- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:2.5.4
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
著者はアレクサンドロスの前演や実演の模範的言行録を引いてその文体の特徴と力量を示し、アンティオコスによる酷評や、師弟関係およびその死をめぐる諸説を概括する。
ἐπεὶ δὲ καὶ ἑτέρων σοφιστῶν ἀπομνημονεύματα παρεθέμην, δηλούσθω καὶ ὁ Ἀλέξανδρος ἐκ πλειόνων, οὐδὲ γὰρ ἐς πλῆρές πω τῆς ἑαυτοῦ δόξης ἀφῖκται παρὰ τοῖς Ἕλλησιν. ὡς μὲν δὴ σεμνῶς τε καὶ ξὺν ἡδονῇ διελέγετο, δηλοῦσι τῶν διαλέξεων αἵδε· Μαρσύας ἤρα Ὀλύμπου καὶ Ὄλυμπος τοῦ αὐλεῖν καὶ πάλιν Ἀραβία γῆ δένδρα πολλά, πεδία κατάσκια, γυμνὸν οὐδέν, φυτὰ ἡ γῆ, τὰ ἄνθη. οὐδὲ φύλλον Ἀράβιον ἐκβαλεῖς, οὐδὲ κάρφος ἀπορρίψεις οὐδὲν ἐκεῖ φυέν, τοσοῦτον ἡ γῆ περὶ τοὺς ἱδρῶτας εὐτυχεῖ. καὶ πάλιν ἀνὴρ πένης ἀπʼ Ἰωνίας, ἡ δὲ Ἰωνία Ἕλληνές εἰσιν οἰκήσαντες ἐν τῇ βαρβάρων. τὴν δὲ ἰδέαν ταύτην διατωθάζων ὁ Ἀντίοχος καὶ διαπτύων αὐτὸν ὡς τρυφῶντα ἐς τὴν τῶν ὀνομάτων ὥραν, παρελθὼν ἐς τὴν Ἀντιόχειαν διελέχθη ὧδε· Ἰωνίαι Λυδίαι Μαρσύαι μωρίαι, δότε προβλήματα. τὰ δὲ ἐν τῇ μελέτῃ πλεονεκτήματα δεδήλωται μὲν καὶ ἐπὶ τούτων, δηλούσθω δὲ καὶ ἐπʼ ἄλλων ὑποθέσεων· διεξιὼν μὲν γὰρ τὸν Περικλέα τὸν κελεύοντα ἔχεσθαι τοῦ πολέμου καὶ μετὰ τὸν χρησμόν, ἐν ᾧ καὶ καλούμενος καὶ ἄκλητος ὁ Πύθιος ἔφη τοῖς Λακεδαιμονίοις συμμαχήσειν, ὧδε ἀπήντησε τῷ χρησμῷ· ἀλλʼ ὑπισχνεῖταί, φησι, τοῖς Λακεδαιμονίοις βοηθήσειν ὁ Πύθιος· ψεύδεται· οὕτως αὐτοῖς καὶ Τεγέαν ἐπηγγείλατο. διεξιὼν δὲ τὸν ξυμβουλεύοντα τῷ Δαρείῳ ζεῦξαι τὸν Ἴστρον· ὑπορρείτω σοι ὁ Σκυθῶν Ἴστρος, κἂν εὔρους τὴν στρατιὰν διαγάγῃ, τίμησον αὐτὸν ἐξ αὐτοῦ πιών. τὸν δὲ Ἀρτάβαζον ἀγωνιζόμενος τὸν ἀπαγορεύοντα τῷ Ξέρξῃ μὴ τὸ δεύτερον στρατεύειν1 ἐπὶ τὴν Ἑλλάδα ὧδε ἐβραχυλόγησεν· τὰ μὲν δὴ Περσῶν τε καὶ Μήδων τοιαῦτά σοι, βασιλεῦ, κατὰ χώραν μένοντι, τὰ δὲ Ἑλλήνων γῆ λεπτὴ θάλαττα στενὴ καὶ ἄνδρες ἀπονενοημένοι καὶ θεοὶ βάσκανοι. τοὺς δὲ ἐν τοῖς πεδίοις νοσοῦντας ἐς τὰ ὄρη ἀνοικίζεσθαι πείθων ὧδε ἐφυσιολόγησεν· δοκεῖ δέ μοι καὶ ὁ τοῦ παντὸς δημιουργὸς τὰ μὲν πεδία, ὥσπερ ἀτιμότερα ὕλης, ῥῖψαι κάτω, ἐπαίρειν δὲ τὰ ὄρη, ὥσπερ ἀξιώματα. ταῦτα πρῶτα μὲν ἥλιος ἀσπάζεται, τελευταῖα δὲ ἀπολείπει. τίς οὐκ ἀγαπήσει τόπον μακροτέρας ἔχοντα τὰς ἡμέρας; Διδάσκαλοι τῷ Ἀλεξάνδρῳ ἐγένοντο Φαβωρῖνός τε καὶ Διονύσιος· ἀλλὰ Διονυσίου μὲν ἡμιμαθὴς ἀπῆλθε μεταπεμφθεὶς ὑπὸ τοῦ πατρὸς νοσοῦντος, ὅτε δὴ καὶ ἐτελεύτα, Φαβωρίνου δὲ γνησιώτατα ἠκροάσατο, παρʼ οὗ μάλιστα καὶ τὴν ὥραν τοῦ λόγου ἔσπασεν. τελευτῆσαι τὸν Ἀλέξανδρον οἱ μὲν ἐν Κελτοῖς φασιν ἔτι ἐπιστέλλοντα, οἱ δʼ ἐν Ἰταλίᾳ πεπαυμένον τοῦ ἐπιστέλλειν, καὶ οἱ μὲν ἑξηκοντούτην, οἱ δὲ καὶ οὔπω, καὶ οἱ μὲν ἐπὶ υἱῷ, οἱ δʼ ἐπὶ θυγατρί,2 ὑπὲρ ὧν οὐδὲν εὗρον λόγου ἄξιον.
