← ピロストラトス

テュアナのアポロニオス伝

§6.10#2

テスペシオンによる質素な知恵の称揚と忠告

テスペシオンはデルポイのアポロンの簡素さとプロディコスの「ヘラクレスの選択」を引き合いに出し、インドの魔術的幻惑を斥けて質素な裸行哲学者の道を選ぶようアポロニオスに勧告する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§6.10#2

σκέψαι γὰρ τὸν Ἀπόλλω εἶπε τὸν Δελφικόν, ὃς τὰ μέσα τῆς Ἑλλάδος ἐπὶ προρρήσει λογίων ἔχει· ἐνταῦθα τοίνυν, ὥς που καὶ αὐτὸς γιγνώσκεις, ὁ μὲν τῆς ὀμφῆς δεόμενος ἐρωτᾷ βραχὺ ἐρώτημα, ὁ δὲ Ἀπόλλων οὐδὲν τερατευσάμενος λέγει, ὁπόσα οἶδε. καίτοι ῥᾴδιόν γε ἦν αὐτῷ σεῖσαι μὲν τὸν Παρνασὸν πάντα, τὴν Κασταλίαν δὲ οἰνοχοῆσαι μεταβαλόντι τὰς πηγάς,1 Κηφισῷ δὲ μὴ ξυγχωρῆσαι ποταμῷ εἶναι, ὁ δὲ οὐδὲν τούτων ἐπικομπάσας ἀναφαίνει τἀληθὲς αὐτό. ἡγώμεθα δὲ μηδὲ τὸν χρυσὸν ἢ τὰ δοκοῦντα λαμπρὰ τῶν ἀναθημάτων ἑκόντι αὐτῷ φοιτᾶν, μηδὲ τῷ νεῷ τὸν Ἀπόλλω χαίρειν, εἰ καὶ διπλάσιος ἀποφανθείη τοῦ νῦν ὄντος· ᾤκησε γάρ ποτε καὶ λιτὴν στέγην ὁ θεὸς οὗτος, καὶ καλύβη αὐτῷ ξυνεπλάσθη μικρά, ἐς ἣν ξυμβαλέσθαι λέγονται μέλιτται μὲν κηρόν, πτερὰ δὲ ὄρνιθες. εὐτέλεια γὰρ διδάσκαλος μὲν σοφίας, διδάσκαλος δὲ ἀληθείας, ἣν ἐπαινῶν σοφὸς ἀτεχνῶς δόξεις ἐκλαθόμενος τῶν παρʼ Ἰνδοῖς μύθων. τὸ γὰρ πρᾶττε ἢ μὴ πρᾶττε, ἢ οἶδα ἢ οὐκ οἶδα, ἢ τὸ δεῖνα, ἀλλὰ μὴ τὸ δεῖνα, τί δεῖται κτύπου; τί δὲ τοῦ βροντᾶν, μᾶλλον δὲ τοῦ ἐμβεβροντῆσθαι;2 εἶδες ἐν ζωγραφίας λόγοις καὶ τὸν τοῦ Προδίκου Ἡρακλέα, ὡς ἔφηβος μὲν ὁ Ἡρακλῆς, οὔπω δὲ ἐν αἱρέσει τοῦ βίου, κακία δʼ αὐτὸν καὶ ἀρετὴ διαλαβοῦσαι παρὰ σφᾶς ἄγουσιν, ἡ μὲν χρυσῷ τε κατεσκευασμένη καὶ ὅρμοις ἐσθῆτί τε ἁλιπορφύρῳ καὶ παρειᾶς ἄνθει καὶ χαίτης ἀναπλοκαῖς καὶ γραφαῖς ὀμμάτων, ἔστι δʼ αὐτῇ καὶ χρυσοῦν πέδιλον, γέγραπται γὰρ καὶ τούτῳ ἐνσοβοῦσα, ἡ δʼ αὖ πεπονηκυίᾳ μὲν προσφερής, τραχὺ δὲ ὁρῶσα, τὸν δὲ αὐχμὸν πεποιημένη κόσμημα καὶ ἀνυπόδετος ἡ ἀρετὴ καὶ λιτὴ τὴν ἐσθῆτα, καὶ γυμνὴ δʼ ἂν ἐφαίνετο, εἰ μὴ ἐγίγνωσκε τὸ ἐν θηλείαις εὔσχημον. ἡγοῦ δὴ καὶ σεαυτόν, Ἀπολλώνιε, μέσον τῆς Ἰνδικῆς τε καὶ τῆς ἡμεδαπῆς σοφίας ἑστάναι, καὶ τῆς μὲν ἀκούειν λεγούσης, ὡς ὑποστορέσει σοι ἄνθη καθεύδοντι, καί, νὴ Δίʼ, ὡς ποτιεῖ γάλακτι καὶ ὡς κηρίοις θρέψει, καὶ ὡς νέκταρ σοὶ παρʼ αὐτῆς ἔσται καὶ πτερά, ὁπότε βούλοιο, τρίποδάς τε ἐσκυκλήσει πίνοντι καὶ χρυσοῦς θρόνους, καὶ πονήσεις οὐδέν, ἀλλʼ αὐτόματά σοι βαδιεῖται πάντα, τῆς δέ γε ἑτέρας,3 ὡς χαμευνεῖν μὲν ἐν αὐχμῷ προσήκει, γυμνὸν δέ, ὥσπερ ἡμεῖς, μοχθοῦντα φαίνεσθαι, ὃ δὲ μὴ πονήσαντί σοι ἀφίκετο, μήτε φίλον ἡγεῖσθαι μήτε ἡδύ, μηδὲ ἀλαζόνα εἶναι μηδὲ τύφου θηρατήν, ἀπέχεσθαι δὲ καὶ ὀνειράτων ὄψεις, ὁπόσαι ἀπὸ τῆς γῆς αἴρουσιν. εἰ μὲν δὴ κατὰ τὸν Ἡρακλέα αἱροῖο καὶ δόξῃ ἀδαμαντίνῃ χρῷο μὴ ἀτιμάζων ἀλήθειαν, μηδὲ τὴν κατὰ φύσιν εὐτέλειαν παραιτούμενος πολλοὺς μὲν ᾑρηκέναι φήσεις λέοντας, πολλὰς δὲ ὕδρας ἐκτετμῆσθαί σοι Γηρυόνας τε καὶ Νέσσους καὶ ὁπόσοι ἐκείνου ἆθλοι, εἰ δὲ τὸ τῶν ἀγειρόντων ἀσπάσῃ, κολακεύσεις ὀφθαλμούς τε καὶ ὦτα καὶ οὔτε σοφώτερος ἑτέρου δόξεις γενήσῃ τε ἆθλος4 ἀνδρὸς Αἰγυπτίου Γυμνοῦ.

