← ピロストラトス

テュアナのアポロニオス伝

§8.17-8.18

旅費の調達と祭礼集会の本質をめぐる問答

アポロニオスはゼウスの神宝から旅費を調達した後、テッサリア人のイサゴラスと祭礼集会(パネギュリス)の本質と素材について議論し、祭礼集会とは人間の集いであるのみならず、自然の恵みを損なわずに保たれたオリンピアの聖なる場所そのものをも含むと説く。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§8.17

αὑτῶν ἄρχειν,1 ξυμβουλεύοντος δʼ αὐτῷ τοῦ Δάμιδος ὑπὲρ χρημάτων, ἐπειδὴ τῶν ἐφοδίων σφίσι πάνυ σμικρὰ ἐλείπετο αὔριον ἔφη τούτου ἐπιμελήσομαι. καὶ παρελθὼν τῇ ὑστεραίᾳ ἐς τὸ ἱερὸν δός, εἶπεν, ὦ ἱερεῦ χιλίας μοι δραχμὰς ἀπὸ τῶν τοῦ Διὸς χρημάτων, εἰ μὴ σφόδρα οἴει χαλεπανεῖν αὐτόν. καὶ ὁ ἱερεὺς οὐχ ὑπὲρ τούτων ἔφη χαλεπανεῖ, ἀλλὰ μᾶλλον, εἰ μὴ πλείω λήψῃ. Θετταλοῦ δὲ ἀνδρός, ᾧ ὄνομα Ἰσαγόρας, ξυνόντος αὐτῷ ἐν Ὀλυμπίᾳ εἰπέ μοι ἔφη ὦ Ἰσαγόρα, ἔστι τι πανήγυρις; νὴ Δίʼ, εἶπε τό γε ἥδιστον καὶ θεοφιλέστατον τῶν κατʼ ἀνθρώπους. τίς δὲ δὴ ὕλη τούτου; ὥσπερ ἂν εἰ ἐγὼ μὲν ἠρόμην ὑπὲρ ὕλης τοῦδε τοῦ ἀγάλματος, σὺ δʼ ἀπεκρίνου χρυσοῦ καὶ ἐλέφαντος ξυντεθῆναι αὐτό.2 καὶ τίς ἔφη ὕλη, Ἀπολλώνιε, τοῦ γε ἀσωμάτου; μεγίστη εἶπε καὶ ποικιλωτάτη, τεμένη τε γὰρ ἐν αὐτῇ καὶ ἱερὰ καὶ δρόμοι καὶ σκηνὴ δήπου, ἔθνη τε ἀνθρώπων τὰ μὲν ἐκ τῆς ὁμόρου, τὰ δὲ ἐκ τῶν ὑπερορίων τε καὶ ὑπὲρ θάλατταν. καὶ μὴν καὶ τεχνῶν πλείστων αὐτὴν ξυγκεῖσθαι καὶ σοφισμάτων σοφίας τε ἀληθινῆς καὶ ποιητῶν καὶ ξυμβουλιῶν καὶ διαλέξεων γυμνῆς τε ἀγωνίας καὶ μουσικῆς, ὡς Πυθοῖ πάτριον. ἔοικεν, ἔφη Ἀπολλώνιε, οὐ μόνον σωματοειδὲς εἶναι ἡ πανήγυρις, ἀλλὰ καὶ θαυμασιωτέρας ὕλης ἢ αἱ πόλεις, τὰ γὰρ τῶν σπουδαίων σπουδαιότατα καὶ τὰ τῶν ἐλλογίμων ἐλλογιμώτατα ξυγκαλεῖ καὶ ξυνοικίζει. ἆρʼ οὖν, εἶπεν ὦ Ἰσαγόρα, καθάπερ ἔνιοι τείχη καὶ ναῦς ἡγοῦνται, τοὺς ἄνδρας ἡγησόμεθα,3 ἢ ἑτέρας ἐπʼ αὐτῆς δέῃ δόξης; τελεία, ἔφη ὦ Τυανεῦ, ἥδε ἡ δόξα καὶ δίκαιον ἕπεσθαι αὐτῇ. καὶ μὴν ἀτελὴς εἶπεν ἐνθυμουμένῳ περὶ αὐτῆς ὃν ἐγὼ τρόπον· δοκοῦσι γάρ μοι καὶ νῆες ἀνδρῶν δεῖσθαι καὶ ἄνδρες νηῶν καὶ μηδʼ ἂν ἐνθυμηθῆναί ποτε ἀνθρώπους τὴν θάλατταν, εἰ μὴ ναῦς ἦν, σώζειν τε ἄνδρας μὲν τείχη, τείχη δὲ ἄνδρας, πανήγυρις δὲ κατὰ τὸν αὐτὸν λόγον εἶναι μὲν καὶ ἡ τῶν ἀνδρῶν ξύνοδος, εἶναι δὲ καὶ αὐτὸ τὸ χωρίον, ἐς ὃ χρὴ ξυνιέναι, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ τείχη μὲν καὶ νῆες οὐδʼ ἂν ἐγένοντο, εἰ μὴ διʼ ἀνθρώπων χεῖρας, τὰ δὲ χωρία ταῦτα ὑπὸ χειρῶν μὲν ἀνθρωπείων ἐφθάρη τὸ αὐτοσχέδια μὴ εἶναι ἀφαιρεθέντα,4 φύσεως δʼ εὖ ἥκοντα ἐπάξια τοῦ ξυμφοιτᾶν ἐς αὐτὰ ἐνομίσθη, γυμνάσια μὲν γὰρ καὶ στοαὶ καὶ κρῆναι καὶ οἶκοι, τέχνῃ ταῦτα ἀνθρωπείᾳ εἰργάσθη, καθάπερ τὰ τείχη καὶ αἱ νῆες, Ἀλφειὸς δὲ οὗτος καὶ ἱππόδρομος καὶ στάδιον καὶ ἄλση πρὸ ἀνθρώπων δήπου ἐγένετο, ὁ μὲν ἀποχρῶν ποτὸν εἶναι καὶ λουτρόν, ὁ δʼ εὐρὺ πεδίον ἐναγωνίσασθαι τοῖς ἵπποις, τὸ δʼ ἐγκονίσασθαι καὶ διαδραμεῖν ἀθληταῖς διὰ τὸ παρέχεσθαί τινα ὅρον, αὐλῶνα σταδίου μῆκος, τὰ δὲ ἄλση στεφανῶσαι τοὺς νικῶντας καὶ τοὺς δρομικοὺς τῶν ἀθλητῶν γυμνάσαι. ταῦτα γάρ που καὶ Ἡρακλεῖ ἐνθυμηθέντι καὶ τὸ αὐτοφυὲς τῆς Ὀλυμπίας ἀγασθέντι ἐπάξιος ἐφάνη ὁ χῶρος τῶν ἔτι νῦν σπουδαζομένων ἐνταῦθα.

