← ピロストラトス

テュアナのアポロニオス伝

§8.7#5

エフェソスの疫病退散に関する魔術告発の論駁

アポロニオスはエフェソスの疫病退散と予知に関する告発に反論し、予知は魔術ではなく節制的生活による感覚の澄明さによること、また病を祓った功績を自らではなく災厄除けのヘラクレスに帰したことを挙げて魔術師の嫌疑を晴らす。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§8.7#5

ἔστι γὰρ δήπου ἡ κατηγορία τοιαύτη· περὶ Σκύθας ἢ Κελτούς, οἳ ποταμὸν Ἴστρον ἢ Ῥῆνον οἰκοῦσι, πόλις ᾤκισται μείων οὐδὲν Ἐφέσου τῆς ἐν Ἰωνίᾳ· ταύτην ὁρμητήριον βαρβάρων οὖσαν, οἳ μὴ ἀκροῶνταί σου, λοιμὸς μέν τις ἀπολεῖν ἔμελλεν, Ἀπολλώνιος δὲ ἰάσατο. ἔστι μὲν τις καὶ πρὸς ταῦτα ἀπολογία σοφῷ ἀνδρί, ἢν ὁ βασιλεὺς τὸ ἀντίξοον ὅπλοις, ἀλλὰ μὴ νόσοις αἱρεῖν βούληται, μὴ γὰρ ἐξαλειφθείη πόλις μηδεμία, μήτε σοί, βασιλεῦ, μήτε ἐμοί,1 μήτε ἴδοιμι πρὸς ἱεροῖς νόσον, διʼ ἣν οἱ νοσοῦντες ἐν αὐτοῖς κείσονται. ἀλλὰ μὴ ἔστω ἐν σπουδῇ τὰ βαρβάρων, μηδὲ τάττωμεν αὐτοὺς ἐς τὸ ὑγιαῖνον πολεμιωτάτους ὄντας καὶ οὐκ ἐνσπόνδους τῷ περὶ ἡμᾶς γένει. τὴν δὲ Ἔφεσον τίς ἀφαιρήσεται τὸ σώζεσθαι βεβλημένην μὲν τὰς ἀρχὰς τοῦ γένους ἐκ τῆς καθαρωτάτης Ἀτθίδος, ἐπιδεδωκυῖαν δὲ παρὰ πάσας, ὁπόσαι Ἰωνικαί τε καὶ Λύδιοι, προβεβηκυῖαν δὲ ἐπὶ τὴν θάλατταν διὰ τὸ ὑπερήκειν τῆς γῆς, ἐφʼ ἧς ᾠκίσθη, μεστὴν δὲ φροντισμάτων οὖσαν φιλοσόφων τε καὶ ῥητορικῶν, ὑφʼ ὧν ἡ πόλις οὐχ ἵππῳ, μυριάσι δὲ ἀνθρώπων ἰσχύει, σοφίαν ἐπαινοῦσα; τίς δʼ ἂν σοφὸς ἐκλιπεῖν σοι δοκεῖ τὸν ὑπὲρ πόλεως τοιαύτης ἀγῶνα ἐνθυμηθεὶς μὲν Δημόκριτον ἐλευθερώσαντα λοιμοῦ ποτε Ἀβδηρίτας, ἐννοήσας δὲ Σοφοκλέα τὸν Ἀθηναῖον, ὃς λέγεται καὶ ἀνέμους θέλξαι τῆς ὥρας πέρα πνεύσαντας, ἀκηκοὼς δὲ τὰ Ἐμπεδοκλέους, ὃς νεφέλης ἀνέσχε φορὰν ἐπʼ Ἀκραγαντίνους ῥαγείσης; ἐπικόπτει με ὁ κατήγορος· ἀκούεις γάρ που καὶ σύ, ὦ βασιλεῦ, καί φησιν, οὐκ ἐπειδὴ σωτηρίας αἴτιος Ἐφεσίοις ἐγενόμην, γράφεσθαί με, ἀλλʼ ἐπειδὴ προεῖπον ἐμπεσεῖσθαί σφισι τὴν νόσον, τουτὶ γὰρ ὑπὲρ σοφίαν εἶναι καὶ τερατῶδες, τῆς δʼ ἐπὶ τοσόνδε ἀληθείας οὐκ ἂν ἐφικέσθαι με, εἰ μὴ γόης τε ἦν καὶ ἀπόρρητος. τί οὖν ἐνταῦθα ἐρεῖ Σωκράτης ὑπὲρ ὧν ἔφασκε τοῦ δαιμονίου μανθάνειν; τί δὲ Θαλῆς τε καὶ Ἀναξαγόρας, τὼ Ἴωνε, ὁ μὲν τὴν εὐφορίαν τὴν τῶν ἐλαιῶν, ὁ δὲ πολλὰ τῶν οὐρανίων παθῶν προειπόντε; ἦ γοητεύοντε προειπεῖν ταῦτα;2 καὶ μὴν καὶ ὑπήχθησαν οὗτοι δικαστηρίοις ἐφʼ ἑτέραις αἰτίαις, καὶ οὐδαμοῦ τῶν αἰτιῶν εἴρηται γόητας εἶναι σφᾶς, ἐπειδὴ προγιγνώσκουσι. καταγέλαστον γὰρ τοῦτο