← ピロストラトス

ソフィスト列伝

§1.25.8-1.25.9

ポレモンによるスミュルナの勝訴と機知ある言行

ポレモンがディオンを聴講したことや散文と詩に関する見解、死後に彼の草稿によってスミュルナが勝訴した一件が語られ、続いて放蕩な青年ウァルスや盗賊・剣闘士・同業者らに対する彼の機知に富んだ数々の痛快な逸話が紹介される。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.25.8

φησὶν ὁ Πολέμων ἠκροᾶσθαι καὶ Δίωνος ἀποδημίαν ὑπὲρ τούτου στείλας ἐς τὸ τῶν Βιθυνῶν ἔθνος. ἔλεγε δὲ ὁ Πολέμων τὰ μὲν τῶν καταλογάδην ὤμοις δεῖν ἐκφέρειν, τὰ δὲ τῶν ποιητῶν ἁμάξαις. κἀκεῖνα τῶν Πολέμωνι τιμὴν ἐχόντων·1 ἤριζεν ἡ Σμύρνα ὑπὲρ τῶν ναῶν καὶ τῶν ἐπʼ αὐτοῖς δικαίων, ξύνδικον πεποιημένη τὸν Πολέμωνα ἐς τέρμα ἤδη τοῦ βίου ἥκοντα. ἐπεὶ δὲ ἐν ὁρμῇ τῆς ὑπὲρ τῶν δικαίων ἀποδημίας ἐτελεύτησεν, ἐγένετο μὲν ἐπʼ ἄλλοις ξυνδίκοις ἡ πόλις, πονηρῶς δὲ αὐτῶν ἐν τῷ βασιλείῳ δικαστηρίῳ διατιθεμένων τὸν λόγον βλέψας ὁ αὐτοκράτωρ ἐς τοὺς τῶν Σμυρναίων ξυνηγόρους οὐ Πολέμων εἶπεν τουτουὶ τοῦ ἀγῶνος ξύνδικος ὑμῖν ἀπεδέδεικτο; ναί, ἔφασαν εἴ γε τὸν σοφιστὴν λέγεις. καὶ ὁ αὐτοκράτωρ ἴσως οὖν ἔφη καὶ λόγον τινὰ ξυνέγραψεν ὑπὲρ τῶν δικαίων, οἷα δὴ ἐπʼ ἐμοῦ τε ἀγωνιούμενος καὶ ὑπὲρ τηλικούτων. ἴσως, ἔφασαν, ὦ βασιλεῦ, οὐ μὴν ἡμῖν γε εἰδέναι. καὶ ἔδωκεν ἀναβολὰς ὁ αὐτοκράτωρ τῇ δίκῃ, ἔστʼ ἂν διακομισθῇ ὁ λόγος, ἀναγνωσθέντος δὲ ἐν τῷ δικαστηρίῳ κατʼ αὐτὸν ἐψηφίσατο ὁ βασιλεύς, καὶ ἀπῆλθεν ἡ Σμύρνα τὰ πρωτεῖα νικῶσα καὶ τὸν Πολέμωνα αὐτοῖς ἀναβεβιωκέναι φάσκοντες.2

ポレモン自身が語るところによれば、彼はディオンをも聴講し、このためにビテュニア人の部族のもとへと旅立ったという。またポレモンは、散文作家の作品は肩に担いで運び出すべきだが、詩人の作品は荷車で運ぶべきだと語っていた。次のような出来事もポレモンに名誉をもたらした事柄に属する。スミュルナが神殿群およびそれに伴う諸特権を巡って争っていた際、すでに生涯の終末に近づいていたポレモンを弁護人に選任していた。だが、彼はこの特権を巡る旅立ちの途上で世を去ったため、市は別の弁護人たちに頼ることとなった。ところが、彼らが皇帝の法廷で弁論を不首尾に展開していたところ、皇帝はスミュルナ側の補佐弁護人たちに目を向け、「この訴訟の弁護人として、そなたたちにはポレモンが任命されていたのではなかったか」と言った。 「その通りです」と彼らは言った。 「ソフィストのポレモンのことを仰せならば」すると皇帝は言った。 「ならばおそらく、彼は私の御前で、またこれほど重大な事柄を巡って競い合うことになっていた以上、これらの権利のために弁論草稿も書き残していたのではないか」「おそらくは、皇帝陛下」と彼らは言った。 「しかし、私どもは存じ上げません」そこで皇帝は、その弁論草稿が届けられるまで裁判の延期を命じ、草稿が法廷で朗読されると、皇帝はその内容に従って判決を下した。こうしてスミュルナは第一位の権利を勝ち取って引き揚げ、人々はポレモンが自分たちのために蘇ったのだと口々に語った。

