- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:2.11.1-2.11.3
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ピロストラトスは、ヘーローデースに学び多くの優れた弟子を育てたソフィストのクレーストスについて、その品行、教授座の辞退、性格、および修辞の様式を論じる。
τὸν δὲ Βυζάντιον σοφιστὴν Χρῆστον ἀδικεῖ ἡ Ἑλλὰς ἀμελοῦντες1 ἀνδρός, ὃς ἄριστα μὲν Ἑλλήνων ὑπὸ Ἡρώδου ἐπαιδεύθη, πολλοὺς δὲ ἐπαίδευσε καὶ θαυμασίους ἄνδρας, ὧν ἐγένετο Ἱππόδρομός τε ὁ σοφιστὴς καὶ Φιλίσκος καὶ Ἰσαγόρας ὁ τῆς τραγῳδίας ποιητὴς ῥήτορές τε εὐδόκιμοι Νικομήδης ὁ ἐκ τοῦ Περγάμου καὶ Ἀκύλας ὁ ἐκ τῆς ἑῴου Γαλατίας καὶ Ἀρισταίνετος ὁ Βυζάντιος καὶ τῶν ἐλλογίμως φιλοσοφησάντων Κάλλαισχρός τε ὁ Ἀθηναῖος καὶ ὁ ἐπὶ βωμῷ Σῶσπις καὶ πλείους ἕτεροι λόγου ἄξιοι. παιδεύοντι δὲ αὐτῷ κατὰ τοὺς Ἀδριανοῦ τοῦ σοφιστοῦ καιροὺς ἑκατὸν ἔμμισθοι ἀκροαταὶ ἦσαν καὶ ἄριστοι τούτων, οὓς εἶπον. Ἀδριανοῦ δὲ καθιδρυθέντος ἐς τὴν Ῥώμην ἐψηφίζοντο μὲν οἱ Ἀθηναῖοι πρεσβεύεσθαι ὑπὲρ Χρήστου τὸν Ἀθήνησιν αὐτῷ θρόνον ἐκ βασιλέως αἰτοῦντες, ὁ δὲ παρελθὼν ἐς αὐτοὺς ἐκκλησιάζοντας διέλυσε τὴν πρέσβευσιν ἄλλα τε διαλεχθεὶς ἀξιόλογα καὶ ἐπὶ πᾶσιν εἰπὼν οὐχ αἱ μύριαι τὸν ἄνδρα.2
ギリシア人はビザンティオンのソフィスト、クレーストスを顧みないことによって、彼に対して不当な扱いをしている。彼はヘーローデースによってギリシア人のうちで最善の教育を受け、みずからも多くの驚嘆すべき人物を育てた。その中にはソフィストのヒッポドロモスやピリスコス、悲劇詩人のイサゴラース、名高い弁論家であるペルガモン出身のニコメーデース、東ガラティア出身のアキュラス、ビザンティオンのアリスタイネトス、名声を博した哲学者であるアテナイのカッライスクロス、祭壇奉仕のソースピス、そしてその他の言及に値する多くの人々が含まれる。ソフィストのハドリアノスの時代に彼が教育を行っていた時、百人の授業料を払う聴講生がおり、その中で最優秀の者たちが、いま私が挙げた人々であった。ハドリアノスがローマに定着した際、アテナイ人たちはクレーストスのために使節を派遣し、皇帝から彼のためにアテナイの教授座を請い求めようと議決した。しかしクレーストスは民会に集まる彼らの前に進み出て、他にも注目すべき数々の言葉を述べ、最後に「万の金が人を形づくるのではない」と言って、使節の派遣を取りやめさせた。
οἴνου δὲ ἡττώμενος παροινίας ἐκράτει καὶ εὐχερείας καὶ ἀγερωχίας, ἣν ὁ οἶνος ἐπὶ τὰς γνώμας τῶν ἀνθρώπων ἐσάγει, τοσοῦτον δὲ αὐτῷ περιῆν τοῦ νήφειν, ὡς καὶ ἐς ἀλεκτρυόνων ᾠδὰς προβάντος τοῦ πότου σπουδῆς αὐτὸν ἅπτεσθαι, πρὶν ὕπνου σπάσαι.3 διεβέβλητο δὲ μάλιστα πρὸς τοὺς ἀλαζόνας τῶν νέων καίτοι χρησιμωτέρους τῶν ἄλλων ὄντας ἐς τὰς ξυμβολὰς τοῦ μισθοῦ. Διογένη γοῦν τὸν Ἀμαστριανὸν ὁρῶν τετυφωμένον ἐκ μειρακίου καὶ περινοοῦντα μὲν σατραπείας, περινοοῦντα δὲ αὐλὰς καὶ τὸ ἀγχοῦ βασιλέων ἑστήξειν, λέγοντα δέ, ὡς ὁ δεῖνα Αἰγύπτιος προειρήκοι αὐτῷ ταῦτα, ὁ... μηδὲ τὰ ἑαυτοῦ σιωπῶν.