私は他のソフィストたちの言行録も引いてきたのであるから、アレクサンドロスについてもより多くの例をもって明らかにされるべきである。というのも、彼はいまだギリシア人たちの間で自らの名声の全き高みに達していないからである。彼がいかに威厳をもって、かつ心地よさを添えて前演を語ったかは、以下の前演の一節が示している。 「マルシュアスはオリュンポスを愛し、オリュンポスは笛を吹くことを愛した。」 また別の箇所ではこうである。 「アラビアの地は、多くの木々、陰豊かな平野、むき出しのものは何もなく、大地は草木であり、花々である。アラビアの葉一枚たりとも投げ捨てることはなく、そこに生えたどんな木くずも投げ出すことはない。それほどまでにこの大地は、その滲み出る芳香の恵みに恵まれている。」 また別の箇所ではこうである。 「イオニアから来た貧しき男。そしてイオニアとは、異民族の地に住み着いたギリシア人たちのことである。」 この文体を冷笑し、言葉の若々しい華やかさに耽溺しているとして彼を唾棄したアンティオコスは、アンティオケイアに登壇した際、このように語った。 「イオニア、リュディア、マルシュアス、ナンセンスだ、課題を出せ。」 さて、彼の実演における卓越した力量はこれらによっても示されているが、他の演題においても明らかにされるべきであろう。すなわち、神託においてピューティオス(アポロン)が乞われても乞われずともスパルタ軍と同盟を結ぶであろうと告げた後でさえ、戦争を固守するよう勧告するペリクレスを演じた際、彼はその神託に対してこのように応酬した。 「『しかしピューティオスはスパルタ人に加勢することを約束している』と彼は言う。嘘である。神は彼らにテゲアをもそのように約束したのだ。」 また、ダレイオスにイストロス川に橋を架けるよう助言する人物を演じた際にはこう言った。 「スキタイ人のイストロス川がそなたの足元を流れるがよい。そしてもしこの川がそなたの軍勢を穏やかに渡らせるなら、その水を飲むことによって川を讃えよ。」 また、クセルクセスに対して二度目のギリシア遠征を行わないよう諫めるアルタバゾスを演じた際には、このように簡潔に語った。 「大王よ、自国に留まるそなたにとって、ペルシア人とメディア人の国勢はこのようなものであります。しかしギリシア人の国はといえば、痩せた土地、狭い海、絶望した男たち、そして嫉み深い神々しかおりません。」 また、平野で病に苦しむ人々を山へと移住するよう説得する際には、このように自然を論じた。 「私には、万物の創造主が、平野を木くずのように価値の低いものとして下へと投げ落とし、山々を尊厳ある存在のように高く引き上げたように思われる。山々をこそ、太陽は真っ先に迎え、最後に去っていくのである。誰が、より長い昼を持つ地を愛さずにいられようか。」 アレクサンドロスの師となったのはファウォリノスとディオニュシオスであった。しかしディオニュシオスの指導からは、病に倒れた父に呼び戻されて半ば学んだだけで去り、まさにその時に〔父も〕死去した。一方、ファウォリノスからは最も正統に教えを受け、特に弁論の若々しい華やかさを彼から吸収した。アレクサンドロスの死について、ある者たちは彼がケルト人の地でまだ書簡起草官を務めていた時であったと言い、他の者たちはイタリアで書簡起草官を辞めた後であったと言い、ある者たちは六十歳であったと言い、他の者たちはまだその年齢に達していなかったと言い、ある者たちは息子を遺して、他の者たちは娘を遺して世を去ったと言うが、これらについては記録に値するものを何も見出していない。
- 2.5.4ἀπαγορεύοντα τῷ Ξέρξῃ μὴ τὸ δεύτερον στρατεύειν
禁止・制止を表す動詞(ἀπαγορεύω)の補語となる不定詞節において、否定詞 μή が冗語的(pleonastic)に付加されている構文。「クセルクセスが二度目の遠征を行わないよう禁じる」の意であり、二重否定で肯定になるわけではない。
- 2.5.4καὶ οἱ μὲν ἐπὶ υἱῷ, οἱ δʼ ἐπὶ θυγατρί
前置詞 ἐπί +与格が、死に際して後に残される家族・遺族を表す慣用構文。「ある者は息子を遺して(死んだとし)、ある者は娘を遺して(死んだとする)」の意。動詞 τελευτῆσαι に係る付帯状況・結果を示す。