§1.25.9

ἐπεὶ δὲ ἀνδρῶν ἐλλογίμων ἀξιομνημόνευτα οὐ μόνον τὰ μετὰ σπουδῆς λεχθέντα, ἀλλὰ καὶ τὰ ἐν  ταῖς παιδιαῖς, ἀναγράψω καὶ τοὺς ἀστεισμοὺς τοῦ Πολέμωνος, ὡς μηδὲ οὗτοι παραλελειμμένοι φαίνοιντο. μειράκιον Ἰωνικὸν ἐτρύφα κατὰ τὴν Σμύρναν ὑπὲρ τὰ Ἰώνων ἤθη, καὶ ἀπώλλυ αὐτὸ πλοῦτος βαθύς, ὅσπερ ἐστὶ πονηρὸς διδάσκαλος τῶν ἀκολάστων φύσεων. ὄνομα μὲν δὴ τῷ μειρακίῳ Οὔαρος, διεφθορὸς δὲ ὑπὸ κολάκων ἐπεπείκει αὐτὸ ἑαυτό, ὡς καλῶν τε εἴη ὁ κάλλιστος καὶ μέγας ὑπὲρ τοὺς εὐμήκεις καὶ τῶν ἀμφὶ παλαίστραν γενναιότατός τε καὶ τεχνικώτατος καὶ μηδʼ ἂν τὰς Μούσας ἀναβάλλεσθαι αὐτοῦ ἥδιον, ὁπότε πρὸς τὸ ᾅδειν τράποιτο. παραπλήσια δὲ τούτοις καὶ περὶ τῶν σοφιστῶν ᾤετο, παριππεῦσαι γὰρ ʽἂνʼ καὶ τὰς ἐκείνων γλώττας, ὁπότε μελετῴη, καὶ γὰρ δὴ καὶ ἐμελέτα, καὶ οἱ δανειζόμενοι παρʼ αὐτοῦ χρήματα τὸ καὶ μελετῶντος ἀκροάσασθαι προσέγραφον τῷ τόκῳ. ὑπήγετο δὲ καὶ ὁ Πολέμων τῷ δασμῷ τούτῳ νέος ὢν ἔτι καὶ οὔπω νοσῶν, δεδάνειστο γὰρ παρʼ αὐτοῦ χρήματα, καὶ ἐπεὶ μὴ ἐθεράπευε, μηδὲ ἐς τὰς ἀκροάσεις ἐφοίτα, χαλεπὸν ἦν τὸ μειράκιον καὶ ἠπείλει τύπους. οἱ δὲ τύποι γράμμα εἰσὶν ἀγορᾶς, ἐρήμην ἐπαγγέλλον τῷ οὐκ ἀποδιδόντι. αἰτιωμένων οὖν τὸν Πολέμωνα τῶν οἰκείων, ὡς ἀηδῆ καὶ δύστροπον, εἰ παρὸν αὐτῷ μὴ ἀπαιτεῖσθαι καὶ τὸ μειράκιον ἐκκαρποῦσθαι παρέχοντα αὐτῷ νεῦμα εὔνουν μὴ ποιεῖ τοῦτο,3 ἀλλʼ ἐκκαλεῖται αὐτὸ καὶ παροξύνει, τοιαῦτα ἀκούων ἀπήντησε μὲν ἐπὶ τὴν ἀκρόασιν, ἐπεὶ δὲ ἐς δείλην ἤδη ὀψίαν τὰ τῆς μελέτης αὐτῷ προὔβαινε καὶ οὐδεὶς ὅρμος ἐφαίνετο τοῦ λόγου, σολοικισμῶν τε καὶ βαρβαρισμῶν καὶ ἐναντιώσεων πλέα ἦν πάντα, ἀναπηδήσας ὁ Πολέμων καὶ ὑποσχὼν τὼ χεῖρε Οὔαρε, εἶπεν φέρε τοὺς τύπους. λῃστὴν δὲ πολλαῖς αἰτίαις ἑαλωκότα στρεβλοῦντος ἀνθυπάτου καὶ ἀπορεῖν φάσκοντος, τίς γένοιτʼ ἂν ἐπʼ αὐτῷ τιμωρία τῶν εἰργασμένων ἀξία, παρατυχὼν ὁ Πολέμων κέλευσον ἔφη αὐτὸν ἀρχαῖα ἐκμανθάνειν. καίτοι γὰρ πλεῖστα ἐκμαθὼν ὁ σοφιστὴς οὗτος ὅμως ἐπιπονώτατον ἡγεῖτο τῶν ἐν ἀσκήσει τὸ ἐκμανθάνειν. ἰδὼν δὲ μονόμαχον ἱδρῶτι ῥεόμενον καὶ δεδιότα τὸν ὑπὲρ τῆς ψυχῆς ἀγῶνα οὕτως εἶπεν ἀγωνιᾷς, ὡς μελετᾶν μέλλων. σοφιστῇ δὲ ἐντυχὼν ἀλλᾶντας ὠνουμένῳ καὶ μαινίδας καὶ τὰ εὐτελῆ ὄψα ὦ λῷστε, εἶπεν οὐκ ἔστι τὸ Δαρείου καὶ Ξέρξου φρόνημα καλῶς ὑποκρίνασθαι ταῦτα σιτουμένῳ. Τιμοκράτους δὲ τοῦ φιλοσόφου πρὸς αὐτὸν εἰπόντος, ὡς λάλον χρῆμα ὁ Φαβωρῖνος γένοιτο, ἀστειότατα ὁ Πολέμων καὶ πᾶσα ἔφη γραῦς τὸ εὐνουχῶδες αὐτοῦ διασκώπτων. ἀγωνιστοῦ δὲ τραγῳδίας ἐν τοῖς κατὰ τὴν Σμύρναν Ὀλυμπίοις τὸ ὦ Ζεῦ ἐς τὴν γῆν δείξαντος, τὸ δὲ καὶ γᾶ ἐς τὸν οὐρανὸν ἀνασχόντος, προκαθήμενος τῶν Ὀλυμπίων ὁ Πολέμων ἐξέωσεν αὐτὸν τῶν ἄθλων εἰπὼν οὗτος τῇ χειρὶ ἐσολοίκισεν.4 μὴ πλείω ὑπὲρ τούτων, ἀπόχρη γὰρ καὶ ταῦτα τὸ ἐπίχαρι τοῦ ἀνδρὸς δηλῶσαι.

