- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:1.19.1-1.19.2
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
見識の乏しい弁論家たちを退け、法廷弁論とソフィスト的弁論を融合させて独自の雄弁術を確立したスミュルナのニケテスの経歴と逸話、およびローマ総督ルフスとの対立から皇帝ネロナの下での弁明に至る顛末を描く。
ὑπερβάντες δʼ Ἀριοβαρζάνην τὸν Κίλικα καὶ Ξενόφρονα τὸν Σικελιώτην καὶ Πειθαγόραν τὸν ἐκ Κυρήνης, οἳ μήτε γνῶναι ἱκανοὶ ἔδοξαν, μήθʼ ἑρμηνεῦσαι τὰ γνωσθέντα, ἀλλʼ ἀπορίᾳ γενναίων σοφιστῶν ἐσπουδάσθησαν τοῖς ἐφʼ ἑαυτῶν Ἕλλησιν, ὅν που τρόπον τοῖς σίτου ἀποροῦσιν οἱ ὄροβοι, ἐπὶ Νικήτην ἴωμεν τὸν Σμυρναῖον. οὗτος γὰρ ὁ Νικήτης παραλαβὼν τὴν ἐπιστήμην ἐς στενὸν ἀπειλημμένην ἔδωκεν αὐτῇ παρόδους πολλῷ λαμπροτέρας ὧν αὐτὸς τῇ Σμύρνῃ ἐδείματο,1 συνάψας τὴν πόλιν ταῖς ἐπὶ τὴν Ἔφεσον πύλαις καὶ διὰ μέγεθος ἀντεξάρας λόγοις ἔργα. ὁ δὲ ἀνὴρ οὗτος τοῖς μὲν δικανικοῖς ἀμείνων ἐδόκει τὰ δικανικά, τοῖς δὲ σοφιστικοῖς τὰ σοφιστικὰ ὑπὸ τοῦ περιδεξίως τε καὶ πρὸς ἅμιλλαν ἐς ἄμφω ἡρμόσθαι. τὸ μὲν γὰρ δικανικὸν σοφιστικῇ περιβολῇ ἐκόσμησεν, τὸ δὲ σοφιστικὸν κέντρῳ δικανικῷ ἐπέρρωσεν. ἡ δὲ ἰδέα τῶν λόγων τοῦ μὲν ἀρχαίου καὶ πολιτικοῦ ἀποβέβηκεν, ὑπόβακχος δὲ καὶ διθυραμβώδης, τὰς δʼ ἐννοίας ἰδίας τε καὶ παραδόξους ἐκδίδωσιν, ὥσπερ οἱ βακχεῖοι θύρσοι τὸ μέλι καὶ τοὺς ἑσμοὺς τοῦ γάλακτος.
キリキアのアリオバルザネス、シケリアのクセノプロン、キュレネのペイタゴラス――彼らは見識を持つにも、知られた事柄を明晰に表現するにも十分ではないと見なされたが、優れたソフィストの欠如ゆえに、食糧に乏しい人々にとっての雀の豆のように、同時代のギリシア人たちによって重用された――を通り過ぎて、スミュルナのニケテスのところへ進もう。というのも、このニケテスは、窮屈な狭隘に閉じ込められていた弁論術を引き継ぎ、自らがスミュルナのために建設した街路――都市とエペソスに向かう門とを結びつけ、その壮大さゆえに事業を弁論に拮抗させた街路――よりもはるかに輝かしい通路をこの術に与えたからである。この人物は、両方の分野において巧みに、しかも競い合うように適合していたため、法廷弁論家には法廷弁論において、ソフィストたちにはソフィスト的弁論において、より優れているように思われた。実際、彼は法廷弁論をソフィスト的な外装で飾り立て、ソフィスト的弁論を法廷弁論の鋭い針で力づけたのである。彼の言論の様式は古風で市民的なそれからは離れ、いくぶんバッコス的でディテュランボス風であり、バッコス信徒のテュルソスの杖が蜂蜜や乳の滴りをもたらすかのように、独創的で意想外の着想を産み出した。
