← ピロストラトス

ソフィスト列伝

§1.8.1-1.8.4

哲学者ファウォリノスの生涯と弁論の特徴

哲学者ファウォリノスの特異な出自や身体的特徴、ハドリアヌス帝との緊張関係と機知、ヘロデス・アッティコスとの親交、ポレモンとの対立、そして弁論様式と著作の真偽が論じられ、ソフィスト的名声を得た哲学者たちの記述が締めくくられる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.8.1

ὁμοίως καὶ Φαβωρῖνον τὸν φιλόσοφον ἡ εὐγλωττία ἐν σοφισταῖς ἐκήρυττεν. ἦν μὲν γὰρ τῶν ἑσπερίων Γαλατῶν οὗτος, Ἀρελάτου πόλεως, ἣ ἐπὶ Ἠριδανῷ ποταμῷ ᾤκισται, διφυὴς δὲ ἐτέχθη καὶ ἀνδρόθηλυς, καὶ τοῦτο ἐδηλοῦτο μὲν καὶ παρὰ τοῦ εἴδους, ἀγενείως γὰρ τοῦ προσώπου καὶ γηράσκων εἶχεν,1 ἐδηλοῦτο δὲ καὶ τῷ φθέγματι, ὀξυηχὲς γὰρ ἠκούετο καὶ λεπτὸν καὶ ἐπίτονον, ὥσπερ ἡ φύσις τοὺς εὐνούχους ἥρμοκεν. θερμὸς δὲ οὕτω τις ἦν τὰ ἐρωτικά, ὡς καὶ μοιχοῦ λαβεῖν αἰτίαν ἐξ ἀνδρὸς ὑπάτου.

同様に哲学者ファウォリノスについても、その雄弁が彼をソフィストたちの間に告知していた。というのも、彼は西方ガリアの、エーリダノス川(ローヌ川)のほとりに築かれた町アレラテの出身であったが、両性を備えた半男半女(半陰陽)として生まれ、このことは容貌からも明らかであって、年老いていく時にもその顔には髭が生えず、また声によっても明らかであって、自然が去勢者たちを整えたのと同じく、甲高く、細く、張りつめた調子で聞こえたからである。しかし恋愛事においてはきわめて情熱的であったため、執政官経験者から姦通の咎で告発を受けるほどであった。

§1.8.2

διαφορᾶς δὲ αὐτῷ πρὸς Ἀδριανὸν βασιλέα γενομένης οὐδὲν ἔπαθεν. ὅθεν ὡς παράδοξα ἐπεχρησμῴδει τῷ ἑαυτοῦ βίῳ τρία ταῦτα· Γαλάτης ὢν ἑλληνίζειν, εὐνοῦχος ὢν μοιχείας κρίνεσθαι, βασιλεῖ διαφέρεσθαι καὶ ζῆν. τουτὶ δὲ Ἀδριανοῦ ἔπαινος εἴη ἂν μᾶλλον, εἰ βασιλεὺς ὢν ἀπὸ τοῦ ἴσου διεφέρετο πρὸς ὃν ἐξῆν ἀποκτεῖναι. βασιλεὺς δὲ κρείττων, "ὅτε χώσεται ἀνδρὶ χέρηι, "ἢν ὀργῆς κρατῇ, καὶ "θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων, "ἢν λογισμῷ κολάζηται. βέλτιον δὲ ταῦτα ταῖς τῶν ποιητῶν δόξαις προσγράφειν τοὺς εὖ τιθεμένους τὰ τῶν βασιλέων ἤθη.2 ἀρχιερεὺς δὲ ἀναρρηθεὶς ἐς τὰ οἴκοι πάτρια ἐφῆκε μὲν κατὰ τοὺς ὑπὲρ τῶν τοιούτων νόμους, ὡς ἀφειμένος τοῦ λειτουργεῖν, ἐπειδὴ ἐφιλοσόφει, τὸν δὲ αὐτοκράτορα ὁρῶν ἐναντίαν ἑαυτῷ θέσθαι διανοούμενον, ὡς μὴ φιλοσοφοῦντι, ὑπετέμετο αὐτὸν ὧδε· ἐνύπνιόν μοι, ἔφη ὦ βασιλεῦ, γέγονεν, ὃ καὶ πρὸς σὲ χρὴ εἰρῆσθαι· ἐπιστὰς γάρ μοι Δίων ὁ διδάσκαλος ἐνουθέτει με ὑπὲρ τῆς δίκης λέγων, ὅτι μὴ ἑαυτοῖς μόνον, ἀλλὰ καὶ ταῖς πατρίσι γεγόναμεν· ὑποδέχομαι δή, ὦ βασιλεῦ, τὴν λειτουργίαν καὶ τῷ διδασκάλῳ πείθομαι.

