← ピロストラトス

ソフィスト列伝

§2.29.1

キュリノスの弁論と国庫代理人としての清貧

ニコマディア出身のソフィストであるキュリノスの弁論様式、国庫代理人としての職務、清貧と温厚さを保った人格、告発人たちや息子の死に対する発言、師ハドリアノスへの態度と生涯の終焉が語られる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.29.1

Κυρίνῳ δὲ τῷ σοφιστῇ πατρὶς μὲν Νικομήδεια ἐγένετο, γένος δὲ οὔτε εὐδόκιμον οὔτε αὖ κατεγνωσμένον, ἀλλὰ φύσις ἀγαθὴ παραλαβεῖν μαθήματα καὶ παραδοῦναι βελτίων,1 οὐ γὰρ μνήμην μόνον, ἀλλὰ καὶ σαφήνειαν ἤσκει. κομματίας ὁ σοφιστὴς οὗτος καὶ περὶ μὲν τὰ θετικὰ τῶν χωρίων οὐ πολύς, ἐρρωμένος μὴν καὶ σφοδρὸς καὶ κατασεῖσαι δεινὸς ἀκροατοῦ ὦτα, καὶ γὰρ δὴ καὶ ἀπεσχεδίαζεν, προσφυέστερος δὲ ταῖς κατηγορίαις δοκῶν ἐπιστεύθη ἐκ βασιλέως τὴν τοῦ ταμιείου γλῶτταν,2 καὶ παρελθὼν ἐς τὸ δυνηθῆναί τι οὔτε βαρὺς οὔτε ἀλαζὼν ἔδοξεν, ἀλλὰ πρᾷός τε καὶ ἑαυτῷ ὅμοιος, οὔτε ἐρασιχρήματος, ἀλλʼ ὥσπερ τὸν Ἀριστείδην Ἀθηναῖοι ᾅδουσι μετὰ τὴν ἐπίταξιν τῶν φόρων καὶ τὰς νήσους ἐπανελθεῖν σφισιν ἐν τῷ προτέρῳ τρίβωνι, οὕτω καὶ ὁ Κυρῖνος ἀφίκετο ἐς τὰ ἑαυτοῦ ἤθη πενίᾳ σεμνυνόμενος. αἰτιωμένων δὲ αὐτὸν τῶν κατὰ τὴν Ἀσίαν ἐνδεικτῶν, ὡς πρᾳότερον περὶ τὰς κατηγορίας ἢ  αὐτοὶ διδάσκουσιν καὶ μὴν καὶ πολλῷ βέλτιον εἶπεν ὑμᾶς λαβεῖν τὴν ἐμὴν πρᾳότητα ἢ ἐμὲ τὴν ὑμετέραν ὠμότητα. ἐνδειξάντων δὲ αὐτῶν καὶ πόλιν οὐ μεγάλην ἐπὶ πολλαῖς μυριάσιν ἐκράτει μὲν ὁ Κυρῖνος τὴν δίκην ἄκων μάλα,3 προσιόντες δὲ αὐτῷ οἱ ἐνδεῖκται αὕτη σε ἔφασαν ἡ δίκη ἀρεῖ μέγαν παρελθοῦσα ἐς τὰ τοῦ βασιλέως ὦτα. καὶ ὁ Κυρῖνος οὐκ ἐμοὶ πρέπον, ἔφη ἀλλʼ ὑμῖν ἐπὶ τῷ πόλιν ἀοίκητον εἰργάσθαι τιμᾶσθαι. ἐπὶ δὲ υἱῷ τελευτήσαντι παραμυθουμένων αὐτὸν τῶν προσηκόντων πότε εἶπεν ἀνὴρ ἢ νῦν δόξω;4 Ἀδριανοῦ δὲ ἀκροατὴς γενόμενος οὐ πᾶσιν ὡμολόγει τοῖς ἐκείνου, ἀλλʼ ἔστιν ἃ καὶ διέγραφεν οὐκ ὀρθῶς εἰρημένα. τέρμα δὲ αὐτῷ τοῦ βίου ἔτος ἑβδομηκοστὸν καὶ τὸ σῆμα οἴκοι.

