← ピロストラトス

ソフィスト列伝

§1.22.1-1.22.2

ミレトスのディオニュシオスの作風と記憶術の真相

ミレトスのディオニュシオスの出自と作風、演習弁論の実例を紹介し、彼が弟子たちにカルデアの秘術で記憶術を授けたという風説を論駁して、弟子たちの記憶力の真相を解明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.22.1

Διονύσιος δὲ ὁ Μιλήσιος εἴθʼ, ὡς ἔνιοί φασι, πατέρων ἐπιφανεστάτων ἐγένετο, εἴθʼ, ὥς τινες, αὐτὸ τοῦτο ἐλευθέρων, ἀφείσθω τούτου τοῦ μέρους,1 ἐπειδὴ οἰκείᾳ ἀρετῇ ἐλαμπρύνετο, τὸ γὰρ καταφεύγειν ἐς τοὺς ἄνω ἀποβεβληκότων ἐστὶ τὸν ἐφʼ ἑαυτῶν ἔπαινον. Ἰσαίου δὲ ἀκροατὴς γενόμενος ἀνδρός, ὡς ἔφην, κατὰ φύσιν ἑρμηνεύοντος τουτὶ μὲν ἱκανῶς ἀπεμάξατο καὶ πρὸς τούτῳ τὴν εὐταξίαν τῶν νοημάτων, καὶ γὰρ δὴ καὶ τοῦτο Ἰσαίου. μελιχρότατος δὲ περὶ τὰς ἐννοίας γενόμενος οὐκ ἐμέθυε περὶ τὰς ἡδονάς, ὥσπερ ἔνιοι τῶν σοφιστῶν, ἀλλʼ ἐταμιεύετο λέγων ἀεὶ πρὸς τοὺς γνωρίμους, ὅτι χρὴ τοῦ μέλιτος ἄκρῳ δακτύλῳ, ἀλλὰ μὴ κοίλῃ χειρὶ γεύεσθαι, ὡς ἐν ἅπασι μὲν τοῖς εἰρημένοις δεδήλωται τῷ Διονυσίῳ, λογικοῖς τε καὶ νομικοῖς καὶ ἠθικοῖς ἀγῶσι, μάλιστα δὲ ἐν τῷ ἐπὶ Χαιρωνείᾳ θρήνῳ. διεξιὼν γὰρ τὸν Δημοσθένην τὸν μετὰ Χαιρώνειαν προσάγοντα τῇ βουλῇ ἑαυτὸν ἐς τήνδε τὴν μονῳδίαν τοῦ λόγου ἐτελεύτησεν· ὦ Χαιρώνεια πονηρὸν χωρίον. καὶ πάλιν ὦ αὐτομολήσασα πρὸς τοὺς βαρβάρους Βοιωτία. στενάξατε οἱ κατὰ γῆς ἥρωες, ἐγγὺς Πλαταιῶν νενικήμεθα. καὶ πάλιν ἐν τοῖς κρινομένοις ἐπὶ τῷ μισθοφορεῖν Ἀρκάσιν ἀγορὰ πολέμου  πρόκειται καὶ τὰ τῶν Ἑλλήνων κακὰ τὴν Ἀρκαδίαν τρέφει. καὶ ἐπέρχεται πόλεμος αἰτίαν οὐκ ἔχων.

