- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:8.22-8.25
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
アポロニオスはソフィスト的弁論家たちを狼と呼んで若者たちを遠ざけ、太陽の暈の凶兆に際しては政変の予兆を総督にほのめかす。その後イオニアへ渡るが、ローマでは解放奴隷ステファヌスによって暴君ドミティアヌスが暗殺される。
διαβαλλόντων δʼ αὐτὸν ἐνίων, ὅτι τὰς τῶν ἡγεμόνων ἐπιδημίας ἐκτρέποιτο καὶ ἀπάγοι τοὺς ἀκροατὰς ἐς τὰς ἡσυχίας μᾶλλον, καί τινος ἀποσκώψαντος μετελαύνειν αὐτὸν τὰ πρόβατα, ἐπειδὰν τοὺς ἀγοραίους προσιόντας μάθῃ, νὴ Δίʼ, εἶπεν ἵνα μὴ ἐμπίπτωσι τῇ ποίμνῃ οἱ λύκοι. τί δʼ ἐβούλετο αὐτῷ τοῦτο;1 τοὺς ἀγοραίους ὁρῶν ἀποβλεπομένους ὑπὸ τῶν πολλῶν καὶ προϊόντας ἐκ πενίας ἐς πλοῦτον ἀπεχθείας τε οὕτως ἀσπαζομένους, ὡς αὐτὸ τὸ ἀπέχθεσθαι πωλεῖν ἀπῆγε τοὺς νέους τοῦ ξυνεῖναί σφισι καὶ τοὺς ξυγγενομένους αὐτοῖς ἐνουθέτει πικρότερον, οἷον ἀποπλύνων βαφῆς ἀτόπου·2 διεβέβλητο μὲν γὰρ πρὸς αὐτοὺς καὶ τὸν ἄλλον χρόνον, ὑπὸ δὲ τῶν ἐν τῇ Ῥώμῃ δεσμωτηρίων καὶ τῶν δεδεμένων τε καὶ ἀπολλυμένων οὕτω διετέθη πρὸς τὴν τέχνην, ὡς πάντα ταῦτα τῶν συκοφαντούντων καὶ τῶν δεινότητι ἐπηρμένων ἡγεῖσθαι μᾶλλον ἢ τοῦ τυράννου.
ある者たちが、彼が支配者たちの滞在を避けて聴衆をむしろ閑寂な場所へと連れ去っていると中傷し、またある者が、彼は市場の者たち(法廷弁論家たち)が近づくのを知るや羊の群れを移動させているのだと嘲笑したとき、彼は言った。 「ゼウスにかけてそうだ、狼どもが群れに襲いかからないためだ」このことは彼にとって何を意味していたのか。法廷弁論家たちが民衆から尊崇され、貧困から富へと進み、憎悪をあまりにも好むあまり、まさにその憎まれること自体を売り物にしているのを見て、彼は若者たちを彼らとの交わりから遠ざけ、彼らと交わった者たちを、まるで不快な染料を洗い落とすかのように厳しく戒めたのである。彼は以前から彼らを嫌悪していたが、ローマの獄舎とそこに繋がれて命を落とす者たちによって、この技術に対してそのような心持ちになり、これらすべてを僭主によるものというより、密告者たちやその弁論の恐るべき力に驕る者たちによるものと見なすようになったのである。
περὶ δὲ τὸν χρόνον, ὃν τῇ Ἑλλάδι ἐνεσπούδαζεν, ἐπεῖχε τὸν οὐρανὸν διοσημία τοιαύτη· τὸν τοῦ ἡλίου κύκλον περιελθὼν στέφανος ἐοικὼς ἴριδι τὴν ἀκτῖνα ἠμαύρου. ὅτι μὲν δὴ ἐς νεώτερα ἡ διοσημία ἔφερε, δῆλα ἦν πᾶσιν, ὁ δʼ ἄρχων τῆς Ἑλλάδος καλέσας αὐτὸν ἐξ Ἀθηνῶν ἐς Βοιωτίαν ἀκούω σε, εἶπεν Ἀπολλώνιε, σοφὸν εἶναι τὰ δαιμόνια. εἴ γε ἔφη ἀκούεις, ὅτι καὶ τὰ ἀνθρώπεια. ἀκούω εἶπε καὶ ξύμφημι. ἐπεὶ τοίνυν ἔφη ξυνομολογεῖς, μὴ πολυπραγμόνει θεῶν βουλάς, τουτὶ γὰρ ἡ τῶν ἀνθρώπων σοφία ἐπαινεῖ. ἐπεὶ δὲ ἐλιπάρει τὸν Ἀπολλώνιον εἰπεῖν, ὅπη διανοεῖται, δεδιέναι γὰρ μὴ ἐς νύκτα μεταστῇ πάντα, θάρρει, ἔφη ἔσται γάρ τι ἐκ τῆς νυκτὸς ταύτης φῶς. μετὰ ταῦθʼ ὁ μέν, ἐπειδὴ τῶν κατὰ τὴν Ἑλλάδα ἱκανῶς εἶχε δυοῖν ἐνδιατρίψας ἐτοῖν, ἔπλει ἐς Ἰωνίαν ξυνεπομένης αὐτῷ τῆς ἑταιρείας, καὶ τὸν μὲν πλείω χρόνον ἐφιλοσόφει περὶ τὴν Σμύρναν τε καὶ τὴν Ἔφεσον, ἐπιὼν καὶ τὰς ἄλλας καὶ ἐν οὐδεμιᾷ τῶν πόλεων ἀηδὴς εἶναι δοκῶν, ἀλλὰ καὶ ποθεῖσθαι ἄξιος καὶ κέρδος μέγα τοῖς δεξιοῖς.
