← ピロストラトス

ソフィスト列伝

§1.15.1-1.15.4

アンティポンの生涯と弁論術およびその文体

ピロストラトスはアンティポンの政治的・軍事的な功罪や弁論術における評判、喜劇からの非難について論じ、シケリアの僭主ディオニュシオスとの衝突による死とその過誤を省察した上で、彼の法廷弁論や『融和について』の文体を評価する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.15.1

Ἀντιφῶντα δὲ τὸν Ῥαμνούσιον οὐκ οἶδʼ, εἴτε χρηστὸν δεῖ προσειπεῖν, εἴτε φαῦλον. χρηστὸς μὲν γὰρ προσειρήσθω διὰ τάδε·1 ἐστρατήγησε πλεῖστα, ἐνίκησε πλεῖστα, ἑξήκοντα τριήρεσι πεπληρωμέναις ηὔξησεν Ἀθηναίοις τὸ ναυτικόν, ἱκανώτατος ἀνθρώπων ἔδοξεν εἰπεῖν τε καὶ γνῶναι· διὰ μὲν δὴ ταῦτα ἐμοί τε ἐπαινετέος καὶ ἑτέρῳ. κακὸς δʼ ἂν εἰκότως διὰ τάδε φαίνοιτο· κατέλυσε τὴν δημοκρατίαν, ἐδούλωσε τὸν Ἀθηναίων δῆμον, ἐλακώνισε κατʼ ἀρχὰς μὲν ἀφανῶς, ὕστερον δʼ ἐπιδήλως, τυράννων τετρακοσίων δῆμον ἐπαφῆκε τοῖς Ἀθηναίων πράγμασιν.2

ラムヌスのアンティポンについては、善人と言うべきか悪人と言うべきか、私にはわからない。というのも、善人とは次のような理由で呼ばれるとよい。彼は極めて数多く指揮官を務め、極めて多くの勝利を収め、乗組員が満載された六十隻の三段櫂船によってアテナイ人の海軍力を増強し、発言することにおいても判断することにおいても人間の中で最も有能であると思われた。実にこれらの理由により、彼は私にとっても他者にとっても称賛されるべきである。だが次のような理由により、彼が悪人に見えるのも当然であろう。彼は民主政を崩壊させ、アテナイの民衆を奴隷化し、当初はひそかに、後にはあからさまにスパルタに荷担し、四百人の僭主という名の民衆をアテナイ人の国政に解き放ったからである。

§1.15.2

ῥητορικὴν δὲ τὸν Ἀντιφῶντα οἱ μὲν οὐκ οὖσαν εὑρεῖν, οἱ δʼ εὑρημένην αὐξῆσαι, γενέσθαι τε αὐτὸν οἱ μὲν αὐτομαθῶς σοφόν, οἱ δὲ ἐκ πατρός.3 πατέρα γὰρ εἶναι δὴ αὐτῷ Σώφιλον διδάσκαλον ῥητορικῶν λόγων, ὃς ἄλλους τε τῶν ἐν δυνάμει καὶ τὸν τοῦ Κλεινίου ἐπαίδευσεν. πιθανώτατος δὲ ὁ Ἀντιφῶν γενόμενος  καὶ προσρηθεὶς Νέστωρ ἐπὶ τῷ περὶ παντὸς εἰπὼν ἂν πεῖσαι νηπενθεῖς ἀκροάσεις ἐπήγγειλεν, ὡς οὐδὲν οὕτω δεινὸν ἐρούντων ἄχος, ὃ μὴ ἐξελεῖν τῆς γνώμης.4 καθάπτεται δὲ ἡ κωμῳδία τοῦ Ἀντιφῶντος ὡς δεινοῦ τὰ δικανικὰ καὶ λόγους κατὰ τοῦ δικαίου ξυγκειμένους ἀποδιδομένου πολλῶν χρημάτων αὐτοῖς μάλιστα τοῖς κινδυνεύουσιν. τουτὶ ὁποίαν ἔχει φύσιν, ἐγὼ δηλώσω· ἄνθρωποι κατὰ μὲν τὰς ἄλλας ἐπιστήμας καὶ τέχνας τιμῶσι τοὺς ἐν ἑκάστῃ αὐτῶν προὔχοντας καὶ θαυμάζουσι τῶν ἰατρῶν τοὺς μᾶλλον παρὰ τοὺς ἧττον, θαυμάζουσι δʼ ἐν μαντικῇ καὶ μουσικῇ τὸν σοφώτερον, τὴν αὐτὴν καὶ περὶ τεκτονικῆς καὶ πασῶν βαναύσων τιθέμενοι ψῆφον, ῥητορικὴν δὲ ἐπαινοῦσι μέν, ὑποπτεύουσι δὲ ὡς πανοῦργον καὶ φιλοχρήματον καὶ κατὰ τοῦ δικαίου ξυγκειμένην. γιγνώσκουσι δʼ οὕτω περὶ τῆς τέχνης οὐχ οἱ πολλοὶ μᾶλλον, ἀλλὰ καὶ τῶν σπουδαίων οἱ ἐλλογιμώτατοι· καλοῦσι γοῦν δεινοὺς ῥήτορας τοὺς ἱκανῶς μὲν συνιέντας, ἱκανῶς δὲ ἑρμηνεύοντας, οὐκ εὔφημον ἐπωνυμίαν τιθέμενοι τῷ πλεονεκτήματι.5 τούτου δὲ φύσιν τοιαύτην ἔχοντος οὐκ ἀπεικὸς ἦν, οἶμαι, γενέσθαι καὶ τὸν Ἀντιφῶντα κωμῳδίας λόγον αὐτὰ μάλιστα κωμῳδούσης τὰ λόγου ἄξια.

