← ピロストラトス

ソフィスト列伝

§2.4.1-2.4.2

アンティオコスの人柄と弁論の様式

名門の出で気性の激しかったソフィスト、アンティオコスの公職回避と市民への援助、アスクレピオスとの交感、そして彼の卓越した弁論様式および代表的な弁論主題と著述活動を概観する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.4.1

Ἀντίοχον δὲ τὸν σοφιστὴν αἱ Κιλίκων Αἰγαὶ ἤνεγκαν οὕτω τι εὐπατρίδην, ὡς νῦν ἔτι τὸ ἀπʼ αὐτοῦ γένος ὑπάτους εἶναι.1 αἰτίαν δὲ ἔχων δειλίας, ἐπεὶ μὴ παρῄει ἐς τὸν δῆμον, μηδὲ ἐς τὸ κοινὸν ἐπολίτευεν, οὐχ ὑμᾶς, εἶπεν ἀλλʼ ἐμαυτὸν δέδοικα, εἰδώς που τὴν ἑαυτοῦ χολὴν ἄκρατόν τε καὶ οὐ καθεκτὴν οὖσαν. ἀλλʼ ὅμως ὠφέλει τοὺς ἀστοὺς ἀπὸ τῆς οὐσίας, ὅ τι εἴη δυνατός, σῖτόν τε ἐπιδιδούς, ὁπότε τούτου δεομένους αἴσθοιτο, καὶ χρήματα ἐς τὰ πεπονηκότα τῶν ἔργων. τὰς δὲ πλείους τῶν νυκτῶν ἐς τὸ τοῦ Ἀσκληπιοῦ ἱερὸν ἀπεκάθευδεν ὑπέρ τε ὀνειράτων ὑπέρ τε ξυνουσίας, ὁπόση ἐγρηγορότων τε καὶ διαλεγομένων ἀλλήλοις, διελέγετο γὰρ αὐτῷ ἐγρηγορότι ὁ θεὸς καλὸν ἀγώνισμα ποιούμενος τῆς ἑαυτοῦ τέχνης τὸ τὰς νόσους ἐρύκειν τοῦ Ἀντιόχου.

ソフィストのアンティオコスを生んだのはキリキアのアイガイであるが、彼はその血筋から今なお執政官が出ているほどの高貴な家柄の出身であった。彼が民会に出ず公職にも就かなかったことで臆病であるとの非難を受けた際、「恐れているのは諸君ではなく、自分自身なのだ」と答えたが、これは自身の激越な気性が抑制の利かないものであることを自覚していたからにほかならない。それでもなお、彼はできるかぎり私財を投じて市民たちを助け、必要としていると気づけばいつでも穀物を給付し、破損した建造物には資金を提供した。また、彼は夜の大半をアスクレピオスの神域で過ごして眠りについたが、それは夢枕の告託のためだけでなく、覚醒して互いに語り合う交わりのためでもあった。というのも、神はアンティオコスの諸々の病を払いのけることを自らの医術の輝かしい腕前と見なし、目覚めている彼と言葉を交わしていたからである。

