← ピロストラトス

ソフィスト列伝

§2.27.1-2.27.3

ヒッポドロモスの家柄と審判および温厚な人柄

テッサリアのソフィストであるヒッポドロモスについて、その家柄やピュティア祭での公正な審判、同時代人や若き後進たちに対する温厚で度量の大きい人柄を物語る逸話が紹介される。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.27.1

μὴ δεύτερα τῶν προειρημένων σοφιστῶν μηδὲ Ἱππόδρομόν τις ἡγείσθω1 τὸν Θετταλὸν, τῶν μὲν γὰρ βελτίων φαίνεται, τῶν δὲ οὐκ οἶδα ὅ τι λείπεται. ἱπποδρόμῳ τοίνυν πατρὶς μὲν ἦν Λάρισσα πόλις εὖ πράττουσα ἐν Θετταλοῖς, πατὴρ δὲ Ὀλυμπιόδωρος παρελθὼν ἱπποτροφίᾳ Θετταλοὺς πάντας.

誰もテッサリアのヒッポドロモスを、前述のソフィストたちより劣るものと見なしてはならない。ある者たちよりは優れているように思われ、他の者たちに対しても何において劣っているのか私には分からないからである。ヒッポドロモスにとって故郷はテッサリアの繁栄する都市ラリサであり、父は馬の飼育においてすべてのテッサリア人を凌駕したオリンピオドロスであった。

§2.27.2

μεγάλου δὲ ἐν Θετταλίᾳ δοκοῦντος τοῦ καὶ ἅπαξ προστῆναι τῶν Πυθίων ὁ Ἱππόδρομος προέστη δὶς τῶν Πυθικῶν ἄθλων, πλούτῳ τε ὑπερήνεγκε τοὺς ἄνω καὶ κόσμῳ τῷ περὶ τὸν ἀγῶνα καὶ μεγέθει γνώμης καὶ δικαιότητι βραβευούσῃ τὸ εὐθύ. τὸ γοῦν περὶ τὸν τῆς τραγῳδίας ὑποκριτὴν ὑπʼ αὐτοῦ πραχθὲν οὐδὲ ὑπερβολὴν ἑτέρῳ καταλέλοιπε δικαιότητός τε καὶ γνώμης· Κλήμης γὰρ ὁ Βυζάντιος τραγῳδίας ὑποκριτὴς ἦν μὲν οἷος οὔπω τις τὴν τέχνην, νικῶν δὲ κατὰ τοὺς χρόνους, οὓς τὸ Βυζάντιον ἐπολιορκεῖτο, ἀπῄει ἁμαρτάνων τῆς νίκης, ὡς μὴ δοκοίη διʼ ἑνὸς ἀνδρὸς κηρύττεσθαι πόλις ὅπλα ἐπὶ Ῥωμαίους ἠρμένη. ἄριστα δὲ αὐτὸν ἀγωνισάμενον κἀν τοῖς Ἀμφικτυονικοῖς ἄθλοις οἱ μὲν Ἀμφικτύονες  ἀπεψηφίζοντο τῆς νίκης2 δέει τῆς προειρημένης αἰτίας, ἀναπηδήσας δὲ ξὺν ὁρμῇ ὁ Ἱππόδρομος οὗτοι μὲν εἶπεν ἐρρώσθων ἐπιορκοῦντές τε καὶ παραγιγνώσκοντες τοῦ δικαίου, ἐγὼ δὲ Κλήμεντι τὴν νικῶσαν δίδωμι. ἐφέντος δὲ θατέρου τῶν ὑποκριτῶν ἐπὶ τὸν βασιλέα, ηὐδοκίμησε πάλιν ἡ τοῦ Ἱπποδρόμου ψῆφος, καὶ γὰρ δὴ καὶ ἐπὶ τῆς Ῥώμης ἐνίκα ὁ Βυζάντιος.

テッサリアではピュティア祭を一度でも主宰することが大いなる名誉と見なされていたが、ヒッポドロモスは二度にわたってピュティアの競技会を主宰し、富においても、競技会にまつわる華麗さにおいても、思慮の大きさにおいても、また正しさを重んじる審判の公正さにおいても先人たちを凌駕した。実際、彼が悲劇俳優に関して行ったことは、公正さと思慮において他者に超克の余地を残さなかった。というのも、ビザンティオンの悲劇俳優クレメンスは、その技芸において未だかつてないほどの名優であったが、ビザンティオンが包囲されていた時期に勝利を収めながらも、ローマ人に武器をとった都市が一人の男を通じて布告されると見なされぬようにと、勝利を得られずに立ち去っていたのである。アンフィクティオンの競技祭においても彼が最も見事に競い合ったのに、アンフィクティオン会議の面々は前述の理由を恐れて彼の勝利を否決しようとした。するとヒッポドロモスは勢いよく立ち上がり、こう言った。 「この者たちは誓いを破り正義を踏みにじって勝手にしているがよい。私はクレメンスに勝利の票を与える。」 もう一方の俳優が皇帝へと上訴した際にも、ヒッポドロモスの判定は再び是認された。実際、このビザンティオンの俳優はローマにおいても勝利を収めたのである。