彼は酒に屈服していたものの、酒乱の振る舞いや軽率さ、そして酒が人々の心にもたらす傲慢さを制していた。しかも彼には冷静さがそれほどまでに十分に残っていたため、宴席が鶏の鳴き声にまで及んでも、眠りをいくらかとる前に、真剣な勉学に取りかかるほどであった。彼は若者たちの中でも尊大な者たちをとりわけ忌み嫌っていたが、そうした若者たちは授業料の納入においては他の者たちよりも役に立つ者たちであった。ともあれ、アマストリス出身のディオゲネースが少年の頃から虚栄に満ちており、太守領を夢想し、宮廷や王たちの傍らに侍ることを夢想し、あるエジプト人が自分にそれらを予言したと語るのを見て、彼は……自分自身のことも黙っておくことはなかった。
τὴν δὲ ἰδέαν τῶν λόγων πεποίκιλται μὲν ἐκ τῶν Ἡρώδου πλεονεκτημάτων, λείπεται δὲ αὐτῶν τοῦ ἑτοίμου, καθάπερ ἐν ζωγραφίᾳ ἡ ἄνευ χρωμάτων ἐσκιαγραφημένη μίμησις, προὔβη δὲ ἂν καὶ ἐς τὸ ἴσον τῆς ἀρετῆς, εἰ μὴ πεντηκοντούτης ἀπέθανεν.4
彼の言論の様式はヘーローデースの長所によって多彩に飾られているが、あたかも絵画における彩色を欠いた素描による模倣のように、それらの長所が持つ即座の流暢さには及ばない。しかし、もし彼が五十歳で世を去っていなかったならば、その卓越性においても同等の境地に達していたであろう。
- 2.11.1ἀδικεῖ ἡ Ἑλλὰς ἀμελοῦντες
単数集合名詞 ἡ Ἑλλὰς に対し、意味上の実体(ギリシアの人々)を反映した男性複数分詞 ἀμελοῦντες が呼応する「意味による一致(constructio ad sensum / synesis)」である。
- 2.11.1οὐχ αἱ μύριαι τὸν ἄνδρα
動詞(ποιοῦσι / συνιστᾶσι 等)を欠くことわざ的な省略表現。アテナイの公職教授座の俸額が1万ドラクマであったことを背景とし、「一万(ドラクマ)が立派な人間(または男の価値)をつくるのではない」という教訓的言明である。
- 2.11.2πρὶν ὕπνου σπάσαι
接続詞 πρίν に不定詞 σπάσαι が後続する構文。動詞 σπάω はここでは「(睡眠を)一服あおる、少し摂取する」という飲食の比喩的用法で用いられており、属格 ὕπνου は分量・一部を示す部分属格として機能している。
- 2.11.3προὔβη δὲ ἂν καὶ ἐς τὸ ἴσον τῆς ἀρετῆς, εἰ μὴ πεντηκοντούτης ἀπέθανεν
過去の事実に反する反実仮想条件文。帰結節は ἄν +アオリスト直説法(προὔβη ἄν)、条件節は εἰ +アオリスト直説法否定(εἰ μὴ ... ἀπέθανεν)の標準的骨格を持つ。
