήτε σὺ τοιοῦτον ἴδοις θέαμα, ἄνθρωπον οὐδὲν ἀδικήσαντα ἀπολλύμενον ἐπὶ τῆς σῆς.3

しかし、もし私が邪悪な女に裏切られたのであるならば、ナイルの流れが決して不当に殺された身体によって汚されることのないように、またあなた様が決してこのような見世物、すなわち何の悪事も働いていない人間があなたの地で滅ぼされるのを御覧になることのないようにしてください」。

§4.2.6

Ταῦτα εὔξατο, καὶ αὐτὸν ὁ θεὸς οἰκτείρει, καὶ πνεῦμα ἐξαίφνης ἀνέμου γίνεται καὶ ἐμπίπτει τῷ σταυρῷ καὶ ἀποβάλλει μὲν τοῦ κρημνοῦ τὸ γεῶδες, εἰς ὃ ἦν ὁ σταυρὸς ἐρηρεισμένος, ἐμπίπτει δὲ ὁ Ἁβροκόμης τῷ ῥεύματι καὶ ἐφέρετο οὔτε τοῦ ὕδατος αὐτὸν ἀδικοῦντος οὔτε τῶν δεσμῶν ἐμποδιζόντων οὔτε τῶν θηρίων παραβλαπτόντων, ἀλλὰ παραπέμποντος τοῦ ῥεύματος·

彼がこう祈ると、神は彼を憐れみ、突然突風が巻き起こって十字架に吹きつけ、十字架が据えられていた絶壁の土を崩し落とした。ハブロコメースは川の流れへと落ちたが、水が彼を害することもなく、縛り紐が邪魔になることもなく、野獣が傷つけることもなく、流れが彼を送り届けるかのように運ばれていった。

§4.2.7

φερόμενος δὲ εἰς τὰς ἐκβολὰς ἔρχεται τοῦ Νείλου, κἀνταῦθα οἱ παραφυλάσσοντες λαμβάνουσιν αὐτὸν καὶ ὡς δραπέτην τῆς τιμωρίας ἄγουσι παρὰ τὸν διοικοῦντα τὴν Αἴγυπτον.

運ばれながら彼はナイルの河口へと至り、そこで警戒に当たっていた者たちが彼を捕らえ、刑罰からの逃亡者としてエジプトの統治者のもとへ連行した。

§4.2.8

Ὁ δὲ ἔτι μᾶλλον ὀργισθεὶς καὶ πονηρὸν εἶναι νομίσας τελέως κελεύει πυρὰν ποιήσαντας, ἐπιθέντας καταφλέξαι τὸν Ἁβροκόμην. Καὶ ἦν μὲν ἅπαντα παρεσκευασμένα, καὶ ἡ πυρὰ παρὰ τὰς ἐκβολὰς τοῦ Νείλου, καὶ ἐπετέθειτο μὲν ὁ Ἁβροκόμης καὶ τὸ πῦρ ὑπετέθειτο, ἄρτι δὲ τῆς φλογὸς μελλούσης ἅπτεσθαι τοῦ σώματος εὔχετο πάλιν ὀλίγα, ὅσα ἐδύνατο, σῶσαι αὐτὸν ἐκ τῶν καθεστώτων κακῶν.

総督はさらに激しく怒り、彼をまったくの悪人であるとみなして、薪の山を築き、そこにハブロコメースを乗せて焼き尽くすよう命じた。そして万全の準備が整い、薪の山はナイルの河口のそばに築かれ、ハブロコメースはその上に乗せられ、火が下に点じられた。炎がまさにその身体に燃え移ろうとしたとき、彼は再び、差し迫った災厄から自らを救ってくださるよう、できる限りの短い言葉で祈った。

§4.2.9

Κἀνταῦθα κυματοῦται μὲν ὁ Νεῖλος, ἐπιπίπτει δὲ τῇ πυρᾷ τὸ ῥεῦμα καὶ κατασβέννυσι τὴν φλόγα· θαῦμα δὲ τὸ γενόμενον τοῖς παροῦσιν ἦν, καὶ λαβόντες ἄγουσι τὸν Ἁβροκόμην πρὸς τὸν ἄρχοντα τῆς Αἰγύπτου καὶ λέγουσι τὰ συμβάντα καὶ τὴν τοῦ Νείλου βοήθειαν διηγοῦνται.

するとそこでナイル川が波打ち、その流れが薪の山に押し寄せて炎を消し去った。この出来事は居合わせた者たちにとって驚異となり、彼らはハブロコメースを捕らえてエジプトの総督のもとへ連れて行き、起きたことを告げ、ナイルの助けについて語り聞かせた。

§4.2.10

Ἐθαύμασεν ἀκούσας τὰ γενόμενα καὶ ἐκέλευσεν αὐτὸν τηρεῖσθαι μὲν ἐν τῇ εἱρκτῇ, ἐπιμέλειαν δὲ ἔχειν πᾶσαν, ἕως ἔφη μάθωμεν ὅστις ὁ ἄνθρωπός ἐστιν καὶ ὅ τι οὕτως αὐτοῦ μέλει θεοῖς.4

総督は起きたことを聞いて驚嘆し、彼を牢獄で見張らせつつも、あらゆる配慮を尽くして保護するよう命じて、こう言った。 「この男がいったい何者であり、なぜ神々がこれほど彼を気にかけているのかが分かる時まで」。

構文注4 件
  1. 4.2.1Ὁ δὲ Ἁβροκόμης ὡς ἧκε παρὰ τὸν ἄρχοντα τῆς Αἰγύπτου

    文頭の主格 Ὁ δὲ Ἁβροκόμης は後続の主節の主語となることが予告されているが、長い挿入句(ἐπεστάλκεσαν δὲ...)を経た後、主節の主語は総督へと切り替わり(μαθὼν οὖν ἕκαστα... κελεύει)、ハブロコメース自身は不定詞の目的語(τὸν Ἁβροκόμην)として再導入されている。破格構文(anacoluthon)の一種であり、文頭主格は話頭転換(nominativus pendens)として機能している。

  2. 4.2.2παρεμυθεῖτο δὲ αὐτὸν τῆς τελευτῆς ὅτι ἐδόκει καὶ Ἄνθειαν τεθνηκέναι

    動詞 παρεμυθεῖτο は対格 αὐτόν を直接目的語にとり、属格 τῆς τελευτῆς は「死に関して/死の苦痛について」を表す関聯の属格(genitive of respect / reference)である。主語は後続の名詞節 ὅτι ἐδόκει... であり、「アンテイアも死んだと思われたということが、死に直面する彼を慰めていた」という構文をなす。

  3. 4.2.5ἐπὶ τῆς σῆς

    所有形容詞 σῆς の後に女性名詞 γῆς(土地)が文脈上明白であるために省略されている。祈りの呼びかけの相手であるエジプトの神(太陽神/オシリス=ナイル)に対し、「あなた様の領地において」を意味する。

  4. 4.2.10ὅ τι οὕτως αὐτοῦ μέλει θεοῖς

    非人称動詞 μέλει に、関心を持つ主体を表す与格(θεοῖς)と、関心の対象を表す属格(αὐτοῦ)が組み合わされた構文。代名詞 ὅ τι は内的主格(あるいは副詞的中性対格「なぜ/何ゆえ」)として機能し、「なぜ神々が彼をこれほど心にかけるのか」を意味する間接疑問節を形成している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:4.2.1-4.2.10