← ピロストラトス

ソフィスト列伝

§1.21.4

スコペリアノスの父の遺産相続とキュテロス

スコペリアノスの父が家奴の料理人キュテロスと後妻の讒言に惑わされて全財産を奴隷に遺贈した経緯と、その後スコペリアノスが裁判で敗訴したものの、没落したキュテロスから邸宅の返還を受けた顛末が語られる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.21.4

αἱ δὲ αἰτίαι, διʼ ἃς ὁ πατὴρ ἐξ ἡμέρου τε καὶ πρᾴου χαλεπὸς αὐτῷ ἐγένετο, λέγονται μὲν ἐπὶ πολλά, καὶ γὰρ ἡ δεῖνα καὶ ἡ δεῖνα καὶ πλείους, ἀλλʼ ἐγὼ τὴν ἀληθεστάτην δηλώσω· μετὰ γὰρ τὴν τοῦ Σκοπελιανοῦ μητέρα γυναῖκα ὁ πρεσβύτης ἤγετο ἡμίγαμόν τε καὶ οὐ κατὰ νόμους, ὁ δὲ ὁρῶν ταῦτα ἐνουθέτει καὶ ἀπῆγεν, τουτὶ δὲ τοῖς ἐξώροις ἀηδές. ἡ δʼ αὖ ξυνετίθει κατʼ αὐτοῦ λόγον, ὡς ἐρῶντος μὲν αὐτῆς, τὴν διαμαρτίαν δὲ μὴ καρτεροῦντος.1 ξυνελάμβανε δὲ αὐτῇ τῶν διαβολῶν καὶ οἰκέτης τοῦ πρεσβύτου μάγειρος, ᾧ ἐπωνυμία Κύθηρος, ὑποθωπεύων, ὥσπερ ἐν δράματι, τὸν δεσπότην καὶ τοιαυτὶ λέγων· ὦ δέσποτα, βούλεταί σε ὁ υἱὸς τεθνάναι ἤδη, οὐδὲ τὸν αὐτόματον καὶ μετʼ οὐ πολὺ θάνατον ἐνδιδοὺς τῷ σῷ γήρᾳ, ἀλλὰ καὶ αὐτουργῶν μὲν τὴν ἐπιβουλήν, μισθούμενος δὲ καὶ τὰς ἐμὰς χεῖρας. ἔστι γὰρ αὐτῷ φάρμακα ἀνδροφόνα ἐπὶ σέ, ὧν τὸ καιριώτατον κελεύει με ἐμβαλεῖν ἐς ἕν τι τῶν ὄψων ἐλευθερίαν τε ὁμολογῶν καὶ ἀγροὺς καὶ οἰκίας καὶ χρήματα καὶ πᾶν ὅ τι βουλοίμην ἔχειν τοῦ σοῦ οἴκου, καὶ ταυτὶ μὲν πειθομένῳ εἶναι, ἀπειθοῦντι δὲ μαστίγωσίν τε καὶ στρέβλωσιν καὶ παχείας πέδας καὶ κύφωνα βαρύν.2 καὶ τοιοῖσδε θωπεύμασι περιελθὼν τὸν δεσπότην τελευτῶντος μετʼ οὐ πολὺ καὶ πρὸς διαθήκαις ὄντος γράφεται κληρονόμος, υἱός τε προσρηθεὶς καὶ ὀφθαλμοὶ καὶ ψυχὴ πᾶσα. καὶ οὐχὶ ταυτὶ χρὴ θαυμάζειν, ἐπεὶ πρεσβύτην ἐρῶντα ἔθελξεν ἴσως που καὶ παραπαίοντα ὑπὸ ἡλικίας καὶ αὐτοῦ τοῦ ἐρᾶν — καὶ γὰρ δὴ καὶ νέοι ἐρῶντες οὐκ ἔστιν ὅστις αὐτῶν τὸν ἑαυτοῦ νοῦν ἔχει — ἀλλʼ ὅτι καὶ τῆς τοῦ Σκοπελιανοῦ δεινότητος τε καὶ τῆς ἐν τοῖς δικαστηρίοις ἀκμῆς κρείττων ἔδοξεν ἀγωνισάμενος μὲν περὶ τῶν διαθηκῶν πρὸς αὐτόν, ἀντεκτείνας δὲ τῇ ἐκείνου δεινότητι τὸν ἐκείνου πλοῦτον· ἀπαντλῶν γὰρ τῆς οὐσίας καὶ μισθούμενος ὑπερβολαῖς χρημάτων γλώττας ὁμοῦ πάσας καὶ δικαστῶν ψήφους πανταχοῦ τὴν νικῶσαν ἀπηνέγκατο, ὅθεν ὁ Σκοπελιανὸς τὰ μὲν  Ἀναξαγόρου μηλόβοτα εἶναι, τὰ δὲ αὑτοῦ δουλόβοτα ἔλεγεν. ἐπιφανὴς δὲ καὶ τὰ πολιτικὰ ὁ Κύθηρος γενόμενος γηράσκων ἤδη καὶ τὴν οὐσίαν ὁρῶν ὑποδιδοῦσαν καταφρονούμενός τε ἱκανῶς καί που καὶ πληγὰς λαβὼν πρὸς ἀνδρός, ὃν χρήματα ἀπαιτῶν ἐτύγχανεν, ἱκέτης τοῦ Σκοπελιανοῦ γίγνεται μνησικακίαν τε αὐτῷ παρεῖναι καὶ ὀργὴν ἀπολαβεῖν τε τὸν τοῦ πατρὸς οἶκον ἀνέντα μὲν αὐτῷ μέρος τῆς οἰκίας πολλῆς οὔσης, ὡς μὴ ἀνελευθέρως ἐνδιαιτήσηται, συγχωρήσαντα δὲ ἀγροὺς δύο τῶν ἐπὶ θαλάττῃ.3 καὶ Κυθήρου οἶκος ἐπωνόμασται νῦν ἔτι τὸ μέρος τῆς οἰκίας, ἐν ᾧ κατεβίω. ταυτὶ μέν, ὡς μὴ ἀγνοεῖν αὐτά, συνιέναι δὲ κἀκ τούτων, ὅτι οἱ ἄνθρωποι μὴ θεοῦ μόνον, ἀλλὰ καὶ ἀλλήλων παίγνια.