ἐδόκει καὶ οὐδʼ ἐν Θετταλίᾳ πιθανὸν κατʼ ἀνδρῶν λέγεσθαι σοφῶν, οὗ τὰ γύναια κακῶς ἤκουεν ἐπὶ τῇ τῆς σελήνης ἕλξει. πόθεν οὖν τοῦ περὶ τὴν Ἔφεσον πάθους ᾐσθόμην; ἤκουσας μὲν καὶ τοῦ κατηγόρου εἰπόντος, ὅτι μὴ κατὰ τοὺς ἄλλους διαιτῶμαι, κἀμοὶ δὲ ὑπὲρ τῶν ἐμαυτοῦ σιτίων, ὡς λεπτὰ καὶ ἡδίω τῆς ἑτέρων συβάριδος, ἐν ἀρχῇ εἴρηται· τοῦτό μοι, ὦ βασιλεῦ, τὰς αἰσθήσεις ἐν αἰθρίᾳ τινὶ ἀπορρήτῳ φυλάττει κοὐκ ἐᾷ θολερὸν περὶ αὐτὰς οὐδὲν εἶναι, διορᾶν τε, ὥσπερ ἐν κατόπτρου αὐγῇ, πάντα γιγνόμενά τε καὶ ἐσόμενα. οὐ γὰρ περιμενεῖ γε ὁ σοφὸς τὴν γῆν ἀναθυμιῶσαν ἢ τὸν ἀέρα διεφθορότα, ἢν τὸ δεινὸν ἄνωθεν ῥέῃ, ἀλλὰ ξυνήσει αὐτῶν καὶ ἐπὶ θύραις ὄντων ὕστερον μὲν ἢ οἱ θεοί, θᾶττον δὲ ἢ οἱ πολλοί, θεοὶ μὲν γὰρ μελλόντων, ἄνθρωποι δὲ γιγνομένων, σοφοὶ δὲ προσιόντων αἰσθάνονται.3 λοιμῶν δʼ αἰτίας ἰδίᾳ, βασιλεῦ, ἐρώτα, σοφώτεραι γὰρ ἢ ἐς τοὺς πολλοὺς λέγεσθαι· ἆρʼ οὖν τὸ οὕτως διαιτᾶσθαι λεπτότητα μόνον ἐργάζεται τῶν αἰσθήσεων ἢ ἰσχὺν ἐπὶ τὰ μέγιστά τε καὶ θαυμασιώτατα; θεωρεῖν δʼ ἔξεστιν, ὃ λέγω, καὶ ἀπʼ ἄλλων μέν, οὐχ ἥκιστα δὲ κἀκ τῶν ἐν Ἐφέσῳ περὶ τὴν νόσον ἐκείνην πραχθέντων· τὸ γὰρ τοῦ λοιμοῦ εἶδος, πτωχῷ δὲ γέροντι εἴκαστο, καὶ εἶδον καὶ ἰδὼν εἷλον, οὐ παύσας νόσον, ἀλλʼ ἐξελών, ὅτῳ δʼ εὐξάμενος, δηλοῖ τὸ ἱερόν, ὃ ἐν Ἐφέσῳ ὑπὲρ τούτου ἱδρυσάμην, Ἡρακλέους μὲν γὰρ Ἀποτροπαίου ἐστί, ξυνεργὸν δʼ αὐτὸν εἱλόμην, ἐπειδὴ σοφός τε καὶ ἀνδρεῖος ὢν ἐκάθηρέ ποτε λοιμοῦ τὴν Ἦλιν τὰς ἀναθυμιάσεις ἀποκλύσας, ἃς παρεῖχεν ἡ γῆ κατʼ Αὐγέαν τυραννεύοντα. τίς ἂν οὖν σοι, βασιλεῦ, δοκεῖ φιλοτιμούμενος γόης φαίνεσθαι θεῷ ἀναθεῖναι, ὃ αὐτὸς εἴργαστο; τίνας δʼ ἂν κτήσασθαι θαυμαστὰς τῆς τέχνης θεῷ παρεὶς τὸ θαυμάζεσθαι; τίς δʼ ἂν Ἡρακλεῖ εὔξασθαι γόης ὤν; τὰ γὰρ τοιαῦτα οἱ κακοδαίμονες βόθροις ἀνατιθέασι καὶ χθονίοις θεοῖς, ὧν τὸν Ἡρακλέα ἀποτακτέον,4 καθαρὸς γὰρ καὶ τοῖς ἀνθρώποις εὔνους. ηὐξάμην αὐτῷ καὶ ἐν Πελοποννήσῳ ποτέ, λαμίας γάρ τι φάσμα κἀκεῖ περὶ τὴν Κόρινθον ἤλυε σιτούμενον τῶν νέων τοὺς καλούς, καὶ ξυνήρατό μοι τοῦ ἀγῶνος οὐ θαυμασίων δεηθεὶς δώρων, ἀλλὰ μελιττούτης καὶ λιβανωτοῦ καὶ τοῦ ὑπὲρ σωτηρίας τι ἀνθρώπων ἐργάσασθαι, τουτὶ γὰρ καὶ κατὰ τὸν Εὐρυσθέα μισθὸν τῶν ἄθλων ἡγεῖτο. μὴ ἄχθου, βασιλεῦ, τὰ Ἡρακλέους ἀκούων· ἔμελε γὰρ αὐτοῦ τῇ Ἀθηνᾷ, ἐπειδὴ χρηστὸς καὶ σωτήριος τοῖς ἀνθρώποις.

