← ピロストラトス

テュアナのアポロニオス伝

§6.11#3

神託の装飾性と裸身行者の偽善批判

アポロニオスはステシコロスの例を引いてインド人に対する前言撤回を促し、デルポイの神殿や神託の装飾性を論じて、装飾や奇跡を否定する行者たちの偽善を批判する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§6.11#3

ἀλλʼ εἰ μέν τις ὑγιῶς καὶ ὑμᾶς ἔχει σοφία Ἱμεραίου ἀνδρός,1 ὃς ᾅδων ἐς τὴν Ἑλένην ἐναντίον τῷ προτέρῳ λόγῳ παλινῳδίαν αὐτὸν ἐκάλεσεν οὐκ ἔστιν ἔτυμος ὁ λόγος οὗτος ἤδη καὶ αὐτοὺς ὥρα λέγειν, ἀμείνω τῆς νῦν παρεστηκυίας μεταλαβόντας περὶ αὐτῶν δόξαν. εἰ δὲ καὶ ἄμουσοι πρὸς παλινῳδίαν ὑμεῖς, ἀλλὰ φείδεσθαί γε χρὴ ἀνδρῶν, οὓς ἀξιοῦντες θεοὶ τῶν αὐτοῖς ὄντων οὐδὲ ἑαυτοὺς ἀπαξιοῦσιν ὧν ἐκεῖνοι πέπανται.2 διῆλθές τινα, Θεσπεσίων, καὶ περὶ τῆς Πυθοῦς λόγον ὡς ἁπλῶς τε καὶ ἀκατασκεύως χρώσης, καὶ παράδειγμα ἐγένετό σοι τοῦ λόγου νεὼς κηροῦ καὶ πτερῶν ξυντεθείς· ἐμοὶ δὲ ἀκατάσκευα μὲν δοκεῖ οὐδὲ ταῦτα, τὸ γὰρ "ξυμφέρετε πτερά τʼ οἰωνοὶ κηρόν τε μέλιτται "κατασκευαζομένου ἦν οἶκον καὶ οἴκου σχῆμα, ὁ δʼ, οἶμαι, μικρὰ ταῦτα ἡγούμενος καὶ τῆς ἑαυτοῦ σοφίας ἥττω καὶ ἄλλου ἐδεήθη νεὼ καὶ ἄλλου καὶ μεγάλων ἤδη καὶ ἑκατομπέδων, ἑνὸς δὲ αὐτῶν καὶ χρυσᾶς ἴυγγας ἀνάψαι λέγεται Σειρήνων τινὰ ἐπεχούσας πειθώ, ξυνελέξατό τε τὰ εὐδοκιμώτατα τῶν ἀναθημάτων ἐς τὴν Πυθὼ κόσμου ἕνεκα, καὶ οὔτʼ ἀγαλματοποιίαν ἀπήλασεν ἀπάγουσαν αὐτῷ κολοσσοὺς ἐς τὸ ἱερὸν τοὺς μὲν θεῶν, τοὺς δὲ ἀνθρώπων, τοὺς δὲ ἵππων τε καὶ ταύρων καὶ ἑτέρων ζῴων οὔτε Γλαῦκον μετὰ τοῦ ὑποκρατηριδίου ἥκοντα, οὔτε τὴν ἁλισκομένην Ἰλίου ἀκρόπολιν, ἣν Πολύγνωτος ἐκεῖ γράφει. οὐ γὰρ δὴ τὸν χρυσόν γε τὸν Λύδιον καλλώπισμα τῆς Πυθοῦς ἡγεῖτο, ἀλλʼ ἐκεῖνον μὲν ὑπὲρ τῶν Ἑλλήνων ἐσήγετο ἐνδεικνύμενος, οἶμαι, αὐτοῖς τὸν τῶν βαρβάρων πλοῦτον, ἵνα γλίχοιντο ἐκείνου μᾶλλον ἢ τοῦ διαπορθεῖν τὰ ἀλλήλων, τὸν δὲ δὴ Ἕλληνά τε καὶ προσφυᾶ τῇ ἑαυτοῦ σοφίᾳ τρόπον κατεσκευάζετο καὶ ἠγλάιζε τούτῳ τὴν Πυθώ. ἡγοῦμαι δὲ αὐτὸν κόσμου ἕνεκα καὶ ἐς μέτρα ἐμβιβάζειν τοὺς χρησμούς. εἰ γὰρ μὴ τοῦτο ἐπεδείκνυτο, τοιάσδε ἂν τὰς ἀποκρίσεις ἐποιεῖτο· δρᾶ τὸ δεῖνα ἢ μὴ δρᾶ, καὶ ἴθι ἢ μὴ ἴθι, καὶ ποιοῦ ξυμμάχους ἢ μὴ ποιοῦ, βραχέα γάρ που ταῦτα, ἤ, ὥς φατε ὑμεῖς, γυμνά, ὁ δʼ ἵνα μεγαλορρήμων τε φαίνοιτο καὶ ἡδίων τοῖς ἐρωτῶσι, ποιητικὴν ἡρμόσατο, καὶ οὐκ ἀξιοῖ εἶναι, ὅ τι μὴ οἶδεν, ἀλλὰ καὶ τὴν ψάμμον εἰδέναι φησίν, ὁπόση, ἀριθμήσας αὐτήν, καὶ τὰ τῆς θαλάττης μέτρα ξυνειληφέναι πάντα. ἢ καὶ ταῦτα τερατολογίᾳ προσγράφεις, ἐπειδὴ σοβαρῶς αὐτὰ ὁ Ἀπόλλων καὶ ξὺν φρονήματι ὀρθῷ φράζει; εἰ δὲ μὴ ἀχθέσῃ, Θεσπεσίων, τῷ λόγῳ, γρᾶες ἀνημμέναι κόσκινα φοιτῶσιν ἐπὶ ποιμένας, ὅτε δὲ καὶ βουκόλους, ἰώμεναι τὰ νοσοῦντα τῶν θρεμμάτων μαντικῇ, ὥς φασιν, ἀξιοῦσι δὲ σοφαὶ ὀνομάζεσθαι καὶ σοφώτεραι ἢ οἱ ἀτεχνῶς μάντεις· τοῦτό μοι καὶ ὑμεῖς παρὰ τὴν Ἰνδῶν σοφίαν φαίνεσθε, οἱ μὲν γὰρ θεῖοί τέ εἰσι καὶ κεκόσμηνται κατὰ τὴν Πυθίαν, ὑμεῖς δέ — ἀλλʼ οὐδὲν εἰρήσεται περαιτέρω, εὐφημία γὰρ φίλη μὲν ἐμοί, φίλη δὲ Ἰνδοῖς, ἣν ἀσπαζοίμην ὡς ὀπαδὸν ἅμα καὶ ἡγεμόνα τῆς γλώττης, τὰ μὲν ἐμαυτῷ δυνατὰ θηρεύων ξὺν ἐπαίνῳ τε αὐτῶν καὶ ἔρωτι, ὅ τι δὲ μὴ ἐφικτὸν εἴη μοι, καταλείπων αὐτὸ ἄχραντον ψόγου. σὺ δὲ Ὁμήρου μὲν ἐν Κυκλωπίᾳ ἀκούων, ὡς ἡ γῆ τοὺς ἀγριωτάτους καὶ ἀνομωτάτους ἄσπορος καὶ ἀνήροτος ἑστιᾷ, χαίρεις τῷ λόγῳ, κἂν Ἠδωνοί τινες ἢ Λυδοὶ βακχεύωσιν, οὐκ ἀπιστεῖς, ὡς γάλακτος αὐτοῖς καὶ οἴνου πηγὰς δώσει καὶ ποτιεῖ τούτους, τοὺς δὲ σοφίας ἁπάσης βάκχους ἀφαιρήσῃ δῶρα αὐτόματα παρὰ τῆς γῆς ἥκοντα; τρίποδες δὲ αὐτόματοι καὶ ἐς τὰ ξυμπόσια τῶν θεῶν φοιτῶσι, καὶ ὁ Ἄρης ἀμαθής περ ὢν καὶ ἐχθρὸς οὔπω τὸν Ἥφαιστον ἐπʼ αὐτοῖς γέγραπται, οὐδʼ ἔστιν, ὡς ἤκουσάν ποτε οἱ θεοὶ τοιαύτης γραφῆς· ἀδικεῖς, Ἥφαιστε, κοσμῶν τὸ ξυμπόσιον τῶν θεῶν καὶ περιιστὰς αὐτῷ θαύματα, οὐδὲ ἐπὶ ταῖς δμωαῖς αἰτίαν ποτὲ ἔσχε ταῖς χρυσαῖς ὡς παραφθείρων τὰς ὕλας, ἐπειδὴ τὸν χρυσὸν ἔμπνουν ἐποίει, κόσμου γὰρ ἐπιμελήσεται τέχνη πᾶσα, ὅτι καὶ αὐτὸ τὸ εἶναι τέχνας ὑπὲρ κόσμου εὕρηται. ἀνυποδησία δὲ καὶ τρίβων καὶ πήραν ἀνῆφθαι κόσμου εὕρημα· καὶ γὰρ τὸ γυμνοῦσθαι, καθάπερ ὑμεῖς, ἔοικε μὲν ἀκατασκεύῳ τε καὶ λιτῷ σχήματι, ἐπιτετήδευται δὲ ὑπὲρ κόσμου καὶ οὐδὲ ἄπεστιν αὐτοῦ τὸ ἑτέρῳ φασὶ τύφῳ.3 τὰ δὲ Ἡλίου τε καὶ Ἰνδῶν πάτρια καὶ ὅπῃ χαίρει θεραπευόμενος ἐχέτω τὸν αὐτῶν νόμον, θεοὶ μὲν γὰρ χθόνιοι βόθρους ἀσπάσονται καὶ τὰ ἐν κοίλῃ τῇ γῇ δρώμενα, Ἡλίου δὲ ἀὴρ ὄχημα, καὶ δεῖ τοὺς προσφόρως ᾀσομένους αὐτὸν ἀπὸ γῆς αἴρεσθαι καὶ ξυμμετεωροπολεῖν τῷ θεῷ· τοῦτο δὲ βούλονται μὲν πάντες, δύνανται δὲ Ἰνδοὶ μόνοι.