父が穏和で優しい人物から息子に対して冷酷になった原因については、多くの理由が取り沙汰されており、あれこれの原因やさらに多くのものが挙げられているが、私が最も真実なものを明らかにしよう。というのも、スコペリアノスの母の死後、この老人は内縁の非合法な妻を迎えたのだが、スコペリアノスはこれを見て父を諌め、思いとどまらせようとした。しかしこのことは盛りの過ぎた老人にとっては不快なことであった。そこで女は逆に彼について、自分に恋情を抱いているが、それが受け入れられないことに耐えかねているのだという作り話を仕立て上げた。そして老人の召使である料理人で、名をキュテロスという者が、劇の如く主人に媚びへつらい、次のようなことを言って彼女の讒言に加担した。 「旦那様、息子様は今すぐにでもあなたが死ぬことを望んでおられ、あなたの老境に、そう遠くない自然な死さえ許さず、自ら陰謀を実行に移すばかりか、私の手をも買収しようとしております。というのも、あのお方はあなたに対する暗殺の毒薬をお持ちで、その最も効き目のあるものを料理の一つに混ぜよと私に命じ、自由を与えること、田畑や家屋や金銭、あなたの財産のうち私が望むすべてのものを差し出すことを約しているのです。そして従えばこれらが私のものとなるが、従わなければ鞭打ち、拷問、太い足枷、そして重い首枷が待っていると脅しております」そしてこのような甘言で主人を籠絡し、主人がまもなく死の床に就き遺言状を作成する段になると、彼は相続人に指定され、息子と呼ばれ、目の中に入れても痛くない存在、全身全霊の対象とまで称されたのである。このこと自体は驚くべきことではない。彼が惑わしたのは恋に溺れた老人であり、おそらく年齢と愛欲そのものによって理性も失っていたのだろうから――実際、若い者でも恋をすれば誰も自らの正気を保てはしないのだ――。しかし驚くべきは、彼が遺言を巡ってスコペリアノスと法廷で争い、スコペリアノスの弁舌の巧みさに対して彼〔スコペリアノス〕の財力を対置することで、彼の雄弁さと法廷における気迫にさえ打ち勝ったと見なされたことである。実に彼は財産を汲み出し、巨額の金銭によってすべての弁舌家と裁判員の票を買収したため、至る所で勝訴を収めた。このことからスコペリアノスは、アナクサゴラスの土地は羊の放牧地となったが、自分の土地は奴隷の放牧地となったと言ったのである。しかしキュテロスは政治の世界でも著名となったものの、やがて老境に入り財産が目減りするのを目の当たりにし、人々から甚だ軽蔑され、金を返せと要求した相手の男から殴打されるに至って、スコペリアノスのもとに懇願者として現れた。恨みと怒りを赦し、父の屋敷を取り戻してほしいと請い、その代わり、彼が卑小な生活を送らずに済むよう屋敷は広大なのでその一部を彼に譲り渡し、海沿いの二つの農地を分与してほしいと願ったのである。そして彼が生涯を終えた屋敷の一部は、今なお「キュテロスの館」と呼ばれている。これらのことは、それらを知らずにいることのないよう、またここからも、人は神の玩具であるのみならず、互いの玩具でもあると理解するよう記したまでである。

