← ピロストラトス

ソフィスト列伝

§2.8.1-2.8.4

フィラグロスの短気な気質とアテナイでの失脚

キリキアのソフィスト・フィラグロスの激昂しやすい気質と、アテナイにおいてヘロデス・アッティコス一派と衝突し、模擬弁論の盗用を暴かれて失脚した経緯、ならびに彼の文体の実例と容姿・人柄が語られる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.8.1

Φίλαγρος δὲ ὁ Κίλιξ Λολλιανοῦ μὲν ἀκροατὴς ἐγένετο, σοφιστῶν δὲ θερμότατος καὶ ἐπιχολώτατος, λέγεται γὰρ δὴ νυστάζοντά ποτε ἀκροατὴν καὶ ἐπὶ κόρρης πλῆξαι, καὶ ὁρμῇ δὲ λαμπρᾷ ἐκ μειρακίου χρησάμενος οὐκ ἀπελείφθη αὐτῆς οὐδʼ ὁπότε ἐγήρασκεν, ἀλλʼ οὕτω τι ἐπέδωκεν, ὡς καὶ σχῆμα τοῦ διδασκάλου νομισθῆναι. πλείστοις δὲ ἐπιμίξας ἔθνεσι καὶ δοκῶν ἄριστα μεταχειρίζεσθαι τὰς ὑποθέσεις οὐ μετεχειρίσατο Ἀθήνησιν εὖ τὴν αὑτοῦ χολήν, ἀλλʼ ἐς ἀπέχθειαν Ἡρώδῃ κατέστησεν ἑαυτόν, καθάπερ τούτου ἀφιγμένος ἕνεκα. ἐβάδιζε μὲν γὰρ δείλης ἐν Κεραμεικῷ μετὰ τεττάρων, οἷοι Ἀθήνησιν οἱ τοὺς σοφιστὰς θηρεύοντες, ἰδὼν δὲ νεανίαν ἐκ δεξιᾶς ἀναστρέφοντα μετὰ πλειόνων σκώπτεσθαί τι ὑπʼ αὐτοῦ δόξας ἀλλʼ ἦ σὺ ἔφη τίς; Ἀμφικλῆς ἐγώ, ἔφη εἰ δὴ τὸν Χαλκιδέα ἀκούεις. ἀπέχου τοίνυν ἔφη τῶν ἐμῶν ἀκροάσεων, οὐ γάρ μοι δοκεῖς ὑγιαίνειν. τοῦ δὲ ἐρομένου τίς δὲ ὢν ταῦτα κηρύττεις; δεινὰ πάσχειν ἦ δʼ ὁ Φίλαγρος, εἰ ἀγνοεῖταί ποι. ἐκφύλου δὲ αὐτὸν ῥήματος ὡς ἐν ὀργῇ διαφυγόντος1 λαβόμενος ὁ Ἀμφικλῆς, καὶ γὰρ δὴ καὶ ἐτύγχανε τῶν Ἡρώδου γνωρίμων τὴν πρώτην φερόμενος, παρὰ τίνι τῶν ἐλλογίμων ἔφη τοῦτο εἴρηται; καὶ ὃς παρὰ Φιλάγρῳ ἔφη. αὕτη μὲν δὴ ἡ παροινία ἐς τὰ τοιαῦτα προὔβη, τῆς δὲ ὑστεραίας μαθὼν τὸν Ἡρώδην ἐν τῷ προαστείῳ διαιτώμενον γράφει πρὸς αὐτὸν ἐπιστολὴν καθαπτόμενος τοῦ ἀνδρὸς ὡς ἀμελοῦντος τοῦ τῶν ἀκροατῶν κόσμου. καὶ ὁ Ἡρώδης δοκεῖς μοι ἔφη οὐ καλῶς προοιμιάζεσθαι ἐπιπλήττων αὐτῷ ὡς μὴ κτωμένῳ ἀκροατῶν εὔνοιαν, ἣν προοίμιον ἡγεῖσθαι χρὴ τῶν ἐπιδείξεων. ὁ δὲ ὥσπερ οὐ ξυνιεὶς τοῦ αἰνίγματος, ἢ ξυνιεὶς μέν, ἐν γέλωτι δὲ τὴν τοῦ Ἡρώδου γνώμην βελτίστην οὖσαν τιθέμενος ἐψεύσθη τῆς ἐπιδείξεως παρελθὼν ἐς ἀκροατὰς οὐκ εὔνους.

