← ピロストラトス

ソフィスト列伝

§1.17.1-1.17.4

イソクラテスの弁論術と文体およびその生涯

著者はイソクラテスの修辞的特質とその文体をデモステネスと対比しつつ論じ、政治への関わり方、主要作品、門弟、およびその最期について述べる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.17.1

ἡ δὲ Σειρὴν ἡ ἐφεστηκυῖα τῷ Ἰσοκράτους τοῦ σοφιστοῦ σήματι, ἐφέστηκε δὲ καὶ οἷον ᾅδουσα, πειθὼ κατηγορεῖ τοῦ ἀνδρός, ἣν συνεβάλετο ῥητορικοῖς νόμοις καὶ ἤθεσι, πάρισα καὶ ἀντίθετα καὶ ὁμοιοτέλευτα οὐχ εὑρὼν πρῶτος, ἀλλʼ εὑρημένοις εὖ χρησάμενος, ἐπεμελήθη δὲ καὶ περιβολῆς1 καὶ ῥυθμοῦ καὶ συνθήκης καὶ κρότου. ταυτὶ δʼ ἡτοίμασέ που καὶ τὴν Δημοσθένους γλῶτταν· Δημοσθένης γὰρ μαθητὴς μὲν Ἰσαίου, ζηλωτὴς δὲ Ἰσοκράτους γενόμενος ὑπερεβάλετο αὐτὸν θυμῷ καὶ ἐπιφορᾷ καὶ περιβολῇ καὶ ταχυτῆτι λόγου τε καὶ ἐννοίας. σεμνότης δʼ ἡ μὲν Δημοσθένους ἐπεστραμμένη μᾶλλον, ἡ δὲ Ἰσοκράτους ἁβροτέρα τε καὶ ἡδίων. παράδειγμα δὲ ποιώμεθα τῆς Δημοσθένους σεμνότητος· πέρας μὲν γὰρ ἅπασιν ἀνθρώποις ἐστὶ τοῦ βίου θάνατος, κἂν ἐν οἰκίσκῳ τις αὑτὸν καθείρξας τηρῇ, δεῖ δὲ τοὺς ἀγαθοὺς ἄνδρας ἐγχειρεῖν μὲν ἅπασιν ἀεὶ τοῖς καλοῖς τὴν ἀγαθὴν προβαλλομένους ἐλπίδα, φέρειν δέ, ἃ ἂν ὁ θεὸς διδῷ, γενναίως. ἡ δὲ Ἰσοκράτους σεμνότης ὧδε κεκόσμηται· τῆς γὰρ γῆς ἁπάσης τῆς ὑπὸ τῷ κόσμῳ κειμένης δίχα τετμημένης, καὶ τῆς μὲν Ἀσίας, τῆς δὲ Εὐρώπης καλουμένης, τὴν ἡμίσειαν ἐκ τῶν συνθηκῶν εἴληφεν, ὥσπερ πρὸς τὸν Δία τὴν χώραν νεμόμενος.2

ソフィストであるイソクラテスの墓の上に立ち、あたかも歌っているかのように立っているセイレンは、彼が修辞学の規則と気質によって打ち立てた説得力を証言している。彼は等拍句や対句、同音語尾を最初に発明したわけではないが、すでに発明されていたそれらを見事に活用し、また長大な構文、リズム、語の配列、響きにも心を配った。そしてこれらの工夫は、おそらくデモステネスの舌をも準備したのである。というのも、デモステネスはイサイオスの弟子となり、イソクラテスの熱心な追随者となって、気迫、勢い、構文の壮大さ、そして言葉と思考の速さにおいて彼を凌駕したからである。デモステネスの荘重さはより緊迫しており、イソクラテスの荘重さはより優美で快い。デモステネスの荘重さの例を挙げるとしよう。 「なぜなら、たとえ人が小部屋に身を閉じ込めて自らを見張っていようとも、すべての人間にとって人生の終わりは死だからである。しかし善き人々は、善き希望を盾として掲げつつ、常にすべての美しき事柄に手を着け、神が与えるどのようなものをも気高く耐え忍ばねばならない」これに対し、イソクラテスの荘重さは次のように飾られている。 「なぜなら、天球の下に横たわる全世界が二つに分かたれ、一方はアジア、他方はヨーロッパと呼ばれているが、彼はあたかもゼウスと領土を分け合うかのように、条約によってその半分を手に入れたからである」

