← エフェソスのクセノポン

エペソス物語

§1.5.1-1.5.9

二人の恋の病による衰弱と神託伺いの使者

ハブロコメスとアンテイアは秘めた恋情によって衰弱し、両親たちは祭儀や占い師を頼るも病勢は悪化の一途を辿ったため、ついに神託を伺う使者を派遣する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.5.1

Ταῦθʼ ἑκάτερος αὐτῶν δι’ ὅλης τῆς νυκτὸς ὠδύρετο, εἶχον δὲ πρὸ ὀφθαλμῶν τὰς ὄψεις τὰς ἑαυτῶν, τὰς εἰκόνας ἐπὶ τῆς ψυχῆς ἀλλήλων ἀναπλάττοντες· ὡς δὲ ἡμέρα ἐγένετο, ᾔει μὲν Ἁβροκόμης ἐπὶ τὰ συνήθη γυμνάσματα, ᾔει δὲ ἡ παρθένος ἐπὶ τὴν ἐξ ἔθους θρησκείαν τῆς θεοῦ.

彼ら二人は夜通しこのように嘆き悲しみ、互いの姿を魂の上に思い描きながら、その姿を目の前に浮かべていた。夜が明けると、ハブロコメスはいつもの鍛錬へと向かい、あの乙女は慣例に従って女神の祭礼へと向かった。

§1.5.2

Ἦν δὲ αὐτοῖς καὶ τὰ σώματα ἐκ τῆς παρελθούσης νυκτὸς πεπονηκότα καὶ τὸ βλέμμα ἄθυμον καὶ οἱ χρῶτες ἠλλαγμένοι· καὶ τοῦτο ἐπὶ πολὺ ἐγίνετο καὶ πλέον οὐδὲν αὐτοῖς ἦν.

しかし二人とも、過ぎ去った夜のせいで体はやつれ、目つきは沈み、顔色は変わっていた。そしてこのような日々が長く続き、彼らにとって事態は何の進展もなかった。

§1.5.3

Ἐν τούτῳ ἐν τῷ ἱερῷ τῆς θεοῦ διημερεύοντες ἐνεώρων ἀλλήλοις, εἰπεῖν τἀληθὲς φόβῳ πρὸς ἑκατέρους αἰδούμενοι· τοσοῦτο δέ· ἐστέναξεν ἄν ποτε1 Ἁβροκόμης καὶ ἐδάκρυσε καὶ προσεύχετο τῆς κόρης ἀκουούσης ἐλεεινῶς·

その間、女神の神殿で終日を過ごしながら、二人は互いを見つめ合っていたが、互いへの恐れから真実を口にするのを恥じていた。ただこれだけはあった。ハブロコメスは時折呻き声を上げ、涙を流し、その乙女が耳にするなかで哀れっぽく祈りを捧げるのだった。

§1.5.4

ἡ δὲ Ἄνθεια ἔπασχε μὲν τὰ αὐτά, πολὺ δὲ μείζονι τῇ συμφορᾷ κατείχετο· εἰ δέ ποτε ἄλλας παρθένους ἢ γυναῖκας ἴδοι βλεπούσας εἰς ἐκεῖνον (ἑώρων δὲ ἅπασαι εἰς Ἁβροκόμην), δήλη ἦν λυπουμένη,2 μὴ παρευδοκιμηθῇ φοβουμένη. Εὐχαὶ δὲ αὐτοῖς ἑκατέροις ἦσαν πρὸς τὴν θεὸν κοινῇ, λανθάνουσαι μέν, ἀλλʼ ἐγίνοντο ὅμοιαι.

アンテイアもまた同じ苦しみを味わっていたが、はるかに大きな災いに捉われていた。彼女は、他の乙女たちや女たちが彼を見つめているのを見かけることがあれば(そして女たちはみなハブロコメスを見つめていたのだが)、誰かに先を越されはしないかと恐れて、悲嘆にくれているのが歴然としていた。二人それぞれに共通して女神への祈りがあり、それは人知れず捧げられながらも、互いに似通ったものであった。

§1.5.5

Χρόνου δὲ προϊόντος οὐκέτι τὸ μειράκιον ἐκαρτέρει, ἤδη δὲ αὐτῷ καὶ τὸ σῶμα πᾶν ἠφάνιστο καὶ ἡ ψυχὴ κατεπεπτώκει, ὥστε ἐν πολλῇ ἀθυμίᾳ τὸν Λυκομήδην καὶ τὴν Θεμιστὼ γεγονέναι, οὐκ εἰδότας μὲν ὅ τι εἴη τὸ συμβαῖνον Ἁβροκόμῃ, δεδοικότας δὲ ἐκ τῶν ὁρωμένων.