ところで、名高い人々の言行においては、真面目に語られた事柄だけでなく戯れにおける事柄も記憶に値するため、ポレモンの機知に富んだ冗談の数々も記録し、これらが省略されたように見えないようにしよう。あるイオニア人の若者がスミュルナにおいてイオニア人の風習を越えて豪奢に暮らしており、際限のない富が彼を破滅させていたが、富とは放埒な性質の悪しき教師である。この若者の名はウァルスといい、お追従者たちによって毒された結果、自らは美男の中で最も美しく、長身の者たちを越えて長躯であり、体育場の競技者の中でも最も高貴で最も技術に長けており、自らが歌おうとする際にはムーサたちでさえ彼より心地よく奏でることはできない、と思い込んでいた。彼はソフィストたちについてもこれに似た思い込みを抱いており、自分が演説の修練をする際には、彼らの舌をも追い抜いて駆け去ることができると考えていた。実際、彼は修練を行っており、彼から金を借りる者たちは、修練を聴講することも利息に書き加えていた。ポレモンもまだ若く病を得ていなかった頃、この貢ぎ物に屈した。彼から金を借りていたからである。しかしポレモンが彼にへつらわず、その聴講に通わなかったため、若者は不機嫌になり、召喚令状をちらつかせて脅した。令状とは、返済しない者に対して欠席判決を宣告する市場の公文書である。そこで親族たちがポレモンを責め立て、彼に愛想のよい会釈を向けてやりさえすれば、返済を要求されず若者を食い物にできるのに、それをしようとせず、かえって若者を挑発し激怒させているのだから、不快で偏屈な人間だと非難した。こうした言葉を聞いてポレモンは聴講へと赴いたが、若者の修練はすでに遅い夕刻へと長引き、弁論の投錨地は一向に見えず、すべてが破格構文や語法違反や論理矛盾に満ちていたため、ポレモンは跳び起き、両手を差し出して言った。 「ウァルスよ、令状を持ってまいれ」また、ある属州総督が多くの容疑で捕縛された盗賊を拷問にかけ、為した悪行に見合ういかなる刑罰がありうるのか途方に暮れていると言ったとき、たまたま居合わせたポレモンは言った。 「古典を暗唱するよう命じるがよい」このソフィスト自身、極めて多くのものを暗記していながら、修練の中では暗記こそが最も苦痛なことだと考えていたからである。また、ある剣闘士が汗を流し、命を懸けた戦いを恐れているのを見て、彼は言った。 「演説の修練でも始めようとするかのように怯えているな」さらに、あるソフィストがソーセージや小魚などの安価な副食物を買い求めているのに出くわしたとき、彼は言った。 「良き友よ、そのようなものを食べている者には、ダレイオスやクセルクセスの気概を立派に演じることはできぬ」また哲学者ティモクラテスが彼に向かって、ファウォリヌスはいかに多弁でおしゃべりな代物であるかを語った際、ポレモンは彼の宦官のような性質を揶揄して、極めて機知に富んだ調子で言った。 「世の老婆という老婆も、すべてそうであるな」さらにスミュルナのオリンピア祭において、ある悲劇役者が「おお、ゼウスよ」と言う際に大地を指し、「そして大地よ」と言う際に天へと手を差し伸べたとき、競技会の長として臨席していたポレモンは、「こやつは手で語法違反を犯した」と言って、彼を競技から追放した。 これらのことについてはこれ以上語るまい。これだけでもこの人物の機知を示すには十分だからである。