アンティポンについて、ある者たちは弁論術がまだ存在していなかったときにそれを発見したと言い、他の者たちはすでに発見されていたそれを発展させたと言い、また彼が自得して知者となったと言う者もいれば、父から学んで知者となったと言う者もいる。彼には実に、弁論の教師である父ソピロスがおり、この父は有力者たちの中の他の者たちやクレイニアスの息子を教育したというのである。アンティポンは極めて説得力に富む者となり、あらゆる事柄について語って人を説得できるかもしれないということから「ネストル」と呼ばれ、〔人々が〕どれほど恐ろしい悲嘆を語ろうとも心から取り除けないようなものはないとして、苦痛を忘れさせる聴聞を約束した。喜劇はアンティポンを、法廷弁論に長け、正義に反して組み立てられた言説を、とりわけ自ら危機に瀕している者たちに多額の金銭と引き換えに売る者として激しく非難している。このことがいかなる性質のものであるか、私が明らかにしよう。人々は他の知識や技術においては、そのおのおのにおいて抜きんでている者たちを尊び、医者たちのうちでも劣る者たちよりも勝る者たちを称賛し、予言術や音楽においてはより知恵ある者を称賛し、大工仕事やすべての手工芸的な職人仕事についても同じ判断を下す。しかし弁論術については、これを賞賛しつつも、悪賢く金銭欲が強く正義に反して組み立てられたものとして疑いの目を向けるのである。この技術についてそのように判断するのは、一般の大衆というよりは、むしろ重きをなす人々の中でも最も名高い者たちである。現に彼らは、十全に理解し十全に表現する者たちを「油断のならない弁論家たち」と呼び、その優れた能力に対して不吉な呼び名を付しているのである。このことがこのような性質を持つ以上、私の思うに、論じるに値する事柄そのものを主として喜劇の題材とする喜劇の話題にアンティポンがなったことも、不当なことではなかった。

