← ピロストラトス

ソフィスト列伝

§2.1.12-2.1.13

追放説の論駁とマルクス帝の書簡

ヘロデスが追放されたという風説を皇帝マルクスからの親密な書簡を引用して論破し、カッシウスの反乱や政敵・犬儒派哲学者からの非難に対するヘロデスの毅然とした態度を記録する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.1.12

ἐπιγράφουσι δὲ ἔνιοι καὶ φυγὴν οὐ φυγόντι καί φασιν αὐτὸν οἰκῆσαι τὸ ἐν τῇ Ἠπείρῳ Ὠρικόν, ὃ καὶ πολίσαι αὐτόν, ὡς εἴη δίαιτα ἐπιτηδεία τῷ σώματι. ὁ δὲ Ἡρώδης ᾤκησε μὲν τὸ χωρίον τοῦτο νοσήσας ἐν αὐτῷ καὶ θύσας ἐκβατήρια τῆς νόσου, φυγεῖν δὲ οὔτε προσετάχθη οὔτε ἔτλη. καὶ μάρτυρα τοῦ λόγου τούτου ποιήσομαι τὸν θεσπέσιον Μάρκον· μετὰ γὰρ τὰ ἐν τῇ Παιονίᾳ διῃτᾶτο μὲν ὁ Ἡρώδης ἐν τῇ Ἀττικῇ περὶ τοὺς φιλτάτους ἑαυτῷ δήμους Μαραθῶνα καὶ Κηφισίαν ἐξηρτημένης αὐτοῦ τῆς πανταχόθεν νεότητος, οἳ κατʼ ἔρωτα τῶν ἐκείνου λόγων ἐφοίτων Ἀθήναζε, πεῖραν δὲ ποιούμενος, μὴ χαλεπὸς αὐτῷ εἴη1 διὰ τὰ ἐν τῷ δικαστηρίῳ πέμπει πρὸς αὐτὸν ἐπιστολὴν οὐκ ἀπολογίαν ἔχουσαν, ἀλλʼ ἔγκλημα, θαυμάζειν γὰρ ἔφη, τοῦ χάριν οὐκέτι αὐτῷ ἐπιστέλλοι καίτοι τὸν πρὸ τοῦ χρόνον θαμὰ οὕτω γράφων, ὡς καὶ τρεῖς γραμματοφόρους ἀφικέσθαι ποτὲ παρʼ αὐτὸν ἐν ἡμέρᾳ μιᾷ κατὰ πόδας ἀλλήλων. καὶ ὁ αὐτοκράτωρ διὰ πλειόνων μὲν καὶ ὑπὲρ πλειόνων, θαυμάσιον δὲ ἦθος ἐγκαταμίξας τοῖς γράμμασιν ἐπέστειλε πρὸς τὸν Ἡρώδην, ὧν ἐγὼ τὰ ξυντείνοντα ἐς τὸν παρόντα μοι λόγον ἐξελὼν τῆς ἐπιστολῆς δηλώσω· τὸ μὲν δὴ προοίμιον τῶν ἐπεσταλμένων χαῖρέ μοι, φίλε Ἡρώδη. διαλεχθεὶς δὲ ὑπὲρ τῶν τοῦ πολέμου χειμαδίων, ἐν οἷς ἦν τότε, καὶ τὴν γυναῖκα ὀλοφυράμενος ἄρτι αὐτῷ τεθνεῶσαν εἰπών τέ τι καὶ περὶ τῆς τοῦ σώματος ἀσθενείας ἐφεξῆς γράφει σοὶ δὲ ὑγιαίνειν τε εὔχομαι καὶ περὶ ἐμοῦ ὡς εὔνου σοι διανοεῖσθαι, μηδὲ ἡγεῖσθαι ἀδικεῖσθαι, εἰ καταφωράσας τινὰς τῶν σῶν πλημμελοῦντας κολάσει ἐπʼ αὐτοὺς ἐχρησάμην ὡς οἷόν τε ἐπιεικεῖ. διὰ μὲν δὴ ταῦτα μή μοι ὀργίζου, εἰ δέ τι λελύπηκά σε ἢ λυπῶ, ἀπαίτησον παρʼ ἐμοῦ δίκας ἐν τῷ ἱερῷ τῆς ἐν ἄστει Ἀθηνᾶς ἐν μυστηρίοις. ηὐξάμην γάρ, ὁπότε ὁ πόλεμος μάλιστα ἐφλέγμαινε, καὶ μυηθῆναι, εἴη δὲ καὶ σοῦ μυσταγωγοῦντος.2 τοιάδε ἡ ἀπολογία τοῦ Μάρκου καὶ οὕτω φιλάνθρωπος καὶ ἐρρωμένη. τίς ἂν οὖν ποτε ἢ ὃν φυγῇ περιέβαλεν οὕτω προσεῖπεν ἢ τὸν ἄξιον οὕτω προσειρῆσθαι φεύγειν προσέταξεν;