ミレトスのディオニュシオスは、ある人々が言うように極めて高名な両親から生まれたのであれ、またある人々が言うように単に自由民の生まれにすぎなかったのであれ、この部分からは解放されるべきであろう。彼自身の徳によって輝いていたからであり、祖先に逃避することは、自らについての称賛を失った者たちに属することだからである。私が述べたように自然体で表現する人物であったイサイオスの聴講者となった彼は、この点を十全に模倣し、それに加えて思想の秩序正しさも写し取ったが、まさにこれこそイサイオスの特徴でもあった。彼は着想においてこの上なく甘美であったが、幾人かのソフィストたちのように快楽に酔い痴れることはなく、節度を保ち、蜂蜜を味わうには指先で味わうべきであって手のひらですくって味わうべきではないと、門人たちに常々語っていた。このことは、論理的、法律的、倫理的な弁論の競技など、ディオニュシオスが語ったすべての言論において示されているが、とりわけカイロネイアをめぐる哀悼において顕著である。実際、彼はカイロネイアの戦いののちに評議会へと進み出るデモステネスを論じるにあたって、演説を次のような悲歌によって締めくくった。 おお、悪しき地よ、カイロネイアよ。 また、おお、蛮族へと寝返ったボイオティアよ。地の下に眠る英雄たちよ、嘆息せよ。われらはプラタイアイの近傍において敗れ去ったのだ。 また、傭兵として仕えたことで裁きを受けるアルカディア人たちをめぐる演説においては、戦争の市場が開かれ、ギリシア人の災難がアルカディアを養っている。 そして、大義なき戦争が襲いかかる。

§1.22.2

τοιάδε μὲν ἡ ἐπίπαν ἰδέα τοῦ Διονυσίου, καθʼ ἣν τὰ τῆς μελέτης αὐτῷ προὔβαινεν ἐπισκοπουμένῳ καιρόν, ὅσονπερ ὁ Ἰσαῖος, ὁ δὲ λόγος ὁ περὶ τοῦ Διονυσίου λεγόμενος, ὡς Χαλδαίοις τέχναις τοὺς ὁμιλητὰς τὸ μνημονικὸν ἀναπαιδεύοντος2 πόθεν εἴρηται, ἐγὼ δηλώσω· τέχναι μνήμης οὔτε εἰσὶν οὔτʼ ἂν γένοιντο, μνήμη μὲν γὰρ δίδωσι τέχνας, αὐτὴ δὲ ἀδίδακτος καὶ οὐδεμιᾷ τέχνῃ ἁλωτός, ἔστι γὰρ πλεονέκτημα φύσεως ἢ τῆς ἀθανάτου ψυχῆς μοῖρα. οὐ γὰρ ἄν ποτε θνητὰ νομισθείη τὰ ἀνθρώπεια, οὐδὲ διδακτά, ἃ ἐμάθομεν, εἰ μνήμη συνεπολιτεύετο ἀνθρώποις,3 ἣν εἴτε μητέρα δεῖ χρόνου καλεῖν, εἴτε παῖδα, μὴ διαφερώμεθα πρὸς τοὺς ποιητάς, ἀλλʼ ἔστω, ὅ τι βούλονται. πρὸς δὲ τούτοις τίς οὕτως εὐήθης κατὰ τῆς ἑαυτοῦ δόξης ἐν σοφοῖς γραφόμενος, ὡς γοητεύων ἐν μειρακίοις διαβάλλειν καὶ ἃ ὀρθῶς ἐπαιδεύθη; πόθεν οὖν τὸ μνημονικὸν τοῖς ἀκροωμένοις; ἄπληστα τὴν ἡδονὴν ἐδόκει τὰ τοῦ Διονυσίου καὶ πολλάκις ἐπαναλαμβάνειν αὐτὰ ἠναγκάζετο, ἐπειδὴ ξυνίει σφῶν χαιρόντων τῇ ἀκροάσει. οἱ δὴ εὐμαθέστεροι τῶν νέων ἐνετυποῦντο αὐτὰ ταῖς γνώμαις καὶ ἀπήγγελλον ἑτέροις μελέτῃ μᾶλλον ἢ μνήμῃ ξυνειληφότες, ὅθεν μνημονικοί τε ὠνομάζοντο καὶ τέχνην αὐτὸ πεποιημένοι. ἔνθεν ὁρμώμενοί τινες τὰς τοῦ Διονυσίου μελέτας ἐσπερματολογῆσθαί φασιν, ὡς δὴ ἄλλο ἄλλου ξυνενεγκόντων ἐς αὐτάς, ἐν ᾧ ἐβραχυλόγησεν.