自らの支配者となるべく選出された公職を僭主たちに惜しげもなく差し出しているからである。さて、ダミスが路銀がほんのわずかしか残っていないとして金銭の手当てをするよう忠告したとき、「明日」と彼は言った。 「これに対処しよう」そして翌日、神域へと進み出て、「祭司殿」と彼は言った。 「ゼウスの神宝から私に千ドラクマを与えてくだされ。もし神がひどく怒り給うとお考えでないなら」すると祭司は、「そのような額のことで」と言った。 「神がお怒りになることはありません。むしろ、もっと多くお取りにならないことの方を怒られるでしょう」また、テッサリア人の男で名をイサゴラスという者がオリンピアで彼とともにいたとき、「教えてくれ」と彼は言った。 「イサゴラスよ、祭礼集会(パネギュリス)とは何らかの実在するものだろうか」「ゼウスにかけて」と彼は言った。 「人間の営みの中で最も喜ばしく、最も神に愛されるものであります」「では、それの質料(素材)とは一体何なのだろうか。あたかも私がこの神像の素材について尋ね、君がそれは黄金と象牙から合成されたのだと答えたとしたら、そうであるような意味においてだが」「アポロニオスよ」とイサゴラスは言った。 「形体のないものに、いかなる素材があるというのですか」「最大にして」とアポロニオスは言った。 「極めて多様な素材である。なぜなら、その中には神域や聖所や競走路や、もちろん舞台が存在し、さらには隣接の地から来る人々、国境を越えた地や海を越えた地から集まる諸民族が存在するからだ。それどころか、それは極めて多くの技芸、詭弁の知恵と真の知恵、詩人たち、助言、対論、躰ひとつの競技、そしてピュートーの古習にならう音楽競技からも成り立っている」「アポロニオスよ」と彼は言った。 「祭礼集会は単に形体を持つものであるだけでなく、都市よりも驚異的な素材から成るように思われます。というのも、それは優れたもののうち最も優れたもの、名高いもののうち最も名高いものを呼び集め、ともに住まわせるからです」「それでは」とアポロニオスは言った。 「イサゴラスよ、ある人々が〔人間を〕城壁や船と見なすように、我々は人間こそがそれ(祭礼集会)であると見なすべきだろうか。それとも君はそれについて別の見解を必要とするだろうか」「テュアナの尊師よ」と彼は言った。 「その見解こそ完全であり、それに従うのが正当です」「しかし」とアポロニオスは言った。 「私がそれについて考察するやり方からすれば不完全である。というのも、船は人間を必要とし、人間は船を必要とし、もし船がなかったなら人間は海のことなど心に留めもしなかったであろうし、城壁は人間を守り、人間は城壁を守るように思われるからだ。そして祭礼集会もまた、同じ道理によって人間の集いであるとともに、集うべき場所それ自体でもあるのだ。しかもなおさらのことそうである。城壁や船は人間の手によらなければ存在し得なかったのに対して、これらの場所は人間の手によっては自然のままの姿を奪われて損なわれたものの、自然の良き恵みによって人々がそこに集まるに値するものと見なされたからである。実際、ギムナシオンや列柱廊、泉や建物は、城壁や船と同じく人間の技芸によって作られたが、このアルペイオス川、競馬場、スタディオン、木立は言うまでもなく人間より前に生じたものだ。前者は飲み水となり水浴となるに十分であり、次なるものは馬が競い合うための広い野原となり、その次はスタディオンの長さの谷間という一定の境界を提供することによって競技者が砂塵を浴びて走り抜ける場となり、木立は勝者に冠を授け、走りの競技者を鍛えるためのものとなった。ヘラクレスもまたこれらのことを心に留め、オリンピアの自生の姿に感嘆したからこそ、今日なおこの地で真剣に行われている諸事のために、この場所は相応しいと見えたのである」