しかし、もしヒメラの人の知恵――ヘレネを讃える歌を歌いながら、前の議論と相反するものを『パリノディア(改悛の歌)』と呼んだあの人の知恵――が健全にもそなたたちを捉えているのなら、彼らについて現在抱いているものよりも優れた思わくに改め、そなたたち自身も今や『この話は真実ではない』と口にすべき時である。だが、もしそなたたちが改悛の歌に対して無調法であるとしても、神々が自らの持ち物にふさわしいと認め、神々自身も彼らの所有するものを自らに不相応とはみなしていないような人々に対しては、せめて危害を加えるのを控えるべきである。 テスペシオンよ、そなたはピュト(デルポイ)について、神託が素朴かつ無装飾に下されたという話を述べ、その話の模範として蜜蝋と羽毛で組み立てられた神殿を挙げた。だが私には、これらすら無装飾であるとは思われない。なぜなら、『鳥よ羽を、蜜蜂よ蝋を運び寄せるがよい』という言葉は、館とその姿を装飾しようとしていた者の言葉だったからである。そして神は、思うに、これらを小さなもの、自らの知恵に劣るものと見なし、さらに別の神殿を、また別の神殿を、ついには巨大で百足(ひゃくそく)の長さもある神殿を求められたのだ。そのうちのひとつには、セイレンの持つある種の説得力を帯びた黄金の魔力具(イユンクス)を懸けたとさえ言われている。そして神は装飾のために、ピュトへと最も名高い奉納品を集められた。神託所へと神々の巨像、人間の巨像、さらには馬や牛やその他の動物の巨像を神のもとへ運び込む彫刻術を退けることもなく、台座を携えてやって来たグラウコスも、ポリュグノトスがあの地で描いている陥落するイリオスの城砦も退けられなかった。というのも、神はリュディアの黄金をピュトの装身具と見なしていたわけではなく、思うに、ギリシア人たちが互いの領土を略奪し合うよりもむしろ蛮族の富を欲するようにと、彼らにそれを示すために、ギリシア人のためにあの黄金を導き入れられたのであって、ギリシア的で自らの知恵に相応しい様式を整え、これによってピュトを輝かせたのである。また、神が装飾のために神託を詩の韻律にのせたのだと私は考えている。もし神がこのことを示さなかったなら、このような返答をしていたことだろう。『あれをせよ、またはするな』、『行け、または行くな』、『同盟を結べ、または結ぶな』と。これらは恐らく短く、あるいはそなたたちが言うように、剥き出しのものだからである。しかし神は、堂々とした言葉を語る者として現れ、かつ問いかける者たちにとってより快いものとなるよう、詩作の技術を適合させたのであり、自らが知らぬ何かが存在するとは認めず、それどころか砂を数え上げてその量がどれほどであるかを知っており、海のあらゆる尺度をも把握していると語るのである。それとも、アポロンがこれらを威風堂々と、また正々堂々たる誇りをもって語るからといって、そなたはこれらをも怪異談の類いに数え入れるのか。 テスペシオンよ、この言葉に気を悪くしないでほしいが、篩(ふるい)を身につけた老女たちが羊飼いや、時には牛飼いのもとを訪れ、自分たちの言うところの予言術によって家畜の病を癒やし、自分たちこそ賢女であり、真の予言者たちよりも賢いと自任している。私には、そなたたちもインド人の知恵に対してそのような存在に見える。インド人たちは神聖であり、ピュティア(巫女)の流儀に従って装飾されているが、そなたたちは――これ以上のことは語るまい。慎みある沈黙こそ私にとっても、またインド人たちにとっても愛すべきものであり、私はこれを我が舌の従者であり先導者であるとして歓迎し、自分に可能なことはそれらへの賛美と愛をもって追い求め、自分にとって手の届かないものは非難によって汚すことなくそのままにしておくからである。 そなたは、大地が最も野蛮で最も無法な者たちを、種も蒔かれず耕されもせぬままにもてなすという話をホメロスの『キュクロプス物語』で聞きながら、その言葉を喜んでいる。そして、エドノイ人たちやリュディア人たちがバッコス祭の狂乱に浸るなら、大地が彼らに乳や葡萄酒の泉を与えて飲ませるという話を疑いもしない。それなのに、あらゆる知恵のバッコス信徒たちから、大地から自ずと生じる恵みをそなたは奪い去ろうとするのか。自動で動く三脚器は神々の宴席にさえ通うのであり、アレスは無教養で敵対的であるとはいえ、それらを理由にヘパイストスを公訴したことは未だかつてなく、神々がそのような訴状を耳にしたことも決してない。『ヘパイストスよ、そなたは神々の宴席を装飾し、それに驚異を取り巻かせることで不正を働いている』などと。また黄金の女奴隷たちについても、金を生き生きと動くものにしたからといって、素材を台無しにしていると彼が非難されたこともない。あらゆる技術は装飾を気遣うものであり、技術が存在すること自体が装飾のために見出されたからである。素足でいることも、擦り切れた外套も、頭陀袋を身につけることも装飾の発明である。というのも、そなたたちのように裸でいることも、飾り気がなく質素な姿のように見えるが、装飾のために工夫されたものであり、いわゆる『別の傲慢さ』が決してそれから欠けているわけではないからである。ヘリオス(太陽神)とインド人たちに伝わる祖先の慣習、また神がどのような礼拝を喜ばれるかについては、彼ら自身の法に従わせるがよい。地下の神々は穴や窪んだ大地で行われる儀式を喜ぶであろうが、ヘリオスの乗り物は大気であり、神を相応しく讃歌で称える者たちは大地から身を持ち上げ、神とともに天を巡らねばならない。そしてこのことは誰もが望むことではあるが、成し遂げられるのはインド人たちだけなのである。」

