- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg007.humanitext-grc2:1-3
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
著者は知恵の定義から体育(ギュムナスティケー)を手引き書に値する高貴な知恵として位置づけ、現代の競技者の衰微が自然のせいではなく不健全な訓練によるものだと弁護した上で、競技種目の分類と五種競技の起源を論じる。
σοφίαν ἡγώμεθα καὶ τὰ τοιαῦτα μέν, οἷον φιλοσοφῆσαι καὶ εἰπεῖν σὺν τέχνῃ, ποιητικῆς τε ἅψασθαι καὶ μουσικῆς καὶ γεωμετρίας, καί, νὴ Δία, ἀστρονομίας, ὁπόση μὴ περιττή· σοφία δὲ καὶ τὸ κοσμῆσαι στρατιάν, καὶ ἔτι τὰ τοιαῦτα, ἰατρικὴ πᾶσα καὶ ζωγραφία καὶ πλάσται καὶ ἀγαλμάτων εἴδη καὶ κοῖλοι λίθοι καὶ κοῖλος σίδηρος. βάναυσοι δὲ ὁπόσαι, δεδόσθω μὲν αὐταῖς τέχνη, καθʼ ἣν ὄργανόν τι καὶ σκεῦος ὀρθῶς ἀποτελεσθήσεται, σοφία δὲ ἐς ἐκείνας ἀποκείσθω μόνας, ἃς εἶπον. ἐξαιρῶ κυβερνήτην τῶν βαναύσων, ἐπειδὴ ἄστρων τε συνίησιν καὶ ἀνέμων καὶ τῶν ἀδήλων ἅπτεται. ταῦτα μὲν ὧν ἕνεκά μοι εἴρηται, δειχθήσεται, περὶ δὲ γυμναστικῆς, σοφίαν λέγωμεν οὐδεμιᾶς ἐλάττω τέχνης, ὥστε ἐς ὑπομνήματα ξυντεθῆναι τοῖς βουλομένοις γυμνάζειν·1 ἡ μὲν γὰρ πάλαι γυμναστικὴ Μίλωνας ἐποίει καὶ Ἱπποσθένας, Πουλυδάμαντάς τε καὶ Προμάχους καὶ Γλαῦκον τὸν Δημύλου, καὶ τοὺς πρὸ τούτων ἔτι ἀθλητάς, τὸν Πηλέα δήπου καὶ τὸν Θησέα καὶ τὸν Ἡρακλέα αὐτόν, ἡ δὲ ἐπὶ τῶν πατέρων ἥττους μὲν οἶδε, θαυμασίους δὲ καὶ μεμνῆσθαι ἀξίους· ἡ δὲ νῦν καθεστηκυῖα, μεταβέβληκεν οὕτω τὰ τῶν ἀθλητῶν, ὡς καὶ τοῖς φιλογυμναστοῦσι τοὺς πολλοὺς ἄχθεσθαι.
哲学することや技術をもって語ること、詩作や音楽や幾何学に携わること、そして誓って言うが、過度にならない限りの天文学といったような事柄も、私たちは知恵と見なそう。また軍隊を秩序づけること、さらにそれに類する事柄、すべての医学、絵画、彫刻家、彫像の諸形式、宝石彫刻や鉄の彫刻も知恵である。これに対して手仕事の技術である限りは、それによって何らかの道具や器物が正しく完成される技術が認められるとしても、知恵は私が挙げたそれらのものだけに留保されるべきである。私は水先案内人を手仕事の者たちから除外する。なぜなら星々や風を理解し、見えざるものに携わっているからである。これらを私が何のために語ったのかは後で示されるであろうが、体育については、訓練することを望む者たちのための手引き書として書きまとめられるほどに、いかなる技術にも劣らぬ知恵と呼ぶことにしよう。というのも、かつての体育はミロンたちやヒッポステネスたち、ポリュダマスたちやプロマコスたち、デミュロスの息子グラウコス、そして彼らより前の競技者たち、すなわちペレウスやテセウスやヘラクレス自身をも生み出したが、私たちの父たちの時代の体育は、彼らには及ばないにせよ驚くべき、記憶に値する人々を知っており、一方で現行の体育は競技者たちのあり方をあまりに一変させてしまったため、多くの人々が体育愛好者に対してさえ不快感を抱いているからである。
