← ピロストラトス

ソフィスト列伝

§2.21.1-2.21.3

ナウクラティスのプロクロスの生涯と講義規則

ピロストラトスは自身の師であるナウクラティスのプロクロスを取り上げ、エジプトからの移住、富と気前の良さ、家庭内の逸話、そしてアテナイでの独特な演習弁論の教授規則を記録する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.21.1

ἀναγράψω καὶ Πρόκλον τὸν Ναυκρατίτην εἰδὼς εὖ τὸν ἄνδρα, καὶ γὰρ δὴ καὶ τῶν ἐμῶν διδασκάλων εἷς οὗτος. Πρόκλος τοίνυν ἦν μὲν τῶν οὐκ ἀφανῶν κατʼ Αἴγυπτον, στασιάζουσαν δὲ ἰδὼν τὴν Ναύκρατιν καὶ παρὰ τὰ ἤθη πολιτεύοντας τὴν Ἀθήνησιν ἡσυχίαν ἠσπάσατο καὶ ὑπεκπλεύσας ἐκεῖ ἔζη πολλὰ μὲν ἀγαγὼν χρήματα, πολλοὺς δὲ οἰκέτας καὶ τὴν ἄλλην κατασκευὴν μεγαλοπρεπῶς κεκοσμημένην. εὖ δὲ ἀκούων Ἀθήνησι καὶ τὸν ἐν μειρακίῳ χρόνον ηὐδοκίμησε πολλῷ μᾶλλον ἀνὴρ γενόμενος, πρῶτον μὲν ἐπὶ τῇ τοῦ βίου αἱρέσει, ἔπειτα, οἶμαι, καὶ ἐπὶ εὐεργετήματι γενομένῳ μὲν περὶ ἕνα Ἀθηναῖον, δήλωσιν δὲ παρασχομένῳ χρηστοῦ ἤθους· ἐς γὰρ τὸν Πειραιᾶ ἐσπλεύσας ἤρετό τινα τῶν αὐτόθεν, εἰ ὁ δεῖνα καλῶς Ἀθήνησι ζῇ καὶ εὖ πράττει, ἠρώτα δὲ ταῦτα ὑπὲρ τοῦ ξένου, ᾧ προσέμιξεν Ἀθήνησι νέος ὤν, ὅτε δὴ καὶ Ἀδριανῷ ἐφοίτα. μαθὼν δὲ αὐτὸν εἶναί τε καὶ ζῆν, ἐκπεσεῖσθαι δὲ αὐτίκα τῆς οἰκίας διακηρυττομένης ἐπʼ ἀγορᾶς πρὸς δραχμὰς μυρίας, ἃς ἐπʼ αὐτῇ ἐδεδάνειστο,1 ἔπεμψεν αὐτῷ τὰς μυρίας μηδὲ ἀνελθών πω ἐς τὸ ἄστυ εἰπὼν ἐλευθέρωσον τὴν οἰκίαν, ἵνα μή σε κατηφῆ ἴδω. ταῦτα μὴ πλουσίου μόνον ἡγώμεθα, ἀλλὰ καὶ τῷ πλούτῳ καλῶς χρωμένου πεπαιδευμένου τε ἱκανῶς καὶ τὰ φιλικὰ ἀκριβοῦντος.

私はナウクラティス出身のプロクロスについても記録することにしよう。この人物のことを私はよく知っているからであり、実際、彼は私の師の一人でもあったからである。さて、プロクロスはエジプトでは知らぬ者のない名家の出身であったが、ナウクラティスが党争に揺れ、慣習に反する政治が行われているのを見て、アテナイの平穏を愛好し、船出して脱出すると、そこで暮らすようになった。彼は多額の財産や多くの召使、豪奢に設えられた調度品を携えてきた。彼は青年時代にもアテナイで好評を博していたが、一人前の男となってからははるかに大きな名声を勝ち得た。第一にはその人生の選択(生き方)ゆえにであり、次には、思うに、一人のアテナイ人に対してなされた善行ゆえでもあった。それはまことに気高い人柄を示すものであった。というのも、彼がペイライエウス港に入港した際、現地の者に、誰某はアテナイで無事に暮らし息災にやっているかと尋ねたのである。彼がこの問いを発したのは、若き日にアテナイでハドリアノスの講義に通っていたころに親交を結んだ、かつての主人(逗留先の友人)のためであった。その友人が生き長らえてはいるものの、自宅に抵当を設定して借りていた一万ドラクマの返済のために家が広場で競売に掛けられており、今にも家を追い出されそうになっていると知るや、彼は市街に登りさえしないうちに、その友人に一万ドラクマを送り届けて言った。「家を負債から解放してくれ。君の打ちひしがれた顔を見たくないからね」。この行為は、彼が単に富裕であっただけでなく、富を立派に用い、十分な教養を身につけ、友情の義務を厳格に守る人物であったことを示していると考えねばなるまい。