時が経つにつれ、この若者はもはや持ちこたえられなくなり、すでに体は完全に衰え果て、心もしおれていたので、リュコメデスとテミストは大いなる落胆に沈んだ。彼らはハブロコメスに何が起きているのかを知らなかったが、目に見える様子から恐れを抱いたのである。

§1.5.6

Ἐν ὁμοίῳ δὲ φόβῳ καὶ ὁ Μεγαμήδης καὶ ἡ Εὐίππη περὶ τῆς Ἀνθείας καθειστήκεσαν, ὁρῶντες αὐτῆς τὸ μὲν κάλλος μαραινόμενον, τὴν δὲ αἰτίαν οὐ φαινομένην τῆς συμφορᾶς. Τέλος δ’ εἰσάγουσι παρὰ τὴν Ἄνθειαν μάντεις καὶ ἱερέας, ὡς εὑρήσοντας3 λύσιν τοῦ δεινοῦ.

メガメデスとエウイッペもまた、アンテイアについて同様の恐怖に捉われていた。彼女の美しさが衰えていくのを見ながらも、その災難の原因が知れなかったからである。ついに彼らは、この恐ろしい事態の解決策を見出してくれるだろうと期待して、アンテイアのもとに占い師や神官たちを呼び入れた。

§1.5.7

Οἱ δὲ ἐλθόντες ἔθυόν τε ἱερεῖα καὶ ποικίλα ἐπέσπενδον καὶ ἐπέλεγον φωνὰς βαρβαρικάς, ἐξιλάσκεσθαί τινας λέγοντες δαίμονας, καὶ προσεποιοῦντο ὡς εἴη τὸ δεινὸν ἐκ τῶν ὑποχθονίων θεῶν.

やって来た者たちは犠牲獣を屠り、様々に献酌を行い、異国の呪文を唱え、ある種の悪霊たちを宥めているのだと言い、この恐るべき災いは地下の神々によるものだと装った。

§1.5.8

Πολλὰ δὲ καὶ ὑπὲρ Ἁβροκόμου οἱ περὶ τὸν Λυκομήδην ἔθυόν τε καὶ εὔχοντο· λύσις δὲ οὐδεμία τοῦ δεινοῦ οὐδὲ ἑτέρῳ αὐτῶν ἐγίνετο, ἀλλὰ καὶ ἔτι μᾶλλον ὁ ἔρως ἀνεκάετο.

リュコメデスの一家もまたハブロコメスのために多くを捧げ、祈った。しかし二人のどちらにもその恐ろしい災難の解決は何ひとつ生じず、むしろ恋の炎はいっそう激しく燃え上がるばかりであった。

§1.5.9

Ἔκειντο μὲν δὴ ἑκάτεροι νοσοῦντες, πάνυ ἐπισφαλῶς διακείμενοι, ὅσον οὐδέπω4 τεθνήξεσθαι προσδοκώμενοι, κατειπεῖν αὑτῶν τὴν συμφορὰν μὴ δυνάμενοι. Τέλος δὲ πέμπουσιν οἱ πατέρες ἑκατέρων εἰς θεοῦ5 μαντευσόμενοι τήν τε αἰτίαν τῆς νόσου καὶ τὴν ἀπαλλαγήν.

こうして二人は病に伏し、極めて危険な状態に陥り、今にも息絶えようとしていると見なされながらも、自分たちの災いを打ち明けることができずにいた。ついに双方の父親たちは、病の原因とその救済策を神託によって伺うべく、神の社へと使者を遣わした。

構文注5 件
  1. 1.5.3ἐστέναξεν ἄν ποτε

    ἄν+直説法アオリスト(ἐστέναξεν, ἐδάκρυσε, προσεύχετο[未完了過去が並列])は、過去における反復的・習慣的行為(「〜したものだった」「時折〜した」)を表す。仮定や反事実の意味ではない。

  2. 1.5.4δήλη ἦν λυπουμένη

    形容詞 δῆλος/φανερός 等が人を主語に取り分詞を伴う人称構文(「彼女が悲嘆していることは明らかであった」)。非人称構文(δῆλον ἦν ὅτι...)に相当する古典ギリシア語の慣用表現である。

  3. 1.5.6ὡς εὑρήσοντας

    接続詞 ὡς+未来分詞対格男性複数(εὑρήσοντας)は、先行する名詞(μάντεις καὶ ἱερέας)の行動意図、あるいは主語(両親)が彼らに期待・意図した主観的目的・意図(「解決を見出してくれるだろうと期待して」)を表す。

  4. 1.5.9ὅσον οὐδέπω

    副詞的慣用句で、「今にも」「ほとんど直ちに」(literally "only not yet")を意味する。未来不定詞 τεθνήξεσθαι にかかり、「今にも死ぬものと予想される」という差し迫った切迫状態を表す。

  5. 1.5.9εἰς θεοῦ

    前置詞 εἰς に神の属格 θεοῦ が続く表現で、ἱερόν(神殿・聖所)または οἶκον / χρηστήριον(神託所)の省略。アポロン等の神託神殿への使者派遣を意味する。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:1.5.1-1.5.9