δοκεῖ δὴ μοι διδάξαι μὲν τὰς αἰτίας, διʼ ἃς ὑποδέδωκε ταῦτα, ξυμβαλέσθαι δὲ γυμνάζουσί τε καὶ γυμναζομένοις, ὁπόσα οἶδα, ἀπολογήσασθαί τε ὑπὲρ τῆς φύσεως ἀκουούσης κακῶς, ἐπειδὴ παρὰ πολὺ τῶν πάλαι οἱ νῦν ἀθληταί· λέοντάς τε γὰρ βόσκει καὶ νῦν φαυλοτέρους οὐδέν, τῶν τε κυνῶν καὶ ἵππων καὶ ταύρων ταὐτὸν χρῆμα, καὶ τὸ ἐς δένδρα δὲ αὐτῆς ἧκον ἄμπελοί τε ὅμοιοι ἔτι καὶ συκῆς δῶρα, χρυσοῦ τε καὶ ἀργύρου καὶ λίθων οὐδὲν παρήλλαξεν, ἀλλʼ ὡς αὐτὴ ἐνόμισε, τοῖς προτέροις ὅμοια φύει τὰ πάντα· ἀθληταῖς δέ, ὁπόσαι περὶ αὐτοὺς ἦσάν ποτε ἀρεταί, οὐχ ἡ φύσις ἀπηνέχθη αὐτῶν, φέρει γὰρ δὴ ἔτι θυμοειδεῖς εὐειδεῖς ἀγχίνους, φύσεως γὰρ ταῦτα, τὸ δὲ μὴ ὑγιῶς γυμνάζεσθαι, μηδὲ ἐῤῥωμένως ἐπιτηδεύειν ἀφείλετο τὴν φύσιν τὸ ἑαυτῆς κράτος.2 καὶ ὅπως μὲν ξυνέβη ταῦτα, δηλώσω ὕστερον, πρῶτον δὲ ἐπισκεψώμεθα δρόμου αἰτίας καὶ πυγμῆς καὶ πάλης καὶ τῶν τοιούτων, καὶ ἐξ ὅτου ἤρξατο ἕκαστα καὶ ἀφʼ ὅτου. παρακείσεται δὲ ἁπανταχοῦ τὰ Ἠλείων, δεῖ γάρ που τὰ τοιαῦτα ἐκ τῶν ἀκριβεστάτων φράζειν.
そこで私には、これらが衰退した原因を教え、訓練する者と訓練を受ける者の双方に私が知る限りのことを提供し、また現代の競技者たちが昔の人々に遠く及ばないことから悪評を受けている自然のために弁明することが適切と思われる。というのも、自然は今も決して劣ることのないライオンを養っており、犬や馬や牛に関しても同様の事態であり、また自然の樹木に至る領域においてもブドウの木は昔と変わらず、イチジクの木の実りも同様であり、金や銀や宝石についても何ら変わることなく、自ら定めたとおりに、すべてを以前のものと同じように生み出しているからである。そして競技者たちについても、彼らにかつて備わっていたあらゆる徳について、自然が彼らから身を引いて奪ったのではない。なぜなら自然は今なお気骨があり、姿形が美しく、機敏な者たちを産み出しているからであり、それらは自然の産物であるのに、不健全に訓練し、力強く鍛錬しないことが、自然からそれ自体の力を奪ってしまったのである。そしてこれらがいかにして起こったかは後に明らかにするとして、まず競走、拳闘、レスリング、およびその類の原因と、各々が誰から、また何に由来して始まったのかを検討しよう。そして至るところでエリス人の事績を並記することにしよう。というのも、このような事柄は最も厳密な記録に基づいて語られねばならないからである。
ἔστι τοίνυν ἀγωνίας ξυμπάσης τὰ μὲν κοῦφα ταῦτα· στάδιον, δόλιχος, ὁπλῖται, δίαυλος, ἅλμα, ἀκόντιον, τὰ βαρύτερα δὲ παγκράτιον, πάλη, πύκται, δίσκος. πένταθλος δὲ ἀμφοῖν συνηρμόσθη· τὸ παλαῖσαι μὲν γὰρ καὶ δισκεῦσαι βαρεῖς, τὸ δὲ ἀκοντίσαι καὶ πηδῆσαι καὶ δραμεῖν κοῦφοί εἰσι.3 πρὸ μὲν δὴ Ἰάσονος καὶ Πηλέως ἅλμα ἐστεφανοῦτο ἰδίᾳ καὶ δίσκος ἰδίᾳ, καὶ τὸ ἀκόντιον ἤρκει ἐς νίκην κατὰ τοὺς χρόνους, οὓς ἡ Ἀργὼ ἔπλει· Τελαμὼν μὲν κράτιστα ἐδίσκευε, Λυγκεὺς δὲ ἠκόντιζεν, ἔτρεχον δὲ καὶ ἐπήδων οἱ ἐκ Βορέου, Πηλεὺς δὲ ταῦτα μὲν ἦν δεύτερος, ἐκράτει δὲ ἁπάντων πάλῃ· ὁπότʼ οὖν ἠγωνίζοντο ἐν Λήμνῳ, φασὶν Ἰάσονα Πηλεῖ χαριζόμενον συνάψαι τὰ πέντε καὶ Πηλέα τὴν νίκην οὕτω συλλέξασθαι, πολεμικώτατόν τε νομισθῆναι τῶν ἐφʼ ἑαυτοῦ διά τε τὴν ἀρετὴν, ᾗ ἐχρῆτο ἐς τὰς μάχας, διά τε τὴν εἰς τὰ πέντε ἐπιτήδευσιν οὕτω πολεμικὴν οὖσαν, ὡς καὶ ἀκοντίζειν ἐν τοῖς ἄθλοις.