弁論家キュリノスにとっては、故郷はニコメディアであり、家柄は名門でもなければ、また卑しいわけでもなかったが、学問を受け取るにも優れ、教え伝えるにはそれ以上に優れた天分を備えていた。というのも彼は記憶力だけでなく、明晰さをも鍛錬していたからである。この弁論家は簡潔な文体を好み、一般的な論題の扱いにおいては豊かではなかったものの、力強く激烈で、聴衆の耳を揺さぶることに巧みであり、さらに実際、即興でも弁じた。しかし告発に向いていると見なされたため、皇帝から国庫代理人の職務(「国庫の舌」)を委ねられた。そして権力を持つ立場に至りながらも、傲慢にも高慢にも見えず、温厚で以前の自分と変わらず、金銭を愛することもなかった。むしろアテナイ人たちがアリステイデスについて、貢納金の査定と島々への巡歴ののち、かつてと同じ粗衣をまとって帰国したと語り伝えているように、キュリノスもまた清貧を誇りとして自らの故郷に帰ったのである。アジア州の告発人たちが、彼が告発にあたって自分たちの教示するよりも寛大すぎると非難した際、彼は言った。 「いやそれどころか、諸君が私の温厚さを受け入れる方が、私が諸君の残忍さを受け入れるよりもはるかに勝っている。」 また、彼らがさほど大きくない都市を数万ドラクマの支払いを求めて告発し、キュリノスが甚だ不本意ながらその訴訟に勝訴した時、告発人たちは彼に近づいてこう言った。 「この勝訴は皇帝のお耳に達した暁には、あなたを偉大な者へと引き上げるでしょう。」 するとキュリノスは言った。 「都市を無人にしてしまったことで名誉を受けるのは、私にふさわしいことではなく、諸君にふさわしいことだ。」 さらに、息子が世を去って親族たちが彼を慰めていたとき、彼は言った。 「今でなくて、いったい何時になれば私が真の男子と認められるというのか。」 彼はハドリアノスの聴講者となったが、彼の教説すべてに同意したわけではなく、正しく述べられていないとして退けたものもあった。彼の生涯の終わりは七十歳であり、墓は故郷にある。

構文注4 件
  1. 2.29.1ἀλλὰ φύσις ἀγαθὴ παραλαβεῖν μαθήματα καὶ παραδοῦναι βελτίων

    動詞 ἐγένετο(前文の ἐγένετο αὐτῷ からの補完)を述語として、ἀλλὰ φύσις [αὐτῷ ἐγένετο] と補って読む。不定詞 παραλαβεῖν および παραδοῦναι は形容詞 ἀγαθή, βελτίων にかかる限定の不定詞(epexegetical infinitive)であり、「学ぶ(習得する)ことにおいて優れ、教える(引き渡す)ことにおいてはさらに優れている」の意をなす。

  2. 2.29.1τὴν τοῦ ταμιείου γλῶτταν

    ἐπιστεύθη の直接目的語(保持対格)。受動態動詞 ἐπιστεύθη(「委ねられた」)が与格支配能動構文(πιστεύω τινί τι)の受動形であるため、事物の対格(職務を表す換喩的表現)が対格のまま残っている。ラテン語の advocatus fisci(皇帝財政・国庫の弁護人)に相当する職掌の比喩的表現。

  3. 2.29.1ἐκράτει μὲν ὁ Κυρῖνος τὴν δίκην ἄκων μάλα

    κρατέω は属格を支配するのが普通だが、訴訟(δίκη)を目的語とする場合、同格・内面目的語的に対格を取り「訴訟に勝つ(勝訴を勝ち取る)」の意味となる。ἄκων μάλα(「甚だ気が進まないまま」)は主語キュリノスの心理的様態を表す述語的形容詞。

  4. 2.29.1πότε ... ἀνὴρ ἢ νῦν δόξω;

    πότε ... ἢ νῦν の構文で、「今でなくていつ…か(今こそ…すべきである)」という反語的疑問文を構成する。ἀνήρ は単に「男性」ではなく、「動揺せず逆境に耐える真の男子、大徳ある人」を指す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:2.29.1