構文注3 件
  1. 6.11ἀλλʼ εἰ μέν τις ὑγιῶς καὶ ὑμᾶς ἔχει σοφία Ἱμεραίου ἀνδρός

    ἔχει の主語は σοφία、目的語は ὑμᾶς であり、「ヒメラの人(詩人ステシコロス)の知恵がそなたたちをも健全に捉えている/支配しているならば」という構文。ὑγιῶς は副詞として動詞 ἔχει に係り、「健全な仕方で、正当に」の意。

  2. 6.11οὐδὲ ἑαυτοὺς ἀπαξιοῦσιν ὧν ἐκεῖνοι πέπανται

    関係代名詞 ὧν は先行詞の省略に伴い、動詞 πέπανται(πάομαι「所有する」の完了中受動相、現在義「所有している」)の目的語から、主節の動詞 ἀπαξιοῦσιν の要求する属格へと牽引(格の同化)されている。構文全体としては「神々自身も、彼ら(インド人)が所有しているものに(自らが与ることを)不相応とはみなさない」の意。

  3. 6.11τὸ ἑτέρῳ φασὶ τύφῳ

    キュニコス派(ディオゲネス)やプラトンに由来する慣用表現「別の慢心/別の虚栄をもって」(τυφοῦσθαι ἑτέρῳ τύφῳ)を踏まえた表現。φασί(「いわゆる、人々が言うように」)が挿入され、見かけ上は質素・無所有を装いながら、それ自体が誇示や虚栄となっている逆説的心理を指す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:6.11#3