さて、競技全体のうちで軽い種目とは以下のとおりである。すなわち、スタディオン走、ドリコス走、武装走、ディアウロス走、跳躍、槍投げである。より重い種目は、パンクラティオン、レスリング、拳闘、円盤投げである。そして五種競技はその両方を組み合わせて調和させたものである。なぜならレスリングをすることと円盤を投げることは重く、槍を投げることと跳躍することと走ることは軽いからである。実際、イアソンとペレウス以前には跳躍は単独で冠が与えられ、円盤も単独で与えられ、槍投げもアルゴー船が航海していた時代には単独で勝利に十分であった。テラモンは円盤投げにおいて最も優れ、リュンケウスは槍を投げ、ボレアスの子らは走り跳躍したが、ペレウスはこれらにおいては二番手であったものの、レスリングによって全員に勝っていた。それゆえ彼らがレムノス島で競技したとき、イアソンはペレウスの歓心を買うために五つの種目を統合し、こうしてペレウスが勝利を収め、彼が戦いに用いた徳のゆえにも、また競技において槍を投げるほどに戦争に直結した五種競技への鍛錬のゆえにも、当時の人々の中で最も戦士らしい者と見なされたと人々は言っている。
- 1ἐς ὑπομνήματα ξυντεθῆναι τοῖς βουλομένοις γυμνάζειν
ὥστε に導かれる不定詞構文(程度・結果)で、先行する「いかなる技術にも劣らぬ知恵(σοφίαν... οὐδεμιᾶς ἐλάττω τέχνης)」を修飾する。与格 τοῖς βουλομένοις は利害関係の与格(「訓練することを志す者たちのために」)であり、不定詞 γυμνάζειν の意味上の主語でもある。
- 2ἀφείλετο τὴν φύσιν τὸ ἑαυτῆς κράτος
動詞 ἀφαιρέω が人を表す対格(τὴν φύσιν)と物を表す対格(τὸ ἑαυτῆς κράτος)を同時に取る二重対格構文(ἀφαιρεῖσθαί τινά τι:「〜から…を奪う」)。主語は中性冠詞 τό に導かれる並列不定詞句 τὸ δὲ μὴ ὑγιῶς γυμνάζεσθαι, μηδὲ ἐῤῥωμένως ἐπιτηδεύειν である。
- 3τὸ παλαῖσαι μὲν γὰρ καὶ δισκεῦσαι βαρεῖς, τὸ δὲ ἀκοντίσαι καὶ πηδῆσαι καὶ δραμεῖν κοῦφοί εἰσι
中性単数冠詞 τὸ に率いられる不定詞句(τὸ παλαῖσαι... / τὸ δὲ ἀκοντίσαι...)が主語であるにもかかわらず、述語形容詞 βαρεῖς および κοῦφοί εἰσι が男性複数となっている変格構文(構文の破綻または意味への一致)。文脈上、競技種目そのものの性質を述べると同時に、それらを行う競技者たち(βαρεῖς / κοῦφοι ἀθληταί)の種別を直接想起して形容詞が複数男性形に牽引されたものと解される。