§1.17.2

τὰ μὲν οὖν πολιτικὰ ὤκνει καὶ ἀπεφοίτα τῶν ἐκκλησιῶν διά τε τὸ ἐλλιπὲς τοῦ φθέγματος, διά τε τὸν Ἀθήνησιν φθόνον ἀντιπολιτευόμενον αὐτοῖς μάλιστα τοῖς σοφώτερόν τι ἑτέρου ἀγορεύουσιν. ὅμως δʼ οὐκ ἀπεσπούδαζε τῶν κοινῶν· τόν τε γὰρ Φίλιππον, ἐν οἷς πρὸς αὐτὸν ἔγραφεν, Ἀθηναίοις δήπου διωρθοῦτο, καὶ οἷς περὶ τῆς εἰρήνης συνέγραφεν, ἀνεσκεύαζε τοὺς Ἀθηναίους τῆς θαλάττης,3 ὡς κακῶς ἐν αὐτῇ ἀκούοντας, πανηγυρικός τ̔̓ἐστὶνʼ αὐτῷ λόγος, ὃν διῆλθεν Ὀλυμπίασι τὴν Ἑλλάδα πείθων ἐπὶ τὴν Ἀσίαν στρατεύειν παυσαμένους τῶν οἴκοι ἐγκλημάτων.

さて、彼は声の弱さのためにも、また誰か他の者よりも知恵ある発言をする者に対してとりわけ敵対するアテナイの嫉妬のためにも、政治活動を躊躇い、民会に出席することを避けていた。しかしそれでも、公の事柄への熱意を捨てたわけではなかった。フィリッポスに宛てて書いた文書において確かに彼をアテナイ人のために善導しようとし、平和について記した著作では、アテナイ人が海において悪名を得ているとして、彼らを制海権から引き離そうとしたからである。また、彼には祝祭演説があり、それは彼がオリンピアで披瀝したもので、内輪の非難合戦をやめてアジアへ遠征するよう全ギリシアを説得するものであった。

§1.17.3

οὗτος μὲν οὖν εἰ καὶ κάλλιστος  λόγων, αἰτίαν ὅμως παρέδωκεν, ὡς ἐκ τῶν Γοργίᾳ σπουδασθέντων ἐς τὴν αὐτὴν ὑπόθεσιν συντεθείη. ἄριστα δὲ τῶν Ἰσοκράτους φροντισμάτων ὅ τε Ἀρχίδαμος ξύγκειται καὶ ὁ Ἀμάρτυρος, τοῦ μὲν γὰρ διήκει φρόνημα τῶν Λευκτρικῶν ἀναφέρον καὶ οὐκ ἀκριβῆ μόνον τὰ ὀνόματα, ἀλλὰ καὶ ἡ ξυνθήκη λαμπρά, ἐναγώνιος δὲ ὁ λόγος, ὡς καὶ τὸ μυθῶδες αὐτοῦ μέρος, τὸ περὶ τὸν Ἡρακλέα καὶ τὰς βοῦς σὺν ἐπιστροφῇ ἑρμηνεῦσθαι, ὁ δὲ Ἀμάρτυρος ἰσχὺν ἐνδείκνυται κεκολασμένην ἐς ῥυθμούς, νόημα γὰρ ἐκ νοήματος ἐς περιόδους ἰσοκώλους τελευτᾷ.

さて、この演説は演説のうちで最も美しいものであるとはいえ、同じ主題に関してゴルギアースが熱心に論じたものから組み立てられたのではないかという非難の口実を与えた。しかし、イソクラテスの思索の成果のうちで最も優れて組み立てられているのは『アルキダモス』と『証人なし』である。前者の演説にはレウクトラの戦いの敗戦を挽回しようとする気概が貫かれており、語彙が厳密であるばかりでなく語の配列も華麗で、演説全体が真剣な闘志に満ちており、その神話的な部分、すなわちヘラクレスと牝牛に関する話さえも緊張感をもって語られている。他方、『証人なし』はリズムによって節度を保たれた力強さを示しており、思考から思考へと連なって同等の長さの節からなる周期文へと結実している。