構文注4 件
  1. 1.25.8κἀκεῖνα τῶν Πολέμωνι τιμὴν ἐχόντων

    述語としての部分属格構文であり、主動詞 ἐστί が省略されている。「それらの事柄(κἀκεῖνα)もまた、ポレモンに名誉をもたらした諸事(τῶν ... τιμὴν ἐχόντων)の一部である」という意味を表す。

  2. 1.25.8ἀπῆλθεν ἡ Σμύρνα τὰ πρωτεῖα νικῶσα καὶ τὸν Πολέμωνα αὐτοῖς ἀναβεβιωκέναι φάσκοντες

    意味的一致(constructio ad sensum)の例。女性単数の集合名詞 ἡ Σμύρνα に対し、分詞 φάσκοντες が男性複数の形を取っているのは、都市の名がスミュルナの市民たちを意味論的に指しているためである。

  3. 1.25.9εἰ παρὸν αὐτῷ μὴ ἀπαιτεῖσθαι καὶ τὸ μειράκιον ἐκκαρποῦσθαι παρέχοντα αὐτῷ νεῦμα εὔνουν μὴ ποιεῖ τοῦτο

    παρόν は非人称動詞 πάρεστι の絶対対格(「〜することが可能であるのに」)。間接話法(ὡς...)内の条件節 εἰ... μὴ ποιεῖ τοῦτο に組み込まれており、分詞 παρέχοντα は従属節内の不定詞の意味上の主語(ポレモン自身)に対格で一致している。

  4. 1.25.9οὗτος τῇ χειρὶ ἐσολοίκισεν

    言語の文法・語法違反を指す動詞 σολοικίζω(破格を用いる、語法違反を犯す)を身体の身振り・ジェスチャーに比喩的に転用した表現。与格 τῇ χειρὶ は手段・道具の与格(「手によって」)。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:1.25.8-1.25.9