- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:7.32-7.34
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
アポロニオスはドミティアヌス帝に召喚されて対面し、反逆を疑われたネルウァたちの無実と誠実さを毅然と証言するが、激怒した皇帝により髪を剃られ投獄される。
ἐπὶ τοσοῦτον μὲν δὴ ταῦτα, ἐπεὶ δὲ σχολὴ τῷ βασιλεῖ ἐγένετο τὰ ἐν ποσὶ διωσαμένῳ πάντα ἐς λόγους ἀφικέσθαι τῷ ἀνδρί, παρῆγον μὲν αὐτὸν ἐς τὰ βασίλεια οἱ ἐπιμεληταὶ τῶν τοιούτων οὐ ξυγχωρήσαντες τῷ Δάμιδι ἐπισπέσθαι οἱ, θαλλοῦ δὲ στέφανον ἔχων ὁ βασιλεὺς ἄρτι μὲν τῇ Ἀθηνᾷ τεθυκὼς ἐτύγχανεν ἐν αὐλῇ Ἀδώνιδος, ἡ δὲ αὐλὴ ἀνθέων ἐτεθήλει κήποις, οὓς Ἀδώνιδι Ἀσσύριοι ποιοῦνται ὑπὲρ ὀργίων ὁμωροφίους αὐτοὺς φυτεύοντες. πρὸς δὲ τοῖς ἱεροῖς ὢν μετεστράφη καὶ ἐκπλαγεὶς ὑπὸ τοῦ εἴδους τοῦ ἀνδρὸς Αἰλιανέ, εἶπε δαίμονά μοι ἐπεσήγαγες. ἀλλʼ οὔτε ἐκπλαγεὶς ὁ Ἀπολλώνιος καθαπτόμενός τε ὧν ἤκουσεν ἐγὼ δὲ ἔφη τὴν Ἀθηνᾶν ᾤμην ἐπιμεμελῆσθαί σου, βασιλεῦ, τρόπον, ὃν καὶ τοῦ Διομήδους ποτὲ ἐν Τροίᾳ, τὴν γάρ τοι ἀχλύν, ὑφʼ ἧς οἱ ἄνθρωποι χεῖρον βλέπουσιν, ἀφελοῦσα τῶν τοῦ Διομήδους ὀφθαλμῶν ἔδωκεν αὐτῷ θεούς τε διαγιγνώσκειν καὶ ἄνδρας, σὲ δʼ οὔπω ἡ θεὸς ἐκάθηρεν, ὦ βασιλεῦ, τὴν κάθαρσιν ταύτην·1 ἦ μὴν ἔδει γε, ὡς αὐτὴν τὴν Ἀθηνᾶν ὁρῴης ἄμεινον τούς τε ἄνδρας μὴ ἐς τὰ τῶν δαιμόνων εἴδη τάττοις. σὺ δέ, εἶπεν ὦ φιλόσοφε, πότε τὴν ἀχλὺν ἐκαθήρω ταύτην; πάλαι ἔφη κἀξ ὅτου φιλοσοφῶ. πῶς οὖν εἶπε τοὺς ἐμοὶ πολεμιωτάτους ἄνδρας θεοὺς ἐνόμισας; καὶ τίς ἔφη πρὸς Ἰάρχαν σοι πόλεμος ἢ πρὸς Φραώτην τοὺς Ἰνδούς, οὓς ἐγὼ μόνους ἀνθρώπων θεούς τε ἡγοῦμαι καὶ ἀξίους τῆς ἐπωνυμίας ταύτης; μὴ ἄπαγε ἐς Ἰνδούς, εἶπεν ἀλλʼ ὑπὲρ τοῦ φιλτάτου σοι Νερούα καὶ τῶν κοινωνούντων αὐτῷ τῆς αἰτίας λέγε. ἀπολογῶμαι ὑπὲρ αὐτοῦ ἔφη τι ἢ — μὴ ἀπολογοῦ εἶπεν ἀδικῶν γὰρ εἴληπται, ἀλλʼ οὐχ ὡς αὐτὸς ἀδικεῖς