「デルポイのアポロンを見るがよい」と彼は言った、「神託を告げるためにギリシアの中央を占めているかの神を。さてそこでは、そなた自身もおそらく知っているように、神の声を求める者は簡潔な問いを尋ね、アポロンは何の奇跡めいたことも弄さずに、知っている限りのことを告げる。とはいえ彼にとっては、パルナッソス山全体を揺るがすことも、湧き水を変化させてカスタリアの泉から葡萄酒を注ぎ出させることも、ケイピソス川が川であることを許さぬようにすることも容易であったのだ。しかし彼はそれらを誇示することなく、真理そのものを明らかにする。また我々は、黄金や奉納物のうち輝かしく見える品々が、彼が望んで彼のもとへと集まるのでもなく、神殿がたとえ現在のものの二倍として現れたとしても、アポロンがそれを喜ぶわけではないと考えよう。というのも、かつてこの神は質素な屋根の下にも住まい、彼のために小さな小屋が作られ、そこには蜜蜂が蝋を、鳥が羽を持ち寄ったと言われているからだ。なぜなら質素こそが知恵の教師であり、真理の教師であって、インド人たちの神話を忘れて質素を賛美するならば、そなたは真に賢者と見なされるであろう。『なせ』あるいは『なすな』、『知っている』あるいは『知らない』、『これであって、あれではない』という言葉のどこに騒音が要るというのか。雷鳴をとどろかせること、いやむしろ雷に打たれて正気を失うことが、どうして必要だというのか。そなたは絵画を論じた書物の中で、プロディコスのヘラクレスのことも目にしたはずだ。ヘラクレスがまだ若者であり、いまだ人生の選択に至っていないとき、悪徳と徳が彼を両側から引き止めて自らのもとへ連れ去ろうとした。一方は黄金や首飾り、深紅の衣、頬の紅潮、編み上げられた髪、化粧した両眼で身を飾り立て、黄金の履物を履いており――絵画には彼女がそれを履いて気取って歩く姿が描かれているからだ――、他方は労苦を重ねた者の姿に似て、険しい眼差しをし、垢じみた汚れを装飾とし、裸足で、質素な衣をまとっていた。それが徳であり、女性の慎みを弁えていなければ裸体に見えたほどであった。アポロニオスよ、そなた自身もインドの知恵と我々の知恵の中間に立っていると考えるがよい。そして一方が、眠るそなたのために花々を敷き詰め、ゼウスにかけて誓うが、乳を飲ませ、蜜蜂の巣で養い、望むときにはいつでも神酒や翼が彼女から授けられ、酒を飲むそなたのために三脚台や黄金の玉座を回転させて現出させ、そなたは何の苦労もせず、あらゆるものがひとりでに歩み寄ると語るのを聞き、もう一方が、垢にまみれて地べたに寝るのがふさわしく、我々のように裸で労苦に耐える姿を見せるべきであり、苦労もせずに手に入ったものは親しいものとも心地よいものとも見なしてはならず、大言壮語する者や虚栄を追う者となってはならず、大地から〔そなたを〕持ち上げる限りの夢の幻影をも退けよと語るのを聞くがよい。もしそなたがヘラクレスのように選び、真理を軽んじることなく、自然にかなった質素さを退けずに堅固な信念を用いるならば、数多くのライオンを仕留め、多くのヒュドラやゲリュオンやネッソス、そして彼のあらゆる功業がそなたによって切り伏せられたと語るであろう。しかし、もし喜捨を集める乞食僧どもの術を喜んで迎え入れるならば、そなたは人々の目と耳に媚びを売ることになり、他の者より知恵があるようには見えず、ただエジプトの裸行哲学者一人の掌中の獲物となるだけであろう」