しかし一部の人々は、追放されてもいないヘロデスに追放の刑を負わせ、彼がエーペイロスのオーリコンに居住したと語り、身体に適した療養環境となるようそこを都市として建設までしたのだと主張している。だがヘロデスがその地に滞在したのは、そこで病を得て、病気平癒の感謝の犠牲を捧げたからであって、追放を命じられたこともなく、追放に耐えた(甘んじた)わけでもない。そしてこの主張の証人として、神聖なるマルクスを挙げよう。実際、パイオニアでの出来事ののち、ヘロデスは自身が最も愛する区であるマラトンやケーピシアーの周辺でアッティカに暮らしており、各地から集まった若者たちが彼につき従っていた。彼らはヘロデスの弁論への思慕からアテナイに通ってきていたのである。しかしヘロデスは、法廷での一件ゆえに皇帝が自分に対して怒っているのではないかと試すために、弁明ではなく抗議を記した書状を皇帝へ送った。というのも、以前は、ある時一日に三人の飛脚が互いの足跡を踏むようにして自分のもとに到着したほど頻繁に書いていたのに、今やなぜ自分にもう手紙を寄越さないのか怪しんでいる、と述べたからである。すると皇帝は、より長文で、より多くの事柄について、素晴らしい人柄を手紙に織り交ぜつつヘロデスへ返書を送った。その手紙のうち、私の現在の議論に関係する部分を抜き出して示そう。書き送られた手紙の冒頭はこうである。 「我が友ヘロデスよ、健やかであれ。」 そして当時身を置いていた戦時の冬営地について語り、先だって亡くなったばかりの妻を悼み、自身の身体の不調についても少し語ったのち、続けてこう記している。 「そなたの健康を祈るとともに、私がそなたに好意を抱いていると考えてほしい。そなたの身内の者が過ちを犯したのを突き止め、彼らに対して可能な限り寛大な処罰を下したからといって、不当な扱いを受けたと見なしてはならない。それゆえ、このことのゆえに私に腹を立ててはならない。もし私がそなたを何らかの点で傷つけたか、あるいは傷つけているなら、都のアテーナーの神殿で、秘儀の折に私に償いを求めよ。実際、戦争が最も激しく燃え盛っていた時、私は秘儀の入社を受けたいと祈願したのであり、それもそなたが秘儀伝授者であってほしいと願っているのだから。」 マルクスの弁明はこのようなものであり、これほど温情に満ち、力強いものであった。とすれば、自らが追放に処した相手に対して誰がこのように語りかけようか、あるいはこのように語りかけられるに値する者に誰が追放を命じようか。