§1.15.3

ἀπέθανε μὲν οὖν περὶ Σικελίαν ὑπὸ Διονυσίου τοῦ τυράννου, τὰς δʼ αἰτίας, ἐφʼ αἷς ἀπέθανεν, Ἀντιφῶντι μᾶλλον ἢ Διονυσίῳ προσγράφομεν· διεφαύλιζε γὰρ τὰς τοῦ Διονυσίου τραγῳδίας, ἐφʼ αἷς ὁ Διονύσιος ἐφρόνει μεῖζον ἢ ἐπὶ τῷ τυραννεύειν, σπουδάζοντος δὲ τοῦ τυράννου περὶ εὐγενείας χαλκοῦ καὶ ἐρομένου τοὺς παρόντας, τίς ἤπειρος ἢ νῆσος, ἣ τὸν ἄριστον χαλκὸν φύει, παρατυχὼν ὁ Ἀντιφῶν τῷ λόγῳ ἐγὼ ἄριστον ἔφη οἶδα τὸν Ἀθήνησιν, οὗ γεγόνασιν Ἁρμοδίου καὶ Ἀριστογείτονος εἰκόνες. ἐπὶ μὲν δὴ τούτοις ἀπέθανεν, ὡς ὑφέρπων τὸν Διονύσιον καὶ τρέπων ἐπʼ αὐτὸν τοὺς Σικελιώτας. ἥμαρτε δὲ ὁ Ἀντιφῶν πρῶτον μὲν τυράννῳ προσκρούων, ὑφʼ ᾧ ζῆν ᾕρητο μᾶλλον ἢ οἴκοι δημοκρατεῖσθαι, ἔπειτα Σικελιώτας μὲν ἐλευθερῶν, Ἀθηναίους δὲ δουλούμενος. καὶ μὴν καὶ τοῦ τραγῳδίαν ποιεῖν ἀπάγων τὸν Διονύσιον ἀπῆγεν αὐτὸν τοῦ ῥᾳθυμεῖν, αἱ γὰρ τοιαίδε σπουδαὶ ῥᾴθυμοι, καὶ οἱ τύραννοι δὲ αἱρετώτεροι τοῖς ἀρχομένοις ἀνειμένοι μᾶλλον ἢ ξυντείνοντες, εἰ γὰρ ἀνήσουσιν, ἧττον μὲν ἀποκτενοῦσιν, ἧττον δὲ δράσονταί τε καὶ ἁρπάσονται, τύραννος δὲ τραγῳδίαις ἐπιτιθέμενος ἰατρῷ εἰκάσθω νοσοῦντι μέν, ἑαυτὸν δὲ θεραπεύοντι· αἱ γὰρ μυθοποιίαι καὶ αἱ μονῳδίαι καὶ οἱ ῥυθμοὶ τῶν χορῶν καὶ ἡ τῶν ἠθῶν μίμησις, ὧν ἀνάγκη τὰ πλείω χρηστὰ φαίνεσθαι, μεταβάλλει τοὺς τυράννους τοῦ ἀπαραιτήτου καὶ σφοδροῦ, καθάπερ αἱ φαρμακοποσίαι τὰς νόσους. ταῦτα μὴ κατηγορίαν Ἀντιφῶντος, ἀλλὰ ξυμβουλίαν ἐς πάντας ἡγώμεθα τοῦ μὴ ἐκκαλεῖσθαι τὰς τυραννίδας, μηδὲ ἐς ὀργὴν ἄγειν ἤθη ὠμά.

さて、彼はシケリアあたりで僭主ディオニュシオスによって命を落としたが、彼が死ぬに至ったその原因を、私たちはディオニュシオスよりもむしろアンティポンに帰する。というのも、彼はディオニュシオスの悲劇を軽蔑していたが、ディオニュシオスはその悲劇を、僭主でいること以上に誇りにしていたからである。そして、この僭主が青銅の素性の良さについて熱心に論じ、その場にいる者たちに、最も優れた青銅を生み出すのはいかなる大陸あるいは島であるかを尋ねたとき、その話の場に居合わせたアンティポンは言った。 「私が最上と知っているのは」と彼は言った、「アテナイにあるもので、ハルモディオスとアリストゲイトンの像が作られた青銅です」まさにこれらの言動によって彼は死んだのであり、ディオニュシオスをひそかに脅かし、シケリアの人々を彼に対して蜂起させようとしているとみなされたからであった。しかしアンティポンは、第一に、郷里で民主政の下にあることよりもその下で生きることを自ら選んだ僭主と衝突したことによって誤りを犯し、第二に、シケリアの人々を解放しようとしながらアテナイ人を奴隷化したことによって誤りを犯した。そればかりか、ディオニュシオスを悲劇の創作から遠ざけることによって、彼を怠惰さから遠ざけてしまった。というのも、このような熱中こそが気を緩めさせるものであり、また僭主というものは、支配される者たちにとって、厳しく引き締めている者よりも気の緩んでいる者のほうが望ましいからである。なぜなら、もし彼らが気を緩めるなら、殺すことも少なくなり、危害を加えたり略奪したりすることも少なくなるからである。そして悲劇に没頭する僭主は、病んでいながら自らを治療している医者に譬えられるとよい。筋立てや独詠歌、合唱隊の拍節、そして登場人物の性格の描写といったものは、それらの大半が善良なものとして現れざるをえないが、薬を飲むことが病を転換するように、僭主たちを過酷で激しい気性から転換させるからである。これらのことを、私たちはアンティポンに対する告発ではなく、僭主の権力を挑発せず、粗暴な気質を怒りへと駆り立てないための、万人に向けられた助言であると考えよう。

§1.15.4

λόγοι δʼ αὐτοῦ δικανικοὶ μὲν πλείους, ἐν οἷς ἡ δεινότης καὶ πᾶν τὸ ἐκ τέχνης ἔγκειται, σοφιστικοὶ δὲ καὶ ἕτεροι μέν, σοφιστικώτερος δὲ ὁ ὑπὲρ τῆς ὁμονοίας, ἐν ᾧ γνωμολογίαι τε λαμπραὶ καὶ φιλόσοφοι σεμνή τε ἀπαγγελία καὶ ἐπηνθισμένη ποιητικοῖς ὀνόμασι καὶ τὰ ἀποτάδην ἑρμηνευόμενα παραπλήσια τῶν πεδίων τοῖς λείοις.6