告発はまさに次のようなものです。『イストロス川やライン川のほとりに住むスキタイ人やケルト人の地方に、イオニアのエフェソスに劣らぬ都市が建設されている。この都市はあなたの支配に従わぬ野蛮人の策源地であるが、ある疫病がこれを滅ぼそうとしていたところ、アポロニオスが癒やした』と。もし王が敵対する者どもを病によってではなく武器によって征服したいと望むなら、知者にとってもこの主張に対して何らかの弁明が成り立ちます。というのも、王よ、あなたにとっても私にとっても、いかなる都市も滅び去ってはならず、私が神殿の傍らで、病む人々がその中に横たわることになるような病を目にすることがあってはならないからです。しかし、野蛮人どもの事柄などどうでもよいとし、私たちの種族に最も敵対し条約を結んでいない彼らを健康な状態に置かないことにしましょう。しかし、エフェソスが救われることを誰が奪えるでしょうか。この都市は、最も純粋なアッティカの地から種族の起源を受け継ぎ、イオニアやリュディアのあらゆる都市を凌駕して発展し、建設された土地の限界を超えて海へとせり出し、哲学や弁論の思索に満ちあふれ、それらのゆえに都市は知恵を称えつつ、騎兵によってではなく幾万人もの人々によって威力を保っているのです。このような都市のための奮闘を、アブデラの人々をかつて疫病から解放したデモクリトスを思い起こし、定刻を超えて吹いた風を鎮めたと言われるアテナイのソフォクレスに思いを馳せ、アクラガス人たちに降りかかった雲の突進を押しとどめたエンペドクレスの話を聞き知っている知者のうちの誰が見捨てると思われるでしょうか。 しかし告発人は私を遮ります。王よ、おそらくあなたもお聞き及びでしょうが、彼が言うには、私がエフェソスの人々に救いをもたらしたから告訴されたのではなく、病が彼らを襲うことをあらかじめ告げたから告訴されたのだ、これこそが知恵を超えた怪異であり、私が魔法使いであり禁断の術者でなかったなら、これほどの真実に達することはできなかったはずだ、というのです。ではその場合、ソクラテスは、自分がかのダイモニオンから学んだと語っていた事柄について、何と言うのでしょうか。またイオニア人たるタレスとアナクサゴラスの両人は、一方はオリーブの豊作を、他方は天体の多くの現象を予告したのですが、何と言うのでしょうか。彼らは魔法を行ってこれらを予告したとでもいうのでしょうか。それどころか、彼らもまた別の罪状で法廷に引き出されましたが、彼らが事前に知っていたからといって魔法使いであると罪状のどこにも述べられていません。なぜなら、そのように知者たちを非難することは物笑いの種と思われ、女たちが月を引きずり降ろすことで悪名高かったテッサリアにおいてさえ信憑性を持たなかったからです。 では私はどこからエフェソスを巡る災禍を察知したのでしょうか。あなたは告発人が、私が他の人々と異なる生活を送っていると語ったのをお聞きになりましたし、私自身も自分の食物について、質素であり他人の贅沢よりも心地よいものであると冒頭で述べておきました。王よ、この生活こそが、私の諸感覚をある言葉に尽くせぬ澄み切った状態に保ち、それらの周りに濁りがあるのを許さず、鏡の光の中にあるように、現に生じていることや生じようとしていることのすべてを見通させるのです。なぜなら、知者は大地が蒸気を立ち上らせたり空気が腐敗したりするのを待つことは決してないからです。たとえ厄災が天上から流れ落ちてくるとしても、知者はそれらがまだ戸口にあるうちに察知するのです。神々よりは後ですが、多くの人々よりは早く。というのも、神々はこれから起こることを、人間は現に生じていることを、知者は近づきつつあることを察知するからです。王よ、疫病の原因については私的に質問してください。それらは民衆の前で語るにはあまりに深遠だからです。それでは、このように生活することは諸感覚の鋭敏さをもたらすだけでしょうか、それとも極めて重大で驚くべき事柄に対する力をも生み出すのでしょうか。私が言うことは他の事例からも観察できますが、エフェソスであの病に関して行われたことからも少なからず観察できます。というのも、乞食の老人に姿を似せていた疫病の形体を、私は目撃し、目撃して捕らえたのであって、病を鎮めたのではなく追い払ったのです。私が誰に祈願したのかは、このために私がエフェソスに建立した神殿が明らかにしています。それは災厄除けのヘラクレスの神殿であり、彼が知恵と勇気ある者として、アウゲイアスが僭主であった時代に大地が放っていた蒸気を洗い流し、かつてエリスの地を疫病から清めたがゆえに、私は彼を協力者として選んだのです。 王よ、魔法使いとして名声を得ようとする者のうち、誰が自ら成し遂げたことを神に帰そうとするでしょうか。また、驚嘆される機会を神に譲り渡して、誰を自らの術の賞賛者として獲得するでしょうか。そして、魔法使いでありながらヘラクレスに祈願する者がいるでしょうか。なぜなら、哀れな者たちはそのような事柄を穴や地下の神々に帰するものですが、ヘラクレスはそれらから除外されねばなりません。彼は清らかであり、人間に好意的だからです。私はかつてペロポネソスでも彼に祈願しました。かのコリントス周辺でラミアの亡霊がうろつき、若者の中でも美しい者たちを食い物にしていた時、ヘラクレスは私の戦いを助けてくれました。驚くべき贈り物を求めたのではなく、蜂蜜菓子と乳香を求め、人々の救いのために何かを成し遂げることを求めたのです。なぜなら彼自身、エウリュステウスの時代にもこれを労苦の報酬と見なしていたからです。王よ、ヘラクレスの話を聞いて気を悪くなさらないでください。アテナも彼を気にかけました。彼が善良であり、人々の救い主であったからです。