彼がギリシアで熱心に教えていた頃、空に次のような凶兆が現れた。太陽の円盤を取り囲んだ虹のような冠が、その光線を鈍らせたのである。この凶兆が政変を指し示していることは誰の目にも明らかであったが、ギリシアの総督が彼をアテナイからボイオティアへと呼び出して言った。 「アポロニオスよ、あなたが神事・天象について賢明であると聞いています」すると彼は答えた。 「あなたが、私が人間の事柄についても賢明であると聞いているならばの話ですが」「聞いていますし、認めます」と総督は言った。 「ならば同意する以上」と彼は言った。 「神々の計画を詮索してはなりません。それこそが人間の知恵の称賛するところなのですから」しかし総督がアポロニオスに、どのように考えているのか語るよう懇願し、万物が夜へと変わってしまうのではないかと恐れていると言うと、彼は答えた。 「勇気を持ちなさい。この夜から何かしらの光が生まれるでしょう」この後、彼はギリシアで二年過ごしてそこでのことは十分だと感じ、弟子の一団を伴ってイオニアへと船出した。そして大半の時間をスミュルナやエペソス周辺で哲学に費やし、他の諸都市も歴訪したが、どの都市でも嫌われることなく、むしろ切望されるに値し、才知ある者たちにとって大きな利益と見なされた。
ἐώθουν δὲ οἱ θεοὶ Δομετιανὸν ἤδη τῆς τῶν ἀνθρώπων προεδρίας. ἔτυχε μὲν γὰρ Κλήμεντα ἀπεκτονὼς ἄνδρα ὕπατον, ᾧ τὴν ἀδελφὴν τὴν ἑαυτοῦ ἐδεδώκει, πρόσταγμα δʼ ἐπεποίητο περὶ τὴν τρίτην ἢ τετάρτην ἡμέραν τοῦ φόνου κἀκείνην ἐς ἀνδρὸς φοιτᾶν· στέφανος τοίνυν ἀπελεύθερος τῆς γυναικός, ὃν ἐδήλου τὸ τῆς διοσημίας σχῆμα, εἴτε τὸν τεθνεῶτα ἐνθυμηθείς, εἴτε πάντας, ὥρμησε μὲν ἴσα τοῖς ἐλευθερωτάτοις Ἀθηναίοις ἐπὶ τὸν τύραννον, ξίφος δʼ ὑφείρας τῷ τῆς ἀριστερᾶς πήχει καὶ τὴν χεῖρα ἐπιδέσμοις ἀναλαβὼν οἷον κατεαγυῖαν ἀπιόντι τοῦ δικαστηρίου προσελθὼν δέομαί σου, ἔφη βασιλεῦ, μόνου, μεγάλα γάρ, ὑπὲρ ὧν ἀκούσῃ. οὐκ ἀπαξιώσαντος δὲ τοῦ τυράννου τὴν ἀκρόασιν ἀπολαβὼν αὐτὸν ἐς τὸν ἀνδρῶνα, οὗ τὰ βασίλεια, οὐ τέθνηκεν εἶπεν ὁ πολεμιώτατός σοι Κλήμης, ὡς σὺ οἴει, ἀλλʼ ἔστιν οὗ ἐγὼ οἶδα, καὶ ξυντάττει ἑαυτὸν ἐπὶ σέ. μέγα δʼ αὐτοῦ βοήσαντος περὶ ὧν ἤκουσε, τεταραγμένῳ προσπεσὼν ὁ Στέφανος καὶ τὸ ξίφος τῆς ἐσκευασμένης χειρὸς ἀνασπάσας διῆκε τοῦ μηροῦ πρὸς μὲν τὸν αὐτίκα θάνατον οὐ καιρίαν, πρὸς δὲ τὸν μετὰ ταῦτα οὐκ ἄκαιρον.3 ὁ δʼ ἐρρωμένος μὲν καὶ ἄλλως τὸ σῶμα, γεγονὼς δὲ περὶ τὰ πέντε καὶ τετταράκοντα ἔτη ξυνεπλάκη τρωθείς, καὶ καταβαλὼν τὸν Στέφανον ἐπέκειτο τοὺς ὀφθαλμοὺς ὀρύττων καὶ τὰς παρειὰς ξυντρίβων πυθμένι χρυσῆς κύλικος αὐτοῦ κειμένης περὶ τὰ ἱερά, ἐκάλει δὲ καὶ τὴν Ἀθηνᾶν ἀρωγόν. συνέντες οὖν οἱ δορυφόροι κακῶς πράττοντος4 ἐσῆλθον ἀθρόοι καὶ τὸν τύραννον ἀπέκτειναν λιποθυμοῦντα ἤδη.