ハドリアヌス皇帝との間に対立が生じた際にも、彼は何の危害も受けなかった。そこから彼は、自らの生涯における三つの逆説として次のことを予言のように語っていた。すなわち、ガリア人でありながらギリシア語を流暢に語ること、去勢者でありながら姦通罪で裁かれること、皇帝と対立しながら生き長らえていることである。もっともこれは、皇帝でありながら、自らが処刑しうる権限をもつ相手に対して対等な立場で争ったという意味で、むしろハドリアヌスに対する賞賛となるであろう。王というものは、「身分の低き者に対して怒りを燃やす時」その怒りを抑えつけるなら、より優れており、「ゼウスに養われた王たちの気概は大きい」というのも、思慮によって懲らしめられるならそうなのである。王たちの人柄を善く整える者たちは、これらの言葉を詩人たちの格言に書き添えるほうがよろしい。さて、故郷の伝統的祭儀の大神官に指名された際、彼はそうした事柄に関する法に従い、哲学に専念しているという理由から職務免除の請願を申し立てた。しかし皇帝が、彼は哲学に専念していないとして不利な裁定を下そうと考えているのを知ると、次のように先手を打った。 「皇帝よ」と彼は言った。「私には夢のお告げがあり、それはあなた様にも申し上げるべき事柄であります。私の師であるディオンが枕元に立たれ、この裁判について私を戒めて、我々は自分自身のためだけでなく祖国のためにも生まれたのだと申されました。それゆえ皇帝よ、私はこの公職を引き受け、師の教えに従います」。

§1.8.3

ταῦτα ὁ μὲν αὐτοκράτωρ διατριβὴν ἐπεποίητο, καὶ διῆγε τὰς βασιλείους φροντίδας ἀπονεύων ἐς σοφιστάς τε καὶ φιλοσόφους, Ἀθηναίοις δὲ δεινὰ ἐφαίνετο καὶ συνδραμόντες αὐτοὶ μάλιστα οἱ ἐν τέλει Ἀθηναῖοι χαλκῆν εἰκόνα κατέβαλον τοῦ ἀνδρὸς ὡς πολεμιωτάτου τῷ αὐτοκράτορι· ὁ δέ, ὡς ἤκουσεν, οὐδὲν σχετλιάσας οὐδὲ ἀγριάνας ὑπὲρ ὧν ὕβριστο ὤνητʼ ἂν ἔφη καὶ Σωκράτης εἰκόνα χαλκῆν ὑπʼ Ἀθηναίων ἀφαιρεθεὶς μᾶλλον ἢ πιὼν κώνειον. Ἐπιτηδειότατος μὲν οὖν Ἡρώδῃ τῷ σοφιστῇ ἐγένετο διδάσκαλόν τε ἡγουμένῳ καὶ πατέρα καὶ πρὸς αὐτὸν γράφοντι πότε σε ἴδω καὶ πότε σου περιλείξω τὸ στόμα; ὅθεν καὶ τελευτῶν κληρονόμον Ἡρώδην ἀπέφηνε τῶν τε βιβλίων, ὁπόσα ἐκέκτητο, καὶ τῆς ἐπὶ τῇ Ῥώμῃ οἰκίας καὶ τοῦ Αὐτοληκύθου. ἦν δὲ οὗτος Ἰνδὸς μὲν καὶ ἱκανῶς μέλας, ἄθυρμα δὲ Ἡρώδου τε καὶ Φαβωρίνου, ξυμπίνοντας γὰρ αὐτοὺς διῆγεν ἐγκαταμιγνὺς Ἰνδικοῖς Ἀττικὰ καὶ πεπλανημένῃ τῇ γλώττῃ βαρβαρίζων. ἡ δὲ γενομένη πρὸς τὸν Πολέμωνα τῷ Φαβωρίνῳ διαφορὰ ἤρξατο μὲν ἐν Ἰωνίᾳ προσθεμένων αὐτῷ τῶν Ἐφεσίων, ἐπεὶ τὸν Πολέμωνα ἡ Σμύρνα ἐθαύμαζεν, ἐπέδωκε δὲ ἐν τῇ Ῥώμῃ, ὕπατοι γὰρ καὶ παῖδες ὑπάτων οἱ μὲν τὸν ἐπαινοῦντες, οἱ δὲ τόν, ἦρξαν αὐτοῖς φιλοτιμίας, ἣ πολὺν ἐκκαίει φθόνον καὶ σοφοῖς ἀνδράσιν. συγγνωστοὶ μὲν οὖν τῆς φιλοτιμίας, τῆς ἀνθρωπείας φύσεως τὸ φιλότιμον ἀγήρων ἡγουμένης, μεμπτέοι δὲ τῶν λόγων, οὓς ἐπʼ ἀλλήλους ξυνέθεσαν, ἀσελγὴς γὰρ λοιδορία, κἂν ἀληθὴς τύχῃ, οὐκ ἀφίησιν αἰσχύνης οὐδὲ τὸν ὑπὲρ τοιούτων εἰπόντα. τοῖς μὲν οὖν σοφιστὴν τὸν Φαβωρῖνον καλοῦσιν ἀπέχρη ἐς ἀπόδειξιν καὶ αὐτὸ τὸ διενεχθῆναι αὐτὸν σοφιστῇ, τὸ γὰρ φιλότιμον, οὗ ἐμνήσθην, ἐπὶ τοὺς ἀντιτέχνους φοιτᾷ.