構文注4 件
  1. 8.7μὴ γὰρ ἐξαλειφθείη πόλις μηδεμία, μήτε σοί, βασιλεῦ, μήτε ἐμοί

    願望の希求法 ἐξαλειφθείη に続く μήτε σοί... μήτε ἐμοί は関心の与格(利害関係の与格)であり、「王よ、あなたにとっても私にとっても」の意。否定詞 μή は主節の願望表現に呼応している。

  2. 8.7ἦ γοητεύοντε προειπεῖν ταῦτα;

    ἦ は強い疑問を導く小辞。γοητεύοντε は前出のタレスとアナクサゴラスを指す能動態現在分詞両数主格。不定詞 προειπεῖν は主動詞(ἔλεγον など)の省略に伴う間接話法不定詞か、あるいは修辞的疑問文で主動詞的に用いられた不定詞。

  3. 8.7θεοὶ μὲν γὰρ μελλόντων, ἄνθρωποι δὲ γιγνομένων, σοφοὶ δὲ προσιόντων αἰσθάνονται

    動詞 αἰσθάνονται が文末に置かれ、3つの対比節(θεοὶ μέν..., ἄνθρωποι δέ..., σοφοὶ δέ...)に共通して掛かる。各節の中性複数現在分詞属格(μελλόντων, γιγνομένων, προσιόντων)は αἰσθάνομαι が支配する知覚対象の属格。

  4. 8.7ὧν τὸν Ἡρακλέα ἀποτακτέον

    非人称動形容詞構文(ἀποτακτέον [ἐστί])。動詞 ἀποτάττω(分離する、除外する)の語義に基づき、目的語を対格(τὸν Ἡρακλέα)、分離元を属格(関係代名詞 ὧν、先行詞は前文の βόθροις καὶ χθονίοις θεοῖς)で受けている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:8.7#5