§2.1.13

ἔστι δέ τις λόγος, ὡς νεώτερα μὲν ὁ τὴν ἑῴαν ἐπιτροπεύων Κάσσιος ἐπὶ τὸν Μάρκον βουλεύοι, ὁ δὲ Ἡρώδης ἐπιπλήξειεν αὐτῷ διʼ ἐπιστολῆς ὧδε ξυγκειμένης Ἡρώδης Κασσίῳ· ἐμάνης. τήνδε τὴν ἐπιστολὴν μὴ μόνον ἐπίπληξιν ἡγώμεθα, ἀλλὰ  καὶ ῥώμην ἀνδρὸς ὑπὲρ τοῦ βασιλέως τιθεμένου τὰ τῆς γνώμης ὅπλα. ὁ δὲ λόγος, ὃν διῆλθε πρὸς τὸν Ἡρώδην ὁ Δημόστρατος, ἐν θαυμασίοις δοκεῖ. ἰδέα δὲ αὐτοῦ ἡ μὲν τοῦ ἤθους μία, τὸ γὰρ ἐμβριθὲς ἐκ προοιμίων ἐς τέλος διήκει τοῦ λόγου, αἱ δὲ τῆς ἑρμηνείας ἰδέαι πολλαὶ καὶ ἀνόμοιαι μὲν ἀλλήλαις, λόγου δὲ ἄξιαι. ἔστω που καὶ τὸ διʼ Ἡρώδην παρὰ τοῖς βασκάνοις εὐδοκιμεῖν τὸν λόγον, ἐπειδὴ ἀνὴρ τοιοῦτος ἐν αὐτῷ κακῶς ἤκουσεν. ἀλλʼ ὅπως γε καὶ πρὸς τὰς λοιδορίας ἔρρωτο, δηλώσει καὶ τὰ πρὸς τὸν κύνα Πρωτέα3 λεχθέντα ποτὲ ὑπʼ αὐτοῦ Ἀθήνησιν· ἦν μὲν γὰρ τῶν οὕτω θαρραλέως φιλοσοφούντων ὁ Πρωτεὺς οὗτος, ὡς καὶ ἐς πῦρ ἑαυτὸν ἐν Ὀλυμπίᾳ ῥῖψαι, ἐπηκολούθει δὲ τῷ Ἡρώδῃ κακῶς ἀγορεύων αὐτὸν ἡμιβαρβάρῳ γλώττῃ· ἐπιστραφεὶς οὖν ὁ Ἡρώδης ἔστω, ἔφη κακῶς με ἀγορεύεις, πρὸς τί καὶ οὕτως; ἐπικειμένου δὲ τοῦ Πρωτέως ταῖς λοιδορίαις γεγηράκαμεν ἔφη σὺ μὲν κακῶς με ἀγορεύων, ἐγὼ δὲ ἀκούων ἐνδεικνύμενος δήπου τὸ ἀκούειν μέν, καταγελᾶν δὲ ὑπὸ τοῦ πεπεῖσθαι τὰς ψευδεῖς λοιδορίας μὴ περαιτέρω ἀκοῆς ἥκειν.

また、東方を管轄していたカッシウスがマルクスに対して反逆を企てた折、ヘロデスが次のような文面の手紙で彼を叱責したという話もある。 「ヘロデスよりカッシウスへ。貴様は狂った。」 この書状を単なる叱責と見なすだけでなく、皇帝のために知謀の武具を構える男の剛毅さとも見なすべきである。他方、デーモストラトスがヘロデスを相手に論述した弁論は、驚嘆すべきものと見なされている。その品格の形態は一貫しており、重厚さが弁論の冒頭から結末まで貫かれている。他方、文体の形態は多彩で、互いに異なりながらも称賛に値する。おそらく、ヘロデスゆえに妬み深い者たちの間でその弁論が好評を博したという面もあろうが、それはそのような人物がその中で悪し様に言われたからである。しかし、ヘロデスが嘲弄や罵倒に対していかに平然として強靱であったかは、アテナイにおいてかつて彼によって犬儒派のプロテウスに対して語られた言葉も示している。実際、このプロテウスは、オリュンピアで火中に身を投じたほど大胆に哲学を実践する者であったが、半ば野蛮な言葉遣いで悪態をつきながらヘロデスの後を追っていた。そこでヘロデスは振り返って言った。 「よかろう、お前が私を罵るとしても、なぜまたそんな言葉遣いで罵るのか。」 プロテウスがさらに執拗に罵倒を浴びせかけると、ヘロデスは言った。 「我々も年をとったものだな。お前は私を罵ることで、私はそれを聞くことで。」 これは、聞くには聞くが、偽りの罵倒など耳より先には届かないと確信しているがゆえに嘲笑しているのだ、ということを示したのである。

構文注3 件
  1. 2.1.12πεῖραν δὲ ποιούμενος, μὴ χαλεπὸς αὐτῷ εἴη

    πεῖραν ποιούμενος に導かれる μὴ 節(希求法 εἴη)は、試みの対象または「〜ではないかという懸念」を表す間接疑問節・懸念節として機能している。ここでは法廷での激昂により皇帝が怒っているのではないかと確かめる意図を示している。

  2. 2.1.12εἴη δὲ καὶ σοῦ μυσταγωγοῦντος

    独立した祈願・願望を表す希求法(εἴη)に絶対属格(σοῦ μυσταγωγοῦντος)が条件・付帯状況として結合している構文。「そしてそなたが秘儀伝授者であらんことを(そなたが授けてくれるならば)」という皇帝の親愛の情を込めた希求を示す。

  3. 2.1.13τὸν κύνα Πρωτέα

    κύων(犬)はキュニコス派(犬儒派)哲学者を指す呼び名であり、ここでは著名なペレグリノス・プロテウスの通称・学派的属性を同格的に示している。単なる侮蔑語ではなく哲学学派の指示表現。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:2.1.12-2.1.13