皇帝はこうしたやり取りを気晴らしとし、ソフィストや哲学者たちに心を傾けることで帝務の心労を紛らわしていたが、アテナイ人たちには不届きなことと思われ、とりわけアテナイの要職にある者たちが集まって、皇帝の最大の敵手であるとしてこの男の青銅の肖像像を引き倒した。だが彼はこれを聞くと、受けた侮辱に対して少しも憤慨することも激昂することもなく、「もしアテナイ人たちに青銅像を撤去されることで済むなら、ソクラテスにとっても毒人参を飲むよりはるかに有益であったろうに」と言った。 彼はソフィストのヘロデスにとって最も親しい友となり、ヘロデスは彼を師かつ父と仰いで、彼に宛てて「いつあなたにお会いし、いつあなたのお口を舐めることができるでしょうか」と書き送るほどであった。そのため臨終に際しても、ヘロデスを所有していたすべての蔵書、ローマの邸宅、そしてアウトレキュトスの相続人に指名した。このアウトレキュトスは十分に肌の黒いインド人であり、ヘロデスとファウォリノスの愛玩物であった。というのも彼は、インドの言葉にアッティカ方言を混ぜ合わせ、たどたどしい舌つきで蛮語を話すことによって、酒を酌み交わす彼らを楽しませていたからである。ファウォリノスとポレモンの間に生じた対立は、スミュルナがポレモンを称賛したためエペソス人がファウォリノスに加担したことでイオニアにおいて始まり、ローマにおいて激化した。執政官やその子息たちのうち、ある者たちは一方を称賛し、他の者たちは他方を称賛したことで、彼らの間に名誉心が掻き立てられ、それが智者たちにおいてさえ大きな嫉妬の火を燃え上がらせたのである。人間の本性が名誉心をいつまでも衰えないものと見なす以上、名誉心そのものは宥恕されるとしても、彼らが互いに対して書き連ねた言論は非難されるべきである。放埓な罵倒は、仮にそれが真実であったとしても、そうしたことを語った者から恥辱を取り去ってはくれないからである。したがって、ファウォリノスをソフィストと呼ぶ人々にとっては、彼がソフィストと対立したという事実それ自体が証明として十分である。なぜなら私が言及した名誉心というものは、同業者に向かって向けられるものだからである。

§1.8.4

ἥρμοσται δὲ τὴν γλῶτταν ἀνειμένως μέν, σοφῶς δὲ καὶ ποτίμως. ἐλέγετο δὲ σὺν εὐροίᾳ σχεδιάσαι. τὰ μὲν δὴ ἐς Πρόξενον μήτʼ ἂν ἐνθυμηθῆναι τὸν Φαβωρῖνον μήτʼ ἂν ξυνθεῖναι,3 ἀλλʼ εἶναι αὐτὰ μειρακίου φρόντισμα μεθύοντος, μᾶλλον δὲ ἐμοῦντος,  τὸν δὲ ἐπὶ τῷ ἀώρῳ καὶ τὸν ὑπὲρ τῶν μονομάχων καὶ τὸν ὑπὲρ τῶν βαλανείων γνησίους τε ἀποφαινόμεθα καὶ εὖ ξυγκειμένους, καὶ πολλῷ μᾶλλον τοὺς φιλοσοφουμένους αὐτῷ τῶν λόγων, ὧν ἄριστοι οἱ Πυρρώνειοι· τοὺς γὰρ Πυρρωνείους ἐφεκτικοὺς ὄντας οὐκ ἀφαιρεῖται καὶ τὸ δικάζειν δύνασθαι. διαλεγομένου δὲ αὐτοῦ κατὰ τὴν Ῥώμην μεστὰ ἦν σπουδῆς πάντα, καὶ γὰρ δὴ καὶ ὅσοι τῆς Ἑλλήνων φωνῆς ἀξύνετοι ἦσαν, οὐδὲ τούτοις ἀφʼ ἡδονῆς ἡ ἀκρόασις ἦν,4 ἀλλὰ κἀκείνους ἔθελγε τῇ τε ἠχῇ τοῦ φθέγματος καὶ τῷ σημαίνοντι τοῦ βλέμματος καὶ τῷ ῥυθμῷ τῆς γλώττης. ἔθελγε δὲ αὐτοὺς τοῦ λόγου καὶ τὸ ἐπὶ πᾶσιν, ὃ ἐκεῖνοι μὲν ᾠδὴν ἐκάλουν, ἐγὼ δὲ φιλοτιμίαν, ἐπειδὴ τοῖς ἀποδεδειγμένοις ἐφυμνεῖται. Δίωνος μὲν οὖν ἀκοῦσαι λέγεται, τοσοῦτον δὲ ἀφέστηκεν, ὅσον οἱ μὴ ἀκούσαντες. τοσαῦτα μὲν ὑπὲρ τῶν φιλοσοφησάντων ἐν δόξῃ τοῦ σοφιστεῦσαι. οἱ δὲ κυρίως προσρηθέντες σοφισταὶ ἐγένοντο οἵδε·