ξυνειδὼς ἐκείνῳ τοιαῦτα, τοῦτό με ἀναδίδασκε. εἰ, ἃ ξύνοιδα, ἔφη ἀκοῦσαι βούλει, ἄκουε, τί γὰρ ἂν τἀληθῆ κρύπτοιμι; ὁ μὲν δὴ βασιλεὺς ἀπορρήτων τε λαμπρῶν ἀκροάσασθαι ᾤετο καὶ ἐς τὸ ξυντεῖνον τῆς ἀπωλείας τῶν ἀνδρῶν ἥκειν πάντα, ὁ δʼ ὡς μετέωρον αὐτὸν ὑπὸ τῆς δόξης ταύτης εἶδεν, ἐγὼ ἔφη Νερούαν σωφρονέστατον ἀνθρώπων οἶδα καὶ πρᾳότατον καὶ σοὶ ἐπιτηδειότατον καὶ ἄρχοντα μὲν ἀγαθόν, εὐλαβῆ δʼ οὕτω πρὸς ὄγκον πραγμάτων, ὡς καὶ τὰς τιμὰς δεδιέναι, οἱ δὲ ἀμφʼ αὐτόν, Ῥοῦφον γάρ που λέγεις καὶ Ὄρφιτον, σώφρονες μὲν καὶ οἵδε οἱ ἄνδρες, ὁπόσα οἶδα, καὶ διαβεβλημένοι πρὸς πλοῦτον, νωθροὶ δὲ πράττειν ὁπόσα ἔξεστι, νεώτερα δὲ οὔτʼ ἂν αὐτοὶ ἐνθυμηθεῖεν οὔτʼ ἂν ἑτέρῳ ἐνθυμηθέντι ξυνάραιντο. ἀνοιδήσας δʼ ὁ βασιλεὺς ὑφʼ ὧν ἤκουσε συκοφάντην με οὖν εἶπεν ἐπʼ αὐτοῖς εἴληφας, ἵνʼ οὓς ἐγὼ μιαρωτάτους ἀνθρώπων καὶ τοῖς ἐμοῖς ἐπιπηδῶντας εὗρον, σὺ δʼ, ὡς χρηστοί τέ εἰσι ʽλέγειςʼ καὶ νωθροί; καὶ γὰρ ἂν κἀκείνους ἡγοῦμαι ὑπὲρ σοῦ ἐρωτωμένους μήθʼ ὡς γόης εἶ, φάναι, μήθʼ ὡς ἴτης μήθʼ ὡς ἀλαζὼν μήθʼ ὡς φιλοχρήματος μήθʼ ὡς φρονῶν ὑπὲρ τοὺς νόμους. οὕτως, ὦ μιαραὶ κεφαλαί, κακῶς ξυντέταχθε. ἐλέγξει δʼ ἡ κατηγορία πάντα· καὶ γὰρ ὁπόσα ὀμώμοται ὑμῖν καὶ ὑπὲρ ὧν καὶ ὁπότε καὶ τί θύσασιν, οὐδὲν μεῖον οἶδα, ἢ εἰ παρετύγχανόν τε καὶ ἐκοινώνουν. ὁ δὲ οὐδὲ ταῦτα ἐκπλαγεὶς αἰσχρόν, ἔφη βασιλεῦ, καὶ οὐκ ἐκ τῶν νόμων ἢ δικάζειν ὑπὲρ ὧν πέπεισαι ἢ πεπεῖσθαι ὑπὲρ ὧν μὴ ἐδίκασας.2 εἰ δʼ οὕτως ἔχει, ξυγχώρησον ἐνθένδε μοι τῆς ἀπολογίας ἄρξασθαι· κακῶς, ὦ βασιλεῦ, περὶ ἐμοῦ φρονεῖς, καὶ πλείω με ἀδικεῖς ἢ ὁ συκοφάντης, ἃ γὰρ ἐκεῖνος διδάξειν ἔφη, σὺ πρὶν ἀκοῦσαι πέπεισαι. τῆς μὲν ἀπολογίας εἶπεν ὁπόθεν βούλει, ἄρχου, ἐγὼ δὲ καὶ ἐς ὅ τι παύσομαι οἶδα καὶ ὁπόθεν ἤδη προσήκει ἄρξασθαι.