キリキア出身のフィラグロスはロリアノスの聴講生となったが、ソフィストたちのうちでも最も激昂しやすく、最も胆汁質の人物であった。現に、かつて居眠りをした聴講者の横面を張り飛ばしたとさえ言われている。また青年期から輝かしい気迫を保ち続け、老境に入ってもそれを失うことがなかったばかりか、師の風格そのものと見なされるほどに向上した。彼は極めて多くの諸民族と交わり、演題の扱いにおいて並ぶ者がないと目されていたが、アテナイにおいては己の胆汁をうまく抑えることができず、あたかもそのために訪れたかのように、ヘロデスに対して敵意を抱く身となってしまった。 というのも、彼は夕刻、アテナイでソフィストたちを追い回す類いの者たち四人と共にケラメイコスを歩いていたが、右手の側から幾人かを連れて折り返してくる若者を目にし、自分が彼から何事か嘲笑されたと思い込んで、こう言った。 「おい、お前は 何者だ」すると若者は言った。 「私はアンピクレスだ。 カルキス出身の者といえば、耳にしたこともあろう」 「では 私の講義には近寄るな。お前は正気とは思えぬからな」とフィラグロスが言った。相手が「あなたこそ何者であって、そのような触れを出すのか」と問い返すと、フィラグロスは、自分を知らぬ者がいるのかとひどく憤慨した。そして激怒のあまり異様で不作法な語句が口から漏れ出てしまうと、ヘロデスの弟子たちの中で筆頭の地位を占めていたアンピクレスはそれを捉えてこう言った。 「高名な作家の誰のところに そのような言葉があるというのだ」するとフィラグロスは「フィラグロスのところにあるのだ」と答えた。さて、この無作法な諍いはこのような次第にまで発展したが、翌日、ヘロデスが郊外の邸宅に滞在していると知ったフィラグロスは、彼のもとへ書簡を送り、聴講生たちの行儀正しさを等閑に付しているとしてヘロデスを非難した。ヘロデスはこれに対し、 「君は 序論の運び方が巧みではないように思われる」と述べ、弁論の実演に際して序論と見なすべきである聴講生たちの好意を自ら獲得していないとして、彼を窘めた。だがフィラグロスはこの謎めいた言葉を理解しなかったのか、あるいは理解しながらもヘロデスの至極もっともな忠告を冷笑に付したのか、好意的でない聴講者たちの前へと進み出て、実演を失敗に終わらせることとなった。

§2.8.2

ὡς γὰρ τῶν πρεσβυτέρων ἤκουον, προσέκρουσε μὲν ἡ διάλεξις νεαροηχὴς δόξασα καὶ ἐσπασμένη τὰς ἐννοίας, ἔδοξε δὲ καὶ μειρακιώδης, γυναικὸς γὰρ θρῆνος ἐγκατεμέμικτο τοῖς Ἀθηναίων ἐγκωμίοις τεθνεώσης αὐτῷ ἐν Ἰωνίᾳ, τὴν δὲ μελέτην οὕτως ἐπεβουλεύθη· ἠγώνιστό τις αὐτῷ κατὰ τὴν Ἀσίαν ὑπόθεσις οἱ παραιτούμενοι τὴν τῶν ἀκλήτων συμμαχίαν· ταύτης ἐκδεδομένης ἤδη τῆς ὑποθέσεως μνήμην ξυνελέξατο, καὶ γὰρ δὴ καὶ εὐδοκιμηκὼς ἐπʼ αὐτῇ ἐτύγχανε, λόγου δὲ ἥκοντος ἐς τοὺς ἀμφὶ τὸν Ἡρώδην, ὡς ὁ Φίλαγρος τὰς μὲν πρῶτον ὁριζομένας ὑποθέσεις αὐτοσχεδιάζοι, τὰς δὲ καὶ δεύτερον οὐκέτι ἀλλʼ ἕωλα μελετῴη καὶ ἑαυτῷ προειρημένα προὔβαλον μὲν αὐτῷ τοὺς ἀκλήτους τούτους, δοκοῦντι δὲ ἀποσχεδιάζειν ἀντανεγιγνώσκετο ἡ μελέτη. θορύβου δὲ πολλοῦ καὶ γέλωτος τὴν ἀκρόασιν κατασχόντος βοῶν ὁ Φίλαγρος καί κεκραγώς, ὡς δεινὰ πάσχοι τῶν ἑαυτοῦ εἰργόμενος οὐ διέφυγε τὴν ἤδη πεπιστευμένην αἰτίαν. ταῦτα μὲν οὖν ἐν τῷ Ἀγριππείῳ ἐπράχθη, διαλιπὼν δὲ ἡμέρας ὡς τέτταρας παρῆλθεν ἐς τὸ τῶν τεχνιτῶν βουλευτήριον, ὃ δὴ ᾠκοδόμηται παρὰ τὰς τοῦ Κεραμεικοῦ πύλας οὐ πόρρω τῶν ἱππέων. εὐδοκιμώτατα δὲ ἀγωνιζόμενος τὸν Ἀριστογείτονα τὸν ἀξιοῦντα κατηγορεῖν τοῦ μὲν Δημοσθένους Μηδισμοῦ, τοῦ δὲ Αἰσχίνου Φιλιππισμοῦ, ὑπὲρ ὧν καὶ γεγραμμένοι ἀλλήλους ἐτύγχανον, ἐσβέσθη τὸ φθέγμα ὑπὸ τῆς χολῆς ἐπισκοτοῦντος φύσει τοῖς ἐπιχόλοις τὴν φωνὴν τοῦ φωνητικοῦ πνεύματος.2 χρόνῳ μὲν οὖν ὕστερον ἐπεβάτευσε τοῦ κατὰ τὴν Ῥώμην θρόνου, Ἀθήνησι δὲ ἀπηνέχθη τῆς ἑαυτοῦ δόξης διʼ ἃς εἴρηκα αἰτίας.