μεγάλων δʼ ἀξιούμενος τῆς Σμύρνης τί οὐκ ἐπʼ αὐτῷ βοώσης2 ὡς ἐπʼ ἀνδρὶ θαυμασίῳ καὶ ῥήτορι, οὐκ ἐθάμιζεν ἐς τὸν δῆμον, ἀλλʼ αἰτίαν παρὰ τοῖς πολλοῖς ἔχων φόβου φοβοῦμαι ἔφη δῆμον ἐπαίροντα μᾶλλον ἢ λοιδορούμενον. τελώνου δὲ θρασυναμένου ποτὲ πρὸς αὐτὸν ἐν δικαστηρίῳ καὶ εἰπόντος παῦσαι ὑλακτῶν με μάλα ἀστείως ὁ Νικήτης νὴ Δία, εἶπεν ἢν καὶ σὺ παύσῃ δάκνων με. ἡ δὲ ὑπὲρ Ἄλπεις τε καὶ Ῥῆνον ἀποδημία τοῦ ἀνδρὸς ἐγένετο μὲν ἐκ βασιλείου προστάγματος, αἰτία δὲ αὐτῆς ἥδε· ἀνὴρ ὕπατος, ᾧ ὄνομα Ῥοῦφος, τοὺς Σμυρναίους ἐλογίστευε πικρῶς καὶ δυστρόπως. τούτῳ τι προσκρούσας ὁ Νικήτης ἔρρωσο, εἶπεν, καὶ οὐκέτι προσῄει δικάζοντι. τὸν μὲν δὴ χρόνον, ὃν μιᾶς πόλεως ἦρξεν, οὔπω δεινὰ πεπονθέναι ᾤετο, ἐπιτραπεὶς δὲ τὰ Κελτικὰ στρατόπεδα ὀργῆς ἀνεμνήσθη — αἱ γὰρ εὐπραγίαι τά τε ἄλλα τοὺς ἀνθρώπους ἐπαίρουσι καὶ τὸ μηκέτι καρτερεῖν, ἅ πρὶν εὖ πράττειν ἀνθρωπίνῳ λογισμῷ ἐκαρτέρουν — καὶ γράφει πρὸς τὸν αὐτοκράτορα Νερούαν πολλὰ ἐπὶ τὸν Νικήτην καὶ σχέτλια, καὶ ὁ αὐτοκράτωρ αὐτὸς εἶπεν ἀκροάσει ἀπολογουμένου, κἂν ἀδικοῦντα εὕρῃς, ἐπίθες δίκην. ταυτὶ δὲ ἔγραφεν οὐ τὸν Νικήτην ἐκδιδούς, ἀλλὰ τὸν Ῥοῦφον ἐς συγγνώμην ἑτοιμάζων, οὐ γὰρ ἄν ποτε ἄνδρα τοιοῦτον ἐφʼ ἑαυτῷ γεγονότα οὔτʼ ἂν ἀποκτεῖναι ὁ Ῥοῦφος, οὔτʼ ἂν ἕτερον ζημιῶσαι οὐδέν, ὡς μὴ φανείη βαρὺς τῷ καθιστάντι αὐτὸν δικαστὴν ἐχθροῦ. διὰ μὲν δὴ ταῦτα ἐπὶ Ῥῆνόν τε καὶ Κελτοὺς ἦλθεν, παρελθὼν δὲ ἐπὶ τὴν ἀπολογίαν οὕτω τι κατέπληξε τὸν Ῥοῦφον, ὡς πλείω μὲν ἀφεῖναι ἐπὶ τῷ Νικήτῃ δάκρυα οὗ διεμέτρησεν αὐτῷ ὕδατος,3 ἀποπέμψαι δὲ οὐκ ἄτρωτον μόνον, ἀλλὰ περίβλεπτον καὶ ἐν τοῖς ζηλωτοῖς Σμυρναίων. τὸν δὲ ἄνδρα τοῦτον χρόνοις ὕστερον Ἡρακλείδης ὁ Λύκιος σοφιστὴς διορθούμενος ἐπέγραψε Νικήτην τὸν κεκαθαρμένον, ἠγνόησε δὲ ἀκροθίνια Πυγμαῖα κολοσσῷ ἐφαρμόζων.