これらのことはこの程度にしておこう。皇帝が身の回りの雑務をすべて片づけてこの男と対談する時間ができると、係の役人たちはアポロニオスを宮廷へと案内したが、ダミスが彼に付き従うことは許さなかった。皇帝はオリーブの冠を戴き、アドニスの庭でアテナへの生贄を捧げ終えたところであった。その庭は、アッシリア人がアドニスの儀礼のために屋根の下に植える花園で満開になっていた。皇帝は生贄の場にいながら振り返り、その男の風貌に驚嘆して言った。「アイリアヌスよ、お前は私のもとに魔霊を引き入れたのだな。」しかしアポロニオスは動じることもなく、その耳にした言葉を咎めて言った。「しかし王よ、私はアテナがかつてトロイアにおいてディオメデスを気遣ったのと同じように、あなたのことも気遣っておられるものと思っておりました。女神は人々の視力を鈍らせる靄をディオメデスの両目から払いのけ、彼に神々と人間とを見分ける力を授けられたのです。しかし王よ、女神はあなたにはまだこの浄めを施してはおられません。まことにそうすべきだったのです、アテナご自身をよりよく見極め、人間を魔霊の姿へと分類したりしないためにも。」皇帝は言った。「では哲学者よ、お前はその靄をいつ払い清めたというのか。」「とうの昔に」とアポロニオスは言った。「哲学を志したその時からだ。」「それでは」と皇帝は言った。「私にとって最も敵対的な者たちを、お前はどうして神々とみなしたのか。」「あなたにとってイアルカスや」とアポロニオスは言った。「フラオテス、人間の中で私が唯一神々とみなし、その名に値すると考えるあのインド人たちと、何の戦いがあるというのですか。」皇帝は言った。「話をインド人へと逸らすな。お前にとって最も親しいネルウァと、彼とともに嫌疑を共有する者たちについて語るがよい。」アポロニオスは言った。「彼のために私が何か弁明すべきでしょうか、それとも……」「弁明は無用だ」と皇帝は言った。「彼は不正を犯して捕らえられたのだから。そうではなく、彼がそのような企てをしていると知りながら、お前自身はいかにして不正に加担していないというのか、このことを私に詳しく説明せよ。」アポロニオスは言った。「もし私の知っていることを聞きたいと望まれるのであれば、お聞きなさい。真実を隠して何になりましょうか。」皇帝は重大な秘密を聞けるものと思い、すべてがそれらの者たちの破滅へと直結する事態に至ったと考えた。しかしアポロニオスは皇帝がその思い込みによって胸を躍らせているのを見て言った。「私が知るネルウァは、人間の中で最も節度があり、最も温厚で、あなたに対して最も忠実であり、良き統治者でありながら、政務の重圧を大いに警戒するあまり、名誉そのものさえ恐れるほどです。また彼の身辺の者たち、おそらくあなたが口にしているルフスやオルフィトゥスも、私の知る限り節度ある男たちであり、富を嫌悪し、許されていることを行うのにも鈍重であり、自ら変革を企てることもなければ、他者が企てたとしてもそれに加担することは決してない人々です。」皇帝は耳にした言葉に激怒して言った。「それではお前は、私を彼らに対する誣告者と見なすのか。私が人間の中で最も不埒であり、私の地位を襲おうとしていると見出した者たちを、お前は善良であり鈍重であるとでも言うのか。彼らもまた、お前について尋ねられたなら、お前が魔術師でもなく、破廉恥でもなく、山師でもなく、金銭に貪欲でもなく、法を越えて傲慢に振る舞う者でもないと口を揃えるだろう。この呪われた者どもめ、実に悪賢く口裏を合わせたものだ。だが弾劾がすべてを暴き出すだろう。お前たちが誓い合ったこと、その目的、その時期、いかなる生贄を捧げたかについて、私がその場に居合わせて加担していたかのように、つぶさに知っているのだから。」アポロニオスはこれに対しても驚きもせず言った。「王よ、すでに確信している事柄について裁きを下すことも、まだ裁いてもいない事柄について確信を抱くことも、恥ずべきことであり法に反することです。もしそのようになさるのなら、ここから私の弁明を始めさせてください。王よ、あなたは私について悪意ある考えを抱いており、誣告者よりも甚だしく私を不当に扱っています。なぜなら彼が教え示すと称した事柄を、あなたは聞きもしないうちに信じ切っているからです。」皇帝は言った。「弁明ならどこからでも望むところから始めるがよい。私自身は、どこで終えるかも、どこから直ちに始めるべきかも心得ている。」