§2.4.2

ἀκροατὴς ὁ Ἀντίοχος ἐν παισὶ μὲν Δαρδάνου τοῦ Ἀσσυρίου, προιὼν δὲ ἐς τὰ μειράκια Διονυσίου ἐγένετο τοῦ Μιλησίου κατέχοντος ἤδη τὴν Ἐφεσίων. διελέγετο μὲν οὖν οὐκ ἐπιτηδείως — φρονιμώτατος δʼ ἀνθρώπων γενόμενος διέβαλλεν αὐτὸ ὡς μειρακιῶδες, ἵνα ὑπερεωρακὼς αὐτοῦ μᾶλλον ἢ ἀπολειπόμενος φαίνοιτο — τὰ δὲ ἀμφὶ μελέτην ἐλλογιμώτατος· ἀσφαλὴς μὲν γὰρ ἐν ταῖς κατὰ σχῆμα προηγμέναις τῶν ὑποθέσεων, σφοδρὸς δὲ ἐν ταῖς κατηγορίαις καὶ ἐπιφοραῖς, εὐπρεπὴς δὲ τὰς ἀπολογίας καὶ τῷ ἠθικῷ ἰσχύων, καὶ καθάπαξ τὴν ἰδέαν τοῦ λόγου δικανικῆς μὲν σοφιστικώτερος, σοφιστικῆς δὲ δικανικώτερος. καὶ τὰ πάθη ἄριστα σοφιστῶν μετεχειρίσατο, οὐ γὰρ μονῳδίας ἀπεμήκυνεν, οὐδὲ θρήνους ὑποκειμένους, ἀλλʼ ἐβραχυλόγει αὐτὰ ξὺν διανοίαις λόγου κρείττοσιν, ὡς ἔκ τε τῶν ἄλλων ὑποθέσεων δηλοῦται καὶ μάλιστα ἐκ τῶνδε· κόρη  βιασθεῖσα θάνατον ᾕρηται τοῦ βιασαμένου· μετὰ ταῦτα γέγονε παιδίον ἐκ τῆς βίας καὶ διαμιλλῶνται οἱ πάπποι, παρʼ ὁποτέρῳ τρέφοιτο τὸ παιδίον. ἀγωνιζόμενος οὖν ὑπὲρ τοῦ πρὸς πατρὸς πάππου ἀπόδος ἔφη τὸ παιδίον, ἀπόδος ἤδη, πρὶν γεύσηται μητρῴου γάλακτος. ἡ δὲ ἑτέρα ὑπόθεσις τοιαύτη· τύραννον καταθέμενον τὴν ἀρχὴν ἐπὶ τῷ ἐκλελύσθαι2 ἀπέκτεινέ τις εὐνοῦχος ὑπʼ αὐτοῦ γεγονὼς καὶ ἀπολογεῖται ὑπὲρ τοῦ φόνου. ἐνταῦθα τὸ μάλιστα ἐρρωμένον τῆς κατηγορίας τὸν περὶ τῶν σπονδῶν λόγον ἀπεώσατο3 περίνοιαν ἐγκαταμίξας τῷ πάθει· τίσι γὰρ ἔφη ταῦτα ὡμολόγησε; παισὶ γυναίοις μειρακίοις πρεσβύταις ἀνδράσιν· ἐγὼ δὲ ὄνομα ἐν ταῖς συνθήκαις οὐκ ἔχω. ἄριστα δὲ καὶ ὑπὲρ τῶν Κρητῶν ἀπολελόγηται τῶν κρινομένων ἐπὶ τῷ τοῦ Διὸς σήματι φυσιολογίᾳ τε καὶ θεολογίᾳ πάσῃ ἐναγωνισάμενος λαμπρῶς. τὰς μὲν οὖν μελέτας αὐτοσχεδίους ἐποιεῖτο, ἔμελε δὲ αὐτῷ καὶ φροντισμάτων, ὡς ἕτερά τε δηλοῖ τῶν ἐκείνου καὶ μάλιστα ἡ ἱστορία, ἐπίδειξιν γὰρ ἐν αὐτῇ πεποίηται λέξεώς τε καὶ ῥητορείας, ἐσποιῶν ἑαυτὸν καὶ τῷ φιλοκαλεῖν. περὶ δὲ τῆς τελευτῆς τοῦ ἀνδρός, οἱ μὲν ἑβδομηκοντούτην τεθνάναι αὐτόν, οἱ δὲ οὔπω, καὶ οἱ μὲν οἴκοι, οἱ δὲ ἑτέρωθι.4