以上がディオニュシオスの全般的な作風であり、これに従って、彼はイサイオスに劣らず時宜をわきまえながら弁論演習を進めていった。他方、ディオニュシオスについて、カルデア人の術を用いて弟子たちに記憶術を授けたと噂されているが、それがどこから言われるようになったのか、私が明らかにしよう。記憶の技術など存在しないし、存在しうるはずもない。記憶こそが諸々の技術を与えるのであって、記憶そのものは教わることもできず、いかなる技術によっても捉えられないからである。なぜなら、記憶とは生まれつきの天稟であるか、あるいは不死の魂の分け前だからである。もし記憶が人々と共に市民生活を営むものであるなら、人間の営みが死すべきものとみなされることも、われわれが学んだ事柄が教えられうるものとされることも決してないであろう。その記憶を時の母と呼ぶべきか、あるいは子と呼ぶべきかについては、詩人たちと論争するのはやめて、彼らが望むがままにしておこう。これに加えて、賢者の一人に数えられながら、青二才たちの前で魔術師のように振る舞い、自らが正しく教育された事柄までも悪評に晒すほど、自らの名声に無頓着な愚か者がどこにいようか。では、聴講者たちの記憶力はどこから生じたのか。ディオニュシオスの弁論は飽くことなき快美さを湛えているとみなされ、彼らが聴講を喜んでいるのを察して、彼はしばしばそれを反復せざるをえなかった。そこで、若者たちのうち飲み込みの早い者たちがそれらを心に刻み込み、生まれつきの記憶力によってというよりは演習によって把握したうえで他人に暗誦して聞かせたため、彼らは記憶の達人と呼ばれ、それを技術に高めたと称されたのである。このことに端を発して、ある人々はディオニュシオスの演習弁論がつぎはぎに集められたものであると主張しているが、それは彼が簡潔に語った部分において、別々の人々がそれぞれ異なる箇所を持ち寄ったからだというのである。

構文注3 件
  1. 1.22.1ἀφείσθω τούτου τοῦ μέρους

    3人称単数完了受動態命令法 ἀφείσθω に分離の属格 τούτου τοῦ μέρους が結びついた構文。頌徳文(エンコーミオン)の慣例的トポスである「出自・門地(γένος)」を論じる区分(μέρος)を、ディオニュシオス自身の卓越した徳に免じて省略・免除する姿勢を示している。

  2. 1.22.2ὡς Χαλδαίοις τέχναις τοὺς ὁμιλητὰς τὸ μνημονικὸν ἀναπαιδεύοντος

    先行する名詞句 ὁ δὲ λόγος ὁ περὶ τοῦ Διονυσίου λεγόμενος の内容を敷衍する ὡς+属格独立構文。分詞 ἀναπαιδεύοντος は主語としてディオニュシオスを想定し、二重対格(教育の対象である人を表す τοὺς ὁμιλητάς と、教えられる内容・内的対格としての τὸ μνημονικόν「記憶術」)を従えている。

  3. 1.22.2οὐ γὰρ ἄν ποτε θνητὰ νομισθείη τὰ ἀνθρώπεια, οὐδὲ διδακτά, ἃ ἐμάθομεν, εἰ μνήμη συνεπολιτεύετο ἀνθρώποις

    帰結節に ἄν+希求法(νομισθείη)、条件節に εἰ+未完了過去直説法(συνεπολιτεύετο)を用いた混合条件文(反実仮想)。不死の魂の分け前である記憶そのものが人間社会に一市民として共に暮らしているならば、人間の営みが有限(死すべきもの)とみなされることもなく、獲得した知識が教え直しを要する可教的なものとされることもないはずだ、という論理を展開している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:1.22.1-1.22.2