彼の文体は、ゆったりと緩やかでありながら、巧みで魅力的(口当たりのよいもの)に整えられていた。また澱みない即興弁論を行うと評されていた。プロクセノスに対する言論については、ファウォリノスが心に思い浮かべたことも構成したこともあり得ず、むしろ酔っ払った、というより吐瀉している若者の浅知恵にすぎない。他方で『早逝した者について』『剣闘士のために』『浴場のために』は、真正かつ見事に構成されたものと我々は断定するし、彼によって哲学的に論じられた言論、そのうち最善であるピュロン派の言論はなおさらそうである。なぜなら彼は、判断保留を旨とするピュロン派であっても裁判を行う能力まで奪われるわけではないと論じたからである。彼がローマで論談を行った際には、すべてが熱狂で満たされ、ギリシア語を解さない者たちにとってさえ、聴取することは決して不快な(無味乾燥な)ものではなく、声の響きや、眼差しの雄弁さ、舌のリズムによって彼らをも魅了したのである。また言論の最後に添えられる部分も彼らを魅了したが、彼らはそれを「詠唱」と呼び、私としては、証明された事柄の後に歌い上げられるものであるがゆえに「華やかな結び」と呼ぶ。ディオンの教えを聞いたと伝えられるが、彼とディオンとの隔たりは、教えを聞かなかった者たちと同じほどに大きい。ソフィストとしての名声を博した哲学者たちについてはこれくらいにしておこう。そして本来の意味でソフィストと呼ばれたのは次のような人々である。

構文注4 件
  1. 1.8.1ἀγενείως γὰρ τοῦ προσώπου καὶ γηράσκων εἶχεν

    副詞 ἀγενείως に状態を表す ἔχω(未完了過去 εἶχεν)と属格 τοῦ προσώπου(「顔つきに関して」、限定・関係の属格)が結びついた構文。「老いていく時にも顔立ちに関して髭のない状態を保っていた」の意。

  2. 1.8.2βέλτιον δὲ ταῦτα ταῖς τῶν ποιητῶν δόξαις προσγράφειν τοὺς εὖ τιθεμένους τὰ τῶν βασιλέων ἤθη

    非人称の形容詞 βέλτιον([ἐστί])に不定詞 προσγράφειν が導かれ、その意味上の主語として対格分詞句 τοὺς εὖ τιθεμένους τὰ τῶν βασιλέων ἤθη が置かれている構文。ταῦτα は直前でホメロスの引用句に付された条件節(但し書き)を指す直接目的語。

  3. 1.8.4τὰ μὲν δὴ ἐς Πρόξενον μήτʼ ἂν ἐνθυμηθῆναι τὸν Φαβωρῖνον μήτʼ ἂν ξυνθεῖναι

    間接話法における ἄν を伴う不定詞構文(μήτʼ ἂν ἐνθυμηθῆναι μήτʼ ἂν ξυνθεῖναι)で、直説法過去+ἄν(反実仮想)または希求法+ἄν(潜在的可能性)に相当する。「ファウォリノスが思いつくことも構成することも決してなかったであろう」という話者(ピロストラトス)の強い否定的推量を表す。主語は対格 τὸν Φαβωρῖνον、目的語は τὰ ἐς Πρόξενον。

  4. 1.8.4οὐδὲ τούτοις ἀφʼ ἡδονῆς ἡ ἀκρόασις ἦν

    前置詞句 ἀφʼ ἡδονῆς の ἀπό は離脱・欠如(「〜から離れて」、ἀπὸ τρόπου 等と同様)を表し、「快楽を欠いた(無味乾燥な)」の意。これが οὐδέ によって否定される緩叙法であり、後続の「ἀλλὰ κἀκείνους ἔθελγε(むしろ彼らをも魅了した)」との呼応からも、無理解者にとっても無味乾燥・苦痛ではなく、むしろ積極的な快楽であったという文脈を形成している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:1.8.1-1.8.4