§2.27.3

τοιοῦτος δὲ ὢν ἐς τὰ πλήθη θαυμασίᾳ πρᾳότητι ἐπὶ τὰς ἐπιδείξεις ἐχρῆτο· παραλαβὼν γὰρ τὴν τέχνην φίλαυτόν τε καὶ ἀλαζόνα οὔτε ἐς ἔπαινον ἑαυτοῦ κατέστη ποτὲ καὶ ἐπέκοπτε τὰς ὑπερβολὰς τῶν ἐπαίνων· βοώντων γοῦν ἐπʼ αὐτῷ ποτε τῶν Ἑλλήνων πολλὰ καὶ εὔφημα καί που καὶ τῷ Πολέμωνι ὁμοιούντων αὐτὸν τί μʼ ἀθανάτοισιν ἐίσκεις; ἔφη, οὔτε τὸν Πολέμωνα ἀφελόμενος τὸ νομίζεσθαι θεῖον ἄνδρα, οὔτε ἑαυτῷ διδοὺς τὸ τοιούτῳ ὁμοιοῦσθαι. Πρόκλου δὲ τοῦ Ναυκρατίτου πομπείαν οὐ πρεσβευτικὴν ξυνθέντος ἐπὶ πάντας τοὺς παιδεύοντας Ἀθήνησι καὶ τὸν Ἱππόδρομον ἐγκαταλέξαντος τῷ λοιδορησμῷ τούτῳ ἡμεῖς μὲν ᾠόμεθα λόγου ἀκροάσασθαι πρὸς τὴν τῶν εἰρημένων ἠχὼ ξυγκειμένου, ὁ δὲ οὐδὲν εἰπὼν φλαῦρον ἔπαινον εὐφημίας διεξῆλθεν, ἀρξάμενος ἀπὸ τοῦ ταὼ τοῦ ὄρνιθος ὡς ἀναπτεροῦντος αὐτὸν τοῦ ἐπαίνου. ὧδε μὲν δὴ διέκειτο πρὸς τοὺς ἑαυτοῦ πρεσβυτέρους καὶ χρόνῳ πολλῷ τε καὶ οὐ πολλῷ προειληφότας, ὡς δὲ καὶ πρὸς τοὺς ἰσήλικας εἶχεν, ὑπάρχει μαθεῖν ἐκ τῶνδε· νεανίας ἀπʼ Ἰωνίας ἥκων Ἀθήναζε διῄει ἐπαίνους τοῦ Ἡρακλείδου πέρα ἀχθηδόνος· ἰδὼν οὖν αὐτὸν ὁ Ἱππόδρομος ἐν τῇ ἀκροάσει ὁ νεανίας οὗτος ἔφη ἐρᾷ τοῦ ἑαυτοῦ διδασκάλου. καλὸν οὖν ξυλλαβεῖν αὐτῷ τῶν παιδικῶν· καὶ γὰρ ἂν καὶ ξὺν ἑρμαίῳ ἀπέλθοι μαθὼν ἐγκωμιάζειν. καὶ εἰπὼν ταῦτα ἔπαινον τοῦ Ἡρακλείδου διῆλθεν, οἷος ἐπʼ αὐτῷ οὔπω εἴρηται. τὰ δὲ ἐπὶ Διοδότῳ τῷ Καππαδόκῃ δάκρυα καὶ τὸ ἐσθῆτα μέλαιναν ἐπʼ αὐτῷ ἐνδῦναι φύσιν μὲν παρεσχημένῳ μελέτῃ ἐπιτηδείαν, ἐφήβῳ δὲ ἀποθανόντι πατέρα τοῦ Ἑλληνικοῦ ἐκήρυξε τὸν Ἱππόδρομον καὶ περιωπὴν ἔχοντα τοῦ καὶ μεθʼ ἑαυτὸν γενέσθαι τινὰς ἀριπρεπεῖς ἄνδρας. τουτὶ δὲ μάλιστα ἐν Ὀλυμπίᾳ ἐδήλωσεν· Φιλοστράτῳ γὰρ τῷ Λημνίῳ γνωρίμῳ μὲν ἑαυτοῦ ὄντι, δύο δὲ καὶ εἴκοσιν ἔτη γεγονότι ἀναρριπτοῦντί τινα αὐτοσχέδιον πλεῖστα μὲν ἐνέδωκε τῇ τέχνῃ τῶν ἐπαίνων, ὧν τε εἰπεῖν ἔδει καὶ μή, ἀξιούσης δὲ καὶ τὸν Ἱππόδρομον τῆς Ἑλλάδος αὐτίκα παριέναι, οὐκ ἐπαποδύσομαι ἔφη τοῖς ἐμαυτοῦ σπλάγχνοις.3 καὶ εἰπὼν ταῦτα ἀνεβάλετο τὴν ἀκρόασιν ἐπὶ τὴν τῆς θυσίας ἡμέραν. ταῦτα μὲν οὖν ἐχέτω μοι δήλωσιν ἀνδρὸς πεπαιδευμένου φιλανθρώπου τε καὶ πρᾴου τὸ ἦθος.