彼の弁論のうち法廷弁論は数が多く、そこにはその巧みさと技術から生じるすべてのものが含まれているが、ソフィスト的な弁論も他にある。その中でもよりソフィスト的なものは『融和について』であり、その中には見事で哲学的な箴言、詩的な言葉で飾られた荘重な表現、そして平原の平坦な部分に似て淀みなく述べられる長大な文が含まれている。

構文注6 件
  1. 1.15.1χρηστὸς μὲν γὰρ προσειρήσθω διὰ τάδε

    三人称単数完了受動態命令法 προσειρήσθω は「〜と呼ばれるとよい」「〜と呼ばれることにしておこう」という許容・譲歩を表す命令。続く κακὸς δʼ ἂν εἰκότως διὰ τάδε φαίνοιτο(潜在希求法)と対比をなし、前半を一旦認めた上で後半の否定的側面に議論を進める。

  2. 1.15.1τυράννων τετρακοσίων δῆμον ἐπαφῆκε τοῖς Ἀθηναίων πράγμασιν

    τυράννων τετρακοσίων δῆμον は修辞的な撞着語法(オキシモロン)。「四百人の僭主からなる民衆(暴徒)」の意で、通常は相容れない τύραννοι と δῆμος を同格的・説明的属格(あるいは内容の属格)によって結びつけ、寡頭派クーデター(前411年の四百人寡頭政)がもたらした専横を痛烈に皮肉っている。

  3. 1.15.2ῥητορικὴν δὲ τὸν Ἀντιφῶντα οἱ μὲν οὐκ οὖσαν εὑρεῖν, οἱ δʼ εὑρημένην αὐξῆσαι, γενέσθαι τε αὐτὸν οἱ μὲν αὐτομαθῶς σοφόν, οἱ δὲ ἐκ πατρός

    間接話法の対格不定詞構文。主動詞(λέγουσι 等)が省略されており、不定詞 εὑρεῖν, αὐξῆσαι, γενέσθαι が並列する。不定詞の意味上の主語は対格 τὸν Ἀντιφῶντα(および αὐτόν)であり、省略された伝達動詞の主語である主格 οἱ μέν... οἱ δέ(「ある者たちは…他の者たちは」)がその中に割り込む語順(超置)をとっている。

  4. 1.15.2ὡς οὐδὲν οὕτω δεινὸν ἐρούντων ἄχος, ὃ μὴ ἐξελεῖν τῆς γνώμης

    ὡς + 属格絶対構文 ἐρούντων(意味上の主語は「苦痛を訴えに来る人々」)。続く関係節 ὃ μὴ ἐξελεῖν [ἂν δύναιτο] は、不定詞 ἐξελεῖν が間接話法または潜在の意味(ἂν の含意)を帯びた結果・性質の関係節(「取り除けないほどの」)を形成している。

  5. 1.15.2καλοῦσι γοῦν δεινοὺς ῥήτορας τοὺς ἱκανῶς μὲν συνιέντας, ἱκανῶς δὲ ἑρμηνεύοντας, οὐκ εὔφημον ἐπωνυμίαν τιθέμενοι τῷ πλεονεκτήματι

    δεινοὺς ῥήτορας は述語対格で、目的語は分詞句 τοὺς ἱκανῶς μὲν συνιέντας, ἱκανῶς δὲ ἑρμηνεύοντας。δεινός は「優れた、有能な」という意味と同時に「恐るべき、油断のならない、危険な」という二面性(両義性)を持ち、続く「その優れた能力に対して不吉な(縁起のよくない)呼び名を付している」という説明がその多義性を明確に裏付けている。

  6. 1.15.4τὰ ἀποτάδην ἑρμηνευόμενα παραπλήσια τῶν πεδίων τοῖς λείοις

    副詞 ἀποτάδην(引き延ばして、広々と、切れ目なく)を伴う中性複数分詞句 τὰ ... ἑρμηνευόμενα は「淀みなく長く引き延ばして表現される文(周期文・ピリオド)」を指す。形容詞 παραπλήσια は与格 τοῖς λείοις(平坦な部分)を支配し、属格 τῶν πεδίων は全体の属格(平原のうちの平坦部)。文体の滑らかさと雄大さを比喩的に称賛している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:1.15.1-1.15.4