というのも、古老たちから聞いた話によれば、彼の予備演説は新奇な響きを誇張し、着想において不自然に力を込めすぎていると見なされ、不興を買ったのである。またそれは稚拙であるとも評された。イオニアで亡くなった妻を悼む哀歌が、アテナイ人への賛辞の中に混入されていたからである。そして本格の模擬弁論に対しては、次のような策略が巡らされた。彼が以前アジアにおいて論じた演題に『招かれざる同盟軍を辞退する者たち』というものがあった。この演題はすでに公刊されていたが、彼自身これで好評を博したことがあったため、これを暗記していたのである。ところが、フィラグロスは初めて出された演題には即興で弁ずるが、二度目の演題にはもはや即興を行わず、使い古された、あらかじめ自分が語ったことのある弁論を行うという風聞がヘロデスの取り巻きたちに伝わっていたため、彼らはこの『招かれざる同盟軍』の演題を彼に提示し、彼が即興で語っていると見せかけている最中に、その弁論の原稿を向こう側から朗読してみせたのである。聴講場が大きな騒擾と嘲笑に包まれると、フィラグロスは大声で叫び立て、自分の作品を語るのを妨げられるとは言語道断であると抗議したものの、すでに信じられていた非難を免れることはできなかった。さて、この事件はアグリッペイオンにおいて起きたが、彼は四日ほど間を置いたのち、ケラメイコスの門の傍ら、騎馬像から遠くない場所に建てられている工芸職人たちの評議堂へと赴いた。そこで彼は、デモステネスに対しては親ペルシアの罪を、アイスキネスに対しては親ピリッポスの罪を問うて告訴することを要求するアリストゲイトン(両者はこれらを巡って互いを告発し合っていた)に扮して極めて見事に論じていたが、激怒によってその発声は掻き消されてしまった。胆汁質の人々においては、生来、発声のための気息が声に翳りを投げかけるからである。こうしてのちに彼はローマの教座に就くこととなったが、アテナイにおいては、私が述べたような理由によって自らの名声を失ってしまったのであった。

§2.8.3

χαρακτὴρ τῶν τοῦ Φιλάγρου λόγων ὁ μὲν ἐν ταῖς διαλέξεσι τοιοῦτος· εἶτα οἴει ἥλιον ἑσπέρῳ φθονεῖν ἢ μέλειν αὐτῷ, εἴ τίς ἐστιν ἀστὴρ ἄλλος ἐν οὐρανῷ; οὐχ οὕτως ἔχει τὰ τοῦ μεγάλου τούτου πυρός. ἐμοὶ μὲν γὰρ δοκεῖ καὶ ποιητικῶς ἑκάστῳ διανέμειν, σοὶ μὲν ἄρκτον δίδωμι, λέγοντα, σοὶ δὲ μεσημβρίαν,  σοὶ δὲ ἑσπέραν, πάντες δὲ ἐν νυκτί, πάντες, ὅταν ἐγὼ μὴ βλέπωμαι· ἠέλιος δʼ ἀνόρουσε, λιπὼν περικαλλέα λίμνην καὶ ἀστέρες οὐδαμοῦ. τίνες δὲ καὶ οἱ τῆς μελέτης αὐτῷ ῥυθμοὶ ἦσαν, δηλώσει τὰ πρὸς τοὺς ἀκλήτους εἰρημένα, καὶ γὰρ καὶ χαίρειν αὐτοῖς ἐλέγετο· φίλε, τήμερόν σε τεθέαμαι καὶ τήμερον ἐν ὅπλοις καὶ μετὰ ξίφους μοι λαλεῖς καὶ τὴν ἀπὸ τῆς ἐκκλησίας μόνην οἶδα φιλίαν. ἄπιτε οὖν, ἄνδρες φίλοι, τοῦτο γὰρ ὑμῖν τηροῦμεν τοὔνομα, κἂν δεηθῶμέν ποτε συμμάχων, ἐφʼ ὑμᾶς πέμψομεν, εἴ ποτε δήπου.