大衆に対してこのように毅然たる態度をとる一方で、彼は演説の披露においては驚くほどの温厚さを示した。というのも、自惚れと尊大さに満ちたこの技芸を受け継ぎながらも、彼は自らへの称賛に走ることが決してなく、行き過ぎた称賛を押しとどめたからである。かつてギリシア人たちが彼に向かって数多くの吉兆の言葉を叫び、彼をかのポレモンに比したときでさえ、「何ゆえ汝は我を不死なる神々に等しとするのか」と彼は言った。これはポレモンから神的な人物と見なされる栄誉を奪うこともなく、また自らにそのような人物と同一視される資格を与えることもなかったのである。また、ナウクラティスのプロクロスが、アテナイで教鞭を執るすべての人々に対して長老にふさわしからぬ悪口雑言を連ね、その嘲弄の中にヒッポドロモスをも含めたとき、私たちはその言葉の反響に応じた演説を聴くことになるのだろうと思っていたが、彼は悪口を何一つ口にせず、孔雀という鳥から始めて、称賛がその羽を立ち上がらせるものだとして、善き言葉の称賛を語り尽くしたのである。大いに、あるいは僅かに先達であった年長者たちに対して彼はこのように接したが、同輩たちに対してどのように振る舞ったかは、次のことから知ることができる。イオニアからアテナイにやって来たある若者が、煩わしいほど過度にヘラクレイデスの称賛を語り連ねていた。そこでヒッポドロモスは聴講の席で彼を見て、こう言った。 「この若者は自らの師を愛しているのだ。ならば彼の恋のために助力してやるのがよい。そうすれば彼も称賛の仕方を学んで、思わぬ拾い物を得て立ち去るであろうから。」 そしてこう言うと、ヘラクレイデスに対して未だかつて語られたことのないほどの称賛を述べたのである。また、カッパドキアのディオドトス――弁論の練習に適した天分を示しながら若くして死んだ若者――のために涙を流し、黒い喪服をまとったことは、ヒッポドロモスがギリシア世界の父であり、自らの後にも傑出した男たちが現れるよう心を配っていた人物であることを天下に示した。そしてこのことを彼はとりわけオリンピアにおいて明らかにした。彼の知己であり二十二歳であったレムノス島のフィロストラトスが即興演説を試みたとき、賛辞の技芸において、言うべきことについても言うべきでないことについても非常に多くのことを〔彼に〕授けた。そして全ギリシアがヒッポドロモス自身も直ちに演壇に立つことを求めたとき、彼は言った。 「私は自分自身の血肉に対抗して服を脱ぐつもりはない。」 こう言って、彼は公開演説を犠牲祭の日へと延期したのである。これらは私にとって、教養を備え、人道を重んじ、温厚な人柄の男の証左として受け取られるべきであろう。

構文注3 件
  1. 2.27.1μὴ δεύτερα τῶν προειρημένων σοφιστῶν μηδὲ Ἱππόδρομόν τις ἡγείσθω

    禁止の用法で否定辞 μὴ と3人称命令法現在 ἡγείσθω が組み合わされている。δεύτερα は副詞的、あるいは述語対格(「第二位にあるもの/劣るもの」)として機能し、後続の τῶν προειρημένων σοφιστῶν は比較を表す属格である。二重否定 μηδὲ... μηδὲ ではなく μὴ... μηδέ... の連続により、前章で扱われた人物群に引き続いてヒッポドロモスもまた例外ではないことが強調されている。

  2. 2.27.2ἀπεψηφίζοντο τῆς νίκης

    動詞 ἀποψηφίζομαι は属格をとって「投票によって〜を奪う、〜を否決する」を意味する(分離の属格 τῆς νίκης)。直説法未完了過去 ἀπεψηφίζοντο は企図の未完了(conative imperfect)として「勝利を否決しようとしていた」と解釈するのが、直後にヒッポドロモスが介入して決定を覆す文脈に合致する。

  3. 2.27.3οὐκ ἐπαποδύσομαι τοῖς ἐμαυτοῦ σπλάγχνοις

    動詞 ἐπαποδύομαι は与格(τοῖς ἐμαυτοῦ σπλάγχνοις)を伴い、「〜に対抗して服を脱ぐ(=競技に挑む・敵対する)」という闘技・格闘技の比喩。名詞 τὰ σπλάγχνα(内臓)は情愛の座であり、ここでは自らの愛弟子あるいは我が子同然の若者を指す。「自分の愛弟子・肉親を相手に対決するつもりはない」という機知と情愛を含んだ辞退の表現。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:2.27.1-2.27.3