構文注3 件
  1. 1.21.4ὡς ἐρῶντος μὲν αὐτῆς, τὴν διαμαρτίαν δὲ μὴ καρτεροῦντος

    主観的理由・口実を表す小辞 ὡς に導かれた独立属格構文。女が仕立て上げた讒言の内容(スコペリアノスが彼女を愛慕しながら、拒絶に耐えかねているという主張)を間接的に示している。

  2. 1.21.4καὶ ταυτὶ μὲν πειθομένῳ εἶναι, ἀπειθοῦντι δὲ μαστίγωσίν τε καὶ στρέβλωσιν καὶ παχείας πέδας καὶ κύφωνα βαρύν

    間接話法における分詞の与格(πειθομένῳ, ἀπειθοῦντι)が条件節(「もし従えば/従わなければ」)の代用をなし、存在の不定詞 εἶναι と結びついている。後半の対格名詞列(μαστίγωσιν...)は、先行する ὁμολογῶν の使役・脅迫的ニュアンス(「〜を課すと脅す」)を受けるか、不定詞 εἶναι の主語対格として緩やかに接続している。

  3. 1.21.4ἱκέτης τοῦ Σκοπελιανοῦ γίγνεται μνησικακίαν τε αὐτῷ παρεῖναι καὶ ὀργὴν ἀπολαβεῖν τε τὸν τοῦ πατρὸς οἶκον ἀνέντα μὲν αὐτῷ μέρος τῆς οἰκίας πολλῆς οὔσης, ὡς μὴ ἀνελευθέρως ἐνδιαιτήσηται, συγχωρήσαντα δὲ ἀγροὺς δύο τῶν ἐπὶ θαλάττῃ

    名詞述語 ἱκέτης γίγνεται(懇願者となる)が不定詞 παρεῖναι および ἀπολαβεῖν を目的語的に従えている。分詞 ἀνέντα と συγχωρήσαντα は男性単数対格であり、先行する属格 τοῦ Σκοπελιανοῦ ではなく、不定詞 ἀπολαβεῖν の意味上の主語(スコペリアノス自身)と格一致している点に注意を要する。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:1.21.4