§2.21.2

ἐκτήσατο δὲ καὶ οἰκίας, δύο μὲν ἐν ἄστει, μίαν δὲ ἐν Πειραιεῖ καὶ ἄλλην Ἐλευσῖνι. ἐφοίτα δὲ αὐτῷ καὶ ἀπʼ Αἰγύπτου λιβανωτὸς ἐλέφας μύρον βίβλος βιβλία καὶ πᾶσα ἡ τοιάδε ἀγορά, καὶ ἀποδιδόμενος αὐτὰ τοῖς διατιθεμένοις τὰ τοιαῦτα οὐδαμοῦ φιλοχρήματος ἔδοξεν οὐδὲ ἀνελεύθερος, οὐδὲ ἐραστὴς τοῦ πλείονος, οὐδὲ ἐπικέρδια μαστεύων ἢ τόκους, ἀλλʼ αὐτὸ ἀγαπῶν τὸ ἀρχαῖον.2 υἱῷ τε ἀσώτῳ περὶ ἀλεκτρυόνων τροφὴν περί τε ὀρτύγων κυνῶν τε καὶ κυνιδίων καὶ ἵππων ξυννεάζων μᾶλλον ἢ ἐπιπλήττων καὶ παρὰ τοῖς πολλοῖς ἔχων αἰτίαν θᾶττον ἔφη μεταβαλεῖ τὸ μετὰ γερόντων παίζειν ἢ μετὰ ἡλίκων.3 ἀποθανόντος δὲ αὐτῷ τοῦ παιδὸς καὶ τῆς γυναικὸς ἐπὶ παλλακῇ ἐγένετο διὰ τὸ καὶ γηράσκοντας  ὀφθαλμοὺς ἐπάγεσθαι, θηλυτάτῃ δὲ αὐτῇ γενομένῃ πᾶσαν ἐφιεὶς ἡνίαν οὐκ ἀγαθὸς ἔδοξε προστάτης τοῦ οἴκου.

彼は市街に二軒、ペイライエウスに一軒、エレウシスに一軒と、複数の邸宅も所有していた。また彼のもとにはエジプトから乳香、象牙、香油、パピルス、書物、その他この種の品々が定期的に届いていたが、そうした物品を扱う商人たちにそれらを売り渡す際にも、決して金銭に執着しているとも、卑屈であるとも、過度の利得を貪る者であるとも見なされず、利益や利息を求めることもなく、投じた元本そのものを回収するだけで満足していた。また、闘鶏やウズラ、猟犬や愛玩犬、馬の飼育に放蕩にふける息子に対しては、叱責するどころかむしろ若気の至りを共にするほどであり、世間から非難されるとこう言った。「同年代の者たちと遊ぶよりも、老人たちと遊ぶほうが、人は早く変わる(立ち直る)ものだ」。だが、息子と妻に先立たれると、老境の目をも惹きつけるような側室の虜となり、このきわめて女らしい女にすべての手綱を委ねてしまったため、立派な家長であるとは見なされなくなってしまった。

§2.21.3

τὰ δὲ τῆς μελέτης πάτρια τῷ ἀνδρὶ τούτῳ διέκειτο ὧδε· ἑκατὸν δραχμὰς ἅπαξ καταβαλόντι ἐξῆν ἀκροᾶσθαι τὸν ἀεὶ χρόνον.4 ἦν δὲ αὐτῷ καὶ θήκη βιβλίων ἐπὶ τῆς οἰκίας, ὧν μετῆν τοῖς ξυλλεγομένοις ἐς τὸ πλήρωμα τῆς ἀκροάσεως. ὡς δὲ μὴ συρίττοιμεν ἀλλήλους, μηδὲ σκώπτοιμεν, ἃ ἐν ταῖς τῶν σοφιστῶν ξυνουσίαις φιλεῖ γίγνεσθαι, ἀθρόοι ἐσεκαλούμεθα καὶ ἐκαθήμεθα ἐσκληθέντες οἱ μὲν παῖδες καὶ οἱ παιδαγωγοὶ μέσοι, τὰ μειράκια δὲ αὐτοί. τὸ μὲν οὖν διαλεχθῆναι αὐτὸν ἐν σπανιστοῖς ἔκειτο, ὅτε δὲ ὁρμήσειεν ἐς διάλεξιν, ἱππιάζοντί τε ἐῴκει καὶ γοργιάζοντι. ἡ μελέτη δὲ τῆς προτεραίας προεωραμένη ἐσεκυκλεῖτο.5 τὸ δὲ μνημονικὸν ἐνενηκοντούτης ἤδη γηράσκων καὶ ὑπὲρ τὸν Σιμωνίδην ἔρρωτο, καὶ ἑρμήνευε μὲν κατὰ φύσιν, Ἀδριάνειοι δὲ ἦσαν αἱ ἐπιβολαὶ τῶν νοημάτων.