フィラグロスの言論の特質は、予備演説においては以下のようなものである。 「ならばお前は、太陽が夕暮れの星を妬んだり、空に他の星が存在するかどうかを気にかけたりするとでも思うのか。この大いなる火の営みはそのようなものではない。私には、太陽が詩的に各々に割り振ってこう言っているように思われる。『お前には北天を与えよう、お前には南天を、お前には夕天を与えよう。皆、夜のうちに輝くがよい。皆、私が目に見えぬときに輝くがよい』と。しかし太陽が麗しい湖を去って躍り出れば、星々はどこにも見えなくなるのだ。」 また、模擬弁論における彼の文体のリズムがどのようなものであったかは、あの『招かれざる同盟軍』に対して語られた言葉が示してくれるであろう。彼はこの演説を自ら好んでいたとも言われている。 「友よ、私は今日初めてそなたを目にし、今日そなたは武装し、剣を帯びて私に語りかけてくるのだ。」 また、こうも述べている。 「私は民会を通じて結ばれる友誼しか知らぬ。去るがよい、友たる男たちよ。我らはそなたらのためにその名を保っておくのだから。もし我らがいつの日か同盟者を必要とすることがあれば、そなたらのもとへ使者を送ろう。もし万が一にもそのような日があるならばだが。」

§2.8.4

μέγεθος μὲν οὖν ὁ Φίλαγρος μετρίου μείων, τὴν δὲ ὀφρὺν πικρὸς καὶ τὸ ὄμμα ἕτοιμος καὶ ἐς ὀργὴν ἐκκληθῆναι πρόθυμος, καὶ τὸ ἐν αὐτῷ δύστροπον οὐδʼ αὐτὸς ἠγνόει· ἐρομένου γοῦν αὐτὸν ἑνὸς τῶν ἑταίρων, τί μαθὼν παιδοτροφίᾳ οὐ χαίροι,3 ὅτι ἔφη οὐδʼ ἐμαυτῷ χαίρω. ἀποθανεῖν δὲ αὐτὸν οἱ μὲν ἐν τῇ θαλάττῃ, οἱ δὲ ἐν Ἰταλίᾳ περὶ πρῶτον γῆρας.

フィラグロスの体躯は人並みより小柄で、眉根を険しく寄せ、眼光は鋭く、怒りへと駆り立てられやすかった。そして己のうちにある気難しさを彼自身も知らぬわけではなかった。現に仲間の一人から、何を思って子どもを育てようとしないのかと問われたさい、 「それは 私自身に対しても満足を覚えていないからだ」と答えたのである。彼の死については、海上で亡くなったとする者もいれば、初老の頃にイタリアで亡くなったとする者もいる。

構文注3 件
  1. 2.8.1ἐκφύλου δὲ αὐτὸν ῥήματος ὡς ἐν ὀργῇ διαφυγόντος

    独立属格構文(ἐκφύλου ῥήματος διαφυγόντος)の中に、他動詞 διαφεύγω(「〜から逃れる、口を衝いて出る」)の目的語となる人称代名詞対格 αὐτόν が組み込まれている構造。直訳すると「怒りのあまり奇矯な言葉が彼から逃れ出た(漏れ出た)とき」となり、続く主節の分詞 λαβόμενος(主語は Amphicles)がその言葉を捉えて攻撃したことを表す。

  2. 2.8.2ἐπισκοτοῦντος φύσει τοῖς ἐπιχόλοις τὴν φωνὴν τοῦ φωνητικοῦ πνεύματος

    独立属格構文。意味上の主語は τοῦ φωνητικοῦ πνεύματος(発声の気息)であり、分詞 ἐπισκοτοῦντος が対格 τὴν φωνήν(声を)を目的語に取り、与格 τοῖς ἐπιχόλοις(胆汁質の人々において)に係っている。直前の主節 ἐσβέσθη τὸ φθέγμα ὑπὸ τῆς χολῆς に対する生理学的な理由説明として挿入されている。

  3. 2.8.4τί μαθὼν παιδοτροφίᾳ οὐ χαίροι

    慣用表現「τί μαθών + 直説法/希求法」。「何を学んで」から転じて「何が動機で」「どういう了見で」「なぜ一体」という理由・動機を問い質す強い疑問表現。間接疑問文のため、主節の過去時制(ἐρομένου)に応じて希求法 χαίροι が用いられている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:2.8.1-2.8.4