神々は今やドミティアヌスを人間の最高位から引きずり降ろそうとしていた。彼は執政官職にあったクレメンス――自身の姉妹を妻として与えていた――を殺害したばかりであり、その殺害の三日目か四日目頃には、その女も夫のところへ行くよう命じていた。そこで、その女の解放奴隷であり、かの凶兆の形(冠)が示していたステファヌスは、死んだ者のことを思ってか、あるいはすべての人のことを思ってか、最も自由を愛するアテナイ人たちと同じように僭主へと襲いかかった。彼は左の前腕に剣を隠し、腕が折れたかのように包帯で吊って、裁判所から退出しようとする皇帝に近づいて言った。 「皇帝よ、あなたお一人にお願いがあります。あなたがお聞きになることは重大なことなのです」僭主が聴取を拒絶しなかったので、彼を宮殿のある私室へと連れてゆき、「あなたにとって最大の敵であるクレメンスは、あなたが思っているように死んだのではなく、私の知る或る場所にいて、あなたに対して軍を組織しています」と言った。皇帝が聞いたことに大声を上げたとき、混乱した皇帝にステファヌスは襲いかかり、細工した手から剣を抜いて腿を刺した。即座に死に至らしめるには致命的ではなかったが、その後に続く死には無駄ではなかった。皇帝は体つきも頑健で、四十五歳ほどであったため、傷を負いながらも組み合い、ステファヌスを投げ倒すと、上に乗ってその目をえぐり、神像の近くに置かれていた黄金の杯の底でその頬を打ち砕き、アテナに助けを求めて叫んだ。護衛兵たちは皇帝の危急を察して一斉に入り込み、すでに気を失いかけていた僭主を殺害した。
- 8.22τί δʼ ἐβούλετο αὐτῷ τοῦτο;
βούλομαι に主語としての抽象名詞・代名詞(τοῦτο)と所持・関係の与格(αὐτῷ)が結びついた表現。「このことは彼にとって何を意図していたのか」「彼はこれによって何を意味していたのか」を表す。主語が事物である場合の慣用的構文である。
- 8.22ἀποπλύνων βαφῆς ἀτόπου
分詞 ἀποπλύνων の目的語(「彼らを」または「その影響を」)が文脈上補われ、βαφῆς ἀτόπου は動詞に含まれる前置詞 ἀπό に呼応する分離の属格。「不快な・怪しげな染料から(彼らを)洗い落とすかのように」という比喩表現を成している。
- 8.25πρὸς μὲν τὸν αὐτίκα θάνατον οὐ καιρίαν, πρὸς δὲ τὸν μετὰ ταῦτα οὐκ ἄκαιρον
女性単数対格の形容詞 καιρίαν および ἄκαιρον は、省略された女性名詞 πληγήν(一撃、傷)を修飾している。「即座の死に対しては致命的な(一撃)ではなかったが、その後に続く死に対しては無益ではない(一撃)」という対比構文である。
- 8.25συνέντες οὖν οἱ δορυφόροι κακῶς πράττοντος
κακῶς πράττοντος は属格補語として機能する分詞構文であり、動詞 συνίημι が直接知覚・察知の対象として属格をとる用法(「彼がひどい目にあっていることを察して」)。文脈から明白な代名詞 αὐτοῦ(=僭主ドミティアヌス)が省略されている。