ἄρχεται τὸ ἐνθένδε τῆς ἐς τὸν ἄνδρα ὕβρεως γενείων τε ἀποκείρας αὐτὸν καὶ χαίτης ἔν τε τοῖς κακουργοτάτοις δήσας, ὁ δʼ ὑπὲρ μὲν τῆς κουρᾶς ἐλελήθειν, ὦ βασιλεῦ, ἔφη περὶ ταῖς θριξὶ κινδυνεύων, ὑπὲρ δὲ τῶν δεσμῶν εἰ μὲν γόητά με ἡγῇ, ἔφη πῶς δήσεις; εἰ δὲ δήσεις, πῶς γόητα εἶναι φήσεις; καὶ ἀνήσω γε οὐ πρότερον, εἶπεν ἢ ὕδωρ γενέσθαι σε3 ἤ τι θηρίον ἢ δένδρον. ταυτὶ μὲν ἔφη οὐδʼ εἰ δυναίμην, γενοίμην ἄν, ὡς μὴ προδοίην ποτὲ τοὺς οὐδεμιᾷ δίκῃ κινδυνεύοντας, ὢν δʼ, ὅσπερ εἰμί, πᾶσιν ὑποθήσω ἐμαυτὸν οἷς ἂν περὶ τὸ σῶμα τουτὶ πράττῃς, ἔστʼ ἂν ὑπὲρ τῶν ἀνδρῶν ἀπολογήσωμαι. ὑπὲρ δὲ σοῦ εἶπε τίς ὁ ἀπολογησόμενος ἔσται; χρόνος ἔφη καὶ θεῶν πνεῦμα καὶ σοφίας ἔρως, ᾗ ξύνειμι.
ここからこの男に対する侮辱が始まり、皇帝は彼の髭と髪を剃り落とさせ、最も極悪な罪人たちの中に縛りつけた。アポロニオスは髪を剃られたことについて言った。「王よ、私は知らぬうちに髪の毛についての危機に晒されていたのですね。」また足枷について言った。「もし私を魔術師と見なすのなら、どのようにして縛るつもりですか。もし縛ることができるのなら、どのようにして私が魔術師であると言うのですか。」「お前が水になるか、あるいは何かの獣や木にでも変じるまでは、決して解いてやるものか」と皇帝は言った。アポロニオスは言った。「そのようなものには、仮に変身できたとしても、断じてなりはしません。まったく不当に危機に晒されている人々を決して裏切らないためです。私は今の私の姿のままで、あなたがこの肉体に加えるいかなる仕打ちにも身を委ねましょう、彼らのために弁明を果たすその時まで。」皇帝は言った。「では、お前自身のためには、誰が弁明者となるのか。」「時間と」とアポロニオスは言った。「神々の霊気、そして私がともに生きる知恵への愛です。」
- 7.32τὴν κάθαρσιν ταύτην
動詞 ἐκάθηρεν に対する同族対格(あるいは結果の対格)。人(σέ)と内容(τὴν κάθαρσιν ταύτην)を取る二重対格の構造を成している。
- 7.33ἢ δικάζειν ὑπὲρ ὧν πέπεισαι ἢ πεπεῖσθαι ὑπὲρ ὧν μὴ ἐδίκασας
ἢ...ἤ による対称的な二者択一構造。関係代名詞 ὧν は先行詞(ἐκείνων)を吸収して属格に牽引されており、「すでに確信している事柄について裁判すること、あるいは、まだ裁判していない事柄について確信を抱くこと」という論理的パラドックスを鋭く対比させている。
- 7.34οὐ πρότερον, ἢ ὕδωρ γενέσθαι σε
否定の副詞句 οὐ πρότερον に接続詞 ἤ が後続し、「〜するまでは決して…ない」(πρίν と同様の機能)を表す構文。ἤ には対格不定詞構文(σε γενέσθαι)が後続している。