構文注4 件
  1. 6.10μεταβαλόντι τὰς πηγάς

    分詞 μεταβαλόντι は、非人称構文 ῥᾴδιον ἦν αὐτῷ の与格代名詞 αὐτῷ(アポロンを指す)に格一致している。不定詞(οἰνοχοῆσαι)の意味上の主語として対格を取らず、主文の与格に一致させる構文(dativo cum infinitivo)である。

  2. 6.10τοῦ ἐμβεβροντῆσθαι

    動詞 ἐμβροντάω(本来は「雷に打たれる」、転じて「呆然自失する、狂気に陥る」)の完了受動相不定詞に定冠詞属格が付いたもの。直前の τοῦ βροντᾶν(能動・「雷を落とすこと」)と頭文字・語幹を重ねた修辞的対比(パロノマシア)を形成している。

  3. 6.10τῆς μὲν ἀκούειν λεγούσης ... τῆς δέ γε ἑτέρας

    動詞 ἀκούειν が属格補語(知恵の擬人化)を取る構文。前半は τῆς μὲν... λεγούσης が ὡς 以下の間接話法節を従え、後半の τῆς δέ γε ἑτέρας も同様に λεγούσης を補って読む並列構造をなしている。

  4. 6.10γενήσῃ τε ἆθλος

    名詞 ἆθλος(男性名詞:「競技、苦闘」)は、ここでは中性名詞 ἆθλον(「競技の賞品、戦利品、獲物」)の換喩的・転用的な用法として用いられている。直前のヘラクレスの功業(ἆθλοι)との語用論的対比を含み、「苦難を制覇する側」から「裸行哲学者の獲物となる側」への転落を暗示している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:6.10#2