彼は大いなる栄誉に値すると見なされ、スミュルナが驚嘆すべき人物にして弁論家に対するように彼に対して何ひとつ叫ばない賛辞はなかったほどであったが、民会の場に足繁く通うことはなく、恐れの念を抱いていると大衆から咎められると、「私は」と彼は言った、「罵詈雑言を浴びせる民衆よりも、持ち上げて歓呼する民衆のほうを恐れるのだ。」 かつて法廷で収税吏が彼に対して居丈高になり、「私に吠えかかるのをやめよ」と言ったとき、ニケテスはきわめて機知に富んだ調子で、「ゼウスにかけて」と言った、「お前も私に噛みつくのをやめるならな。」 この人物のアルプスおよびライン川を越える旅は皇帝の命によって生じたが、その理由は次のとおりであった。元執政官の身分で、名をルフスという男が、スミュルナ市民を苛酷かつ偏屈に監査していた。ニケテスはこの男と衝突し、「達者でな」と言い捨て、裁判を開く彼の前にはもはや出頭しなくなった。ルフスは一都市を管轄していた間は、まだそれほど酷い目に遭ったとは思っていなかったが、ケルト地方の軍団を委任されるや怒りを思い出した――というのも、幸運は他のことでも人間を増長させ、また幸運に恵まれる前に人間の分相応の思慮によって耐えていた事柄を最早耐えないようにさせるからである――そして皇帝ネルウァに対してニケテスを非難する無数の激しい訴状を書き送った。すると皇帝は、「お前自身が」と言った、「彼が弁明するのを聞き、もし不正を働いていると分かったなら、処罰を科すがよい。」 皇帝がこのように書いたのは、ニケテスを見捨てたからではなく、むしろルフスに寛恕を促すためであった。なぜなら、ルフスは自分に身を委ねることになったこれほどの人物を処刑することも、他のいかなる害を加えることも決してないはずであり、自分を敵の裁判官に任じた皇帝に対して冷酷に見えるのを避けるだろうからである。まさにこのような理由で彼はライン川とケルト人たちの下へ赴いたが、弁明に立った彼はルフスをあまりに圧倒したため、ルフスは彼に水時計で配分した水以上の涙をニケテスのために流し、彼を無傷のまま帰らせただけでなく、誰もが振り返るほどの栄誉を担わせ、スミュルナ人が羨望する人々のうちにとどまらせたのである。後年、リュキアのソフィストであるヘラクレイデスがこの人物の弁論を校訂した際、「浄化されたニケテス」と銘打ったが、それは巨像にピグマエオイの初穂を捧げるようなものであることに彼は気づいていなかったのである。
- 1.19.1παρόδους πολλῷ λαμπροτέρας ὧν αὐτὸς τῇ Σμύρνῃ ἐδείματο
ὧν は関係代名詞の牽引(attractio relativi)であり、比較級 λαμπροτέρας に従う比較の属格として先行詞(παρόδων)が省略され、目的格 τούτων ἃ... から ὧν へと格変化したもの。「彼が自らスミュルナ市街に建設した街路(または建造物)よりもはるかに輝かしい通路」という意味になる。
- 1.19.2τί οὐκ ἐπʼ αὐτῷ βοώσης
属格独立構文(genitivus absolutus)τῆς Σμύρνης ... βοώσης の内部で、疑問代名詞 τί が否定詞 οὐκ と結合して「何を叫ばないことがあろうか、ありとあらゆる称賛を叫んだ」という二重否定による修辞的強調(強意の肯定)をなしている。
- 1.19.2οὗ διεμέτρησεν αὐτῷ ὕδατος
οὗ は比較級 πλείω に従う比較の属格であり、先行詞 ὕδατος が関係節内に引き込まれると同時に関係代名詞に格牽引されている(πλείω δάκρυα ἢ τὸ ὕδωρ ὃ διεμέτρησεν または πλείω δάκρυα τοῦ ὕδατος οὗ... に相当)。古代の法廷で弁論時間を計る水時計(クレプシュドラ)の水を指す。