この人物の演習弁論に関する慣行は次のように定められていた。一度だけ百ドラクマを支払えば、いつでも無期限に聴講することができたのである。また彼の邸宅には書架があり、受講者の定員に加わった者たちはそれを自由に利用することができた。そして、ソフィストたちの集会でありがちなように受講者同士が野次を飛ばし合ったり嘲笑し合ったりすることのないよう、私たちは一斉に呼び入れられ、呼び入れられてから着席した。少年たちと教育係の奴隷たちが中央に座り、若者たちは自分たちだけで座った。彼自身が打ち解けた前置きの談話をすることは稀であったが、いざ談話に乗り出すと、ヒッピアスやゴルギアスの風情を彷彿とさせた。前日にあらかじめ準備されていた演習弁論は、舞台装置のように厳かに繰り出された。彼の記憶力は、すでに九十歳を数える老境にあってもシモニデスを凌駕するほど力強く、表現は自然体でありながら、着想の提示はハドリアノス風であった。

構文注5 件
  1. 2.21.1ἐκπεσεῖσθαι δὲ αὐτίκα τῆς οἰκίας διακηρυττομένης ἐπʼ ἀγορᾶς πρὸς δραχμὰς μυρίας, ἃς ἐπʼ αὐτῇ ἐδεδάνειστο

    μαθών の目的語となる間接話法節において、主語 αὐτόν(友人)に対して不定詞 εἶναί τε καὶ ζῆν と並列され、ἐκπεσεῖσθαι(ἐκπίπτω「追放される・立ち退かされる」の未来不定詞)が用いられている。τῆς οἰκίας は ἐκπεσεῖσθαι に係る分離の属格であり、それに一致する状況分詞 διακηρυττομένης が「(家が)布告・競売に出されている間に/ため」を表す。πρὸς δραχμὰς μυρίας は抵当額または競売の基準額を示し、関係節 ἃς ἐπʼ αὐτῇ ἐδεδάνειστο は「その家を担保として彼が借りていた(一万ドラクマ)」を意味する。

  2. 2.21.2αὐτὸ ἀγαπῶν τὸ ἀρχαῖον

    τὸ ἀρχαῖον は商業・金融の文脈において「元本・元金」を意味する専門的用法。直前の ἐπικέρδια(上乗せ利益・利得)や τόκους(利息)と対置されており、余計な利潤や利息を一切求めず、投じた元本相当額の回収だけで満足した(ἀγαπῶν)ことを示す。

  3. 2.21.2θᾶττον ἔφη μεταβαλεῖ τὸ μετὰ γερόντων παίζειν ἢ μετὰ ἡλίκων

    動詞 μεταβαλεῖ は目的語を補う他動詞として「変化させる、立ち直らせる」という意味で用いられており、主語は中性の冠詞付き不定詞句 τὸ μετὰ γερόντων παίζειν である。「同年代の者たちと遊ぶことよりも、老人たち(父親など)と遊ぶことの方が、人をより速く変化させる(正気に戻らせる)」という格言的・逆説的弁明。あるいは息子を主語、冠詞付き不定詞句を μεταβαλεῖ(「改める、やめる」)の目的語にとって「同年代の仲間と遊ぶことよりも、老人たちと遊ぶことの方をより早くやめるだろう」とする解釈もあるが、構文上は冠詞付き不定詞句が主語として機能していると取るのが最も平易である。

  4. 2.21.3ἑκατὸν δραχμὰς ἅπαξ καταβαλόντι ἐξῆν ἀκροᾶσθαι τὸν ἀεὶ χρόνον

    非人称動詞 ἐξῆν(可能を表す)に対して、分詞 καταβαλόντι は与格で「〜する者にとって可能であった」という関与・許可の対象を表す。ἅπαξ(一度だけ)と対格の副詞的用法の期間表現 τὸν ἀεὶ χρόνον(永遠の期間、無期限に)が鮮やかな対比をなしており、一括の前払いで終身聴講権が得られる特異な学費制度を示している。

  5. 2.21.3ἡ μελέτη δὲ τῆς προτεραίας προεωραμένη ἐσεκυκλεῖτο

    ἐσεκυκλεῖτο は古代ギリシア劇場の舞台装置 ἐκκύκλημα(車輪付きの移動台)に由来する動詞 εἰσκυκλέω(舞台内へ車で運び入れる、回転させて登場させる)の未完了過去受動態であり、前日(τῆς προτεραίας)に入念に準備・構想された(προεωραμένη)演習弁論が、あたかも劇のクライマックスのように厳かに披露されたことを示す演劇的隠喩である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:2.21.1-2.21.3