アンティオコスは、少年の頃にはアッシリア人ダルダノスの講を聴き、若年に至るとエフェソスを席巻していたミレトス人ディオニュシオスの門人となった。彼は日常の対話を巧みには行えなかった――もっとも、極めて機知に富む人物であったため、欠けているというよりは見下しているように見せようと、対話を青臭いものとして非難していたのである――が、演習弁論に関しては極めて傑出していた。すなわち、暗喩・婉曲を用いた想定主題において堅実であり、告発や論駁においては激越であり、弁明においては品格を備えて性格描写に秀でており、その弁論様式は一言で言えば、法廷弁論としてはよりソフィスト風であり、ソフィスト弁論としてはより法廷風であった。感情の扱いにおいてもソフィスト中最上であり、一人語りの悲哀劇を長引かせたり、卑屈な哀哭を連ねたりせず、言説を超える深い想いを込めてそれらを簡潔に表現した。このことは他の想定主題からも明らかであるが、とりわけ以下のものから窺い知れる。辱められた娘が、手込めの主の死刑を選んだ。その後、その暴行によって子が生まれ、父方と母方の祖父がその子をどちらのもとで育てるべきかを巡って争う。そこで、父方の祖父のために弁論し、彼はこう述べた。「その子を返せ、今すぐ返せ、母の乳を味わう前に」。 また別の想定主題は次のようなものである。追及を免除されるという条件のもとで権力を放棄した僭主を、かつて彼によって去勢されたある宦官が殺害し、その殺人について自己を弁護する。ここで彼は、告発の最も強固な論拠である協定に関する議論を、感情に深い思慮を交錯させることで斥け、こう述べた。「彼はこれらを誰に対して約束したのか。少年たち、女たち、若者たち、老人たち、成人男子たちに対してである。だが私には協定の中に名がない」。 また、ゼウスの墓の件で裁きを受けていたクレタ人たちの弁護も見事に行い、自然学とあらゆる神学を駆使して華々しく論じた。彼は演習弁論を即興で行ったが、推敲された著作にも意を注いだ。そのことは彼の他の著作、とりわけその『歴史』が明示しており、彼はその中で語彙と修辞の巧みさを誇示し、美の探求にも自らを参入させている。この男の最期については、七十歳で死んだという者もいれば、まだそこまでは達していなかったという者もおり、故郷で死んだという者もいれば、他国で死んだという者もいる。

構文注4 件
  1. 2.4.1οὕτω τι εὐπατρίδην, ὡς νῦν ἔτι τὸ ἀπʼ αὐτοῦ γένος ὑπάτους εἶναι

    結果節(ὡς+不定詞構文)。相関副詞 οὕτω(ς) に呼応する ὡς が対格不定詞構文(主語 τὸ ἀπʼ αὐτοῦ γένος、補語 ὑπάτους、動詞 εἶναι)を導いている。述語名詞 ὑπάτους は複数形であり、直訳すれば「彼からの家系が執政官たちであるほどに」、すなわち後代に至るまで一族から複数人の執政官が輩出され続けていることを意味する。

  2. 2.4.2ἐπὶ τῷ ἐκλελύσθαι

    前置詞 ἐπί が冠詞付き完了受動相不定詞の与格形(τῷ ἐκλελύσθαι)を支配し、「〜という条件で」という約定・条件の用法を表す。動詞 ἐκλύω は受動相で法的責任や訴追・処罰からの「放免」「免責」を意味し、僭主が身の安全・不処罰を条件に退位した状況を端的に指す。

  3. 2.4.2τὸ μάλιστα ἐρρωμένον τῆς κατηγορίας τὸν περὶ τῶν σπονδῶν λόγον ἀπεώσατο

    文の主語は省略されたアンティオコスで、動詞は ἀπεώσατο(斥けた)。直接目的語として中性分詞の名詞化表現 τὸ μάλιστα ἐρρωμένον(最も強力な部分)が置かれ、これに部分の属格 τῆς κατηγορίας(告発の)が係り、さらに同格として対格句 τὸν περὶ τῶν σπονδῶν λόγον(協定に関する議論を)が添えられている。

  4. 2.4.2οἱ μὲν ἑβδομηκοντούτην τεθνάναι αὐτόν, οἱ δὲ οὔπω, καὶ οἱ μὲν οἴκοι, οἱ δὲ ἑτέρωθι

    伝聞・主張を表す動詞(λέγουσι や φασί 等)の省略による簡潔な省略構文(brachylogy)。対格不定詞構文(αὐτὸν τεθνάναι)が後続の対比句 οἱ δὲ οὔπω([まだ七十歳になっていないうちに死んだと])および副詞句 οἱ μὲν οἴκοι, οἱ δὲ ἑτέρωθι([故郷で/他国で死んだと])に共通の骨格として補われる。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:2.4.1-2.4.2