§1.17.4

ἀκροαταὶ τοῦ ἀνδρὸς τούτου πολλοὶ μέν, ἐλλογιμώτατος δὲ Ὑπερείδης ὁ ῥήτωρ, Θεόπομπον γὰρ τὸν ἐκ τῆς Χίου καὶ τὸν Κυμαῖον Ἔφορον οὔτʼ ἂν διαβάλοιμι οὔτʼ ἂν θαυμάσαιμι. οἱ δὲ ἡγούμενοι τὴν κωμῳδίαν καθάπτεσθαι τοῦ ἀνδρός, ὡς αὐλοποιοῦ, ἁμαρτάνουσιν, πατὴρ μὲν γὰρ αὐτῷ Θεόδωρος ἦν, ὃν ἐκάλουν αὐλοποιὸν Ἀθήνησιν, αὐτὸς δὲ οὔτε αὐλοὺς ἐγίγνωσκεν οὔτε ἄλλο τι τῶν ἐν βαναυσίοις, οὐδὲ γὰρ ἂν οὐδὲ τῆς ἐν Ὀλυμπίᾳ εἰκόνος ἔτυχεν, εἴ τι τῶν εὐτελῶν εἰργάζετο. ἀπέθανε μὲν οὖν Ἀθήνησιν ἀμφὶ τὰ ἑκατὸν ἔτη, ἕνα δὲ αὐτὸν ἡγώμεθα τῶν ἐν πολέμῳ ἀποθανόντων,4 ἐπειδὴ μετὰ Χαιρώνειαν ἐτελεύτα μὴ καρτερήσας τὴν ἀκρόασιν τοῦ Ἀθηναίων πταίσματος.

この人物の聴講生は多かったが、最も高名なのは弁論家ヒュペレイデスである。キオス島出身のテオポンポスとキュメ出身のエポロスについては、私は悪評を立てることも称賛することもしないだろうからである。また、喜劇がこの人物を笛職人として攻撃していると考える者たちは誤っている。彼にはテオドロスという父がいて、アテナイでは笛職人と呼ばれていたが、彼自身は笛のことも職人仕事の他のことも何も知らなかったからである。もし彼が何か卑しい仕事をしていたなら、オリンピアに像を立てられる栄誉に浴することもなかったはずである。さて、彼は百歳ほどでアテナイで死んだが、カイロネイアの戦いの後、アテナイ人の敗北の知らせに耐えかねて世を去ったのだから、私たちは彼を戦死者の一人と見なすべきである。

構文注4 件
  1. 1.17.1ἐπεμελήθη δὲ καὶ περιβολῆς

    直前の分詞構文 οὐχ εὑρὼν πρῶτος, ἀλλʼ εὑρημένοις εὖ χρησάμενος に続く箇所。従属関係を破って接続詞 δέ と共に定形動詞 ἐπεμελήθη が置かれており、関係詞 ἣν から続く統語的枠組みのなかで、文構造が主節的な独立した動詞句へと移行(破格構文/アナコルートン)している。

  2. 1.17.1ὥσπερ πρὸς τὸν Δία τὴν χώραν νεμόμενος

    中動態分詞 νεμόμενος は「自分と他者との間で分け合う」という相互的・専有的な意味を表す。前置詞句 πρὸς τὸν Δία は「ゼウスと対等の立場で/ゼウスに対して」を意味し、ペルシア王が条約によってゼウスと世界を二分して領有したかのような僭越さを誇張した表現である。

  3. 1.17.2ἀνεσκεύαζε τοὺς Ἀθηναίους τῆς θαλάττης

    動詞 ἀνασκευάζω は「荷物をまとめさせて退去させる、引き揚げさせる」の原義から、分離の属格 τῆς θαλάττης を伴って「アテナイ人を制海権・海洋帝国から撤退させようとする、引き離す」という意味で機能している。

  4. 1.17.4ἕνα δὲ αὐτὸν ἡγώμεθα τῶν ἐν πολέμῳ ἀποθανόντων

    動詞 ἡγώμεθα は接続法現在1人称複数であり、勧告・勧奨(hortatory subjunctive)「彼を〜の一人と見なそう/見なすべきである」を表す。直前の直説法アオリスト ἀπέθανε から筆者自身の評価的提言へと語調が切り替わっている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:1.17.1-1.17.4