構文注4 件
  1. 8.17αὑτῶν ἄρχειν

    直前の箇所の末尾の τὸ κεχειροτονημένους に続く動詞不定法。前置された定冠詞 τό が句全体(τὸ κεχειροτονημένους αὑτῶν ἄρχειν)を名詞化し、動詞 χαρίζονται の直接目的語となっている。「自らを統治するよう選出された身で統治すること(選出公職の執行)」を指す。

  2. 8.18ὥσπερ ἂν εἰ ἐγὼ μὲν ἠρόμην ὑπὲρ ὕλης τοῦδε τοῦ ἀγάλματος, σὺ δʼ ἀπεκρίνου χρυσοῦ καὶ ἐλέφαντος ξυντεθῆναι αὐτό.

    ὥσπερ ἂν εἰ に過去の直説法(ἠρόμην, ἀπεκρίνου)が続く反実仮想構文。「あたかも私がこの神像の素材について尋ね、君がそれは金と象牙から合成されたのだと答えたとしたら、そうであるように」という比喩的条件文を成す。

  3. 8.18καθάπερ ἔνιοι τείχη καὶ ναῦς ἡγοῦνται, τοὺς ἄνδρας ἡγησόμεθα

    「人間こそが都市(城壁や船)である」という古典期の格言的表現(トゥキュディデス等に見られる思想)を踏まえた省略構文。後半の τοὺς ἄνδρας ἡγησόμεθα には、文脈上「祭礼集会(πανήγυριν)であると」という補語が補われて解釈される。

  4. 8.18ἐφθάρη τὸ αὐτοσχέδια μὴ εἶναι ἀφαιρεθέντα

    主動詞 ἐφθάρη(「損なわれた」)に受動分詞 ἀφαιρεθέντα(「奪われて」)が伴い、その保持目的語として定冠詞付き不定詞句 τὸ αὐτοσχέδια μὴ εἶναι が結びつく構造。剥奪の動詞に伴う冗語的な否定詞 μή を含み、「自生のもの(αὐτοσχέδια)であることを奪われて損なわれた」を意味する。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:8.17-8.18