- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:5.37-5.38
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
エウプラテスがアポロニオスを非難しようとするも皇帝に遮られ、自らの欲深さを暴露して失脚する一方、ディオは弟子への恩赦のみを求め、アポロニオスは皇帝の同行の誘いと莫大な贈り物を辞退してエチオピアへの旅路を選ぶ。
ὁ δὲ Εὐφράτης τοῖς μὲν δεδογμένοις ξυγχωρῶ, ἔφη τί γὰρ ἂν πλέον μεταδιδάσκων πράττοιμι; φιλοσοφίαν δέ, ὦ βασιλεῦ, τουτὶ γὰρ λοιπὸν προσειρήσει, τὴν μὲν κατὰ φύσιν ἐπαίνει καὶ ἀσπάζου, τὴν δὲ θεοκλυτεῖν φάσκουσαν παραιτοῦ, καταψευδόμενοι γὰρ τοῦ θείου πολλὰ καὶ ἀνόητα ἡμᾶς ἐπαίρουσιν. ταυτὶ μὲν πρὸς τὸν Ἀπολλώνιον αὐτῷ ἐλέγετο, ὁ δὲ οὐδὲν ἐπιστραφεὶς ἀπῄει μετὰ τῶν ἑαυτοῦ γνωρίμων, διανύσας τὴν σπουδήν· βουλομένου δὲ τοῦ Εὐφράτου θρασύτερόν τι περὶ αὐτοῦ λέγειν, ξυνῆκεν ὁ βασιλεὺς καὶ διακρουόμενος αὐτὸν ἐσκαλεῖτε ἔφη τοὺς δεομένους τῆς ἀρχῆς καὶ ἀπολαβέτω ἡ βουλὴ τὸ ἑαυτῆς σχῆμα. οὕτω μὲν δὴ ὁ Εὐφράτης ἔλαθε διαβαλὼν ἑαυτόν,1 καὶ γὰρ βάσκανός τε τῷ βασιλεῖ καὶ ὑβριστὴς ἔδοξε, καὶ τοὺς λόγους τοὺς ὑπὲρ τῆς δημοκρατίας οὐχ ὡς ἐγίγνωσκεν, εἰρηκώς,2 ἀλλʼ ἐς ἀντιλογίαν τοῦ Ἀπολλωνίου δι’ ἃ περὶ τῆς ἀρχῆς ἐκείνῳ ἐδόκει· οὐ μὴν ἀπερρίπτει αὐτόν, οὐδὲ ἐπεδήλου τι ὀργῆς πρὸς ταῦτα. καὶ τὸν Δίωνα οὐκ ἐπῄνει μὲν ξυναράμενον αὐτῷ τῆς γνώμης, οὐ μὴν ἐπαύσατο ἀγαπῶν· ἐπίχαρίς τε γὰρ τὰς διαλέξεις ἐδόκει καὶ τὰς ἔριδας παρῃτεῖτο, ὥραν τε ἐπέφαινε τοῖς λόγοις, οἵα τοῦ πρὸς τοῖς ἱεροῖς ἀτμοῦ ἐκπνεῖ, προσῆν δὲ αὐτῷ καὶ τὸ ἀποσχεδιάζειν ἄριστα ἀνθρώπων. τὸν δὲ Ἀπολλώνιον ὁ βασιλεὺς οὐκ ἠγάπα μόνον, ἀλλὰ καὶ ὑπέκειτο αὐτῷ διιόντι μὲν τὰ ἀρχαῖα, διηγουμένῳ δὲ τὸν Ἰνδὸν Φραώτην ποταμούς τε ἀναγράφοντι καὶ θηρία, ὑφʼ ὧν ἡ Ἰνδικὴ οἰκεῖται, προλέγοντι δὲ καὶ ὁπόσα οἱ θεοὶ περὶ τῆς ἀρχῆς ἔφαινον. ἐξελαύνων δὲ τῆς Αἰγύπτου ξυνῳκισμένης τε καὶ νεαζούσης κοινωνὸν μὲν τῆς ὁδοῦ τὸν Ἀπολλώνιον ἐποιεῖτο, τῷ δὲ οὐκ ἐδόκει ταῦτα·3 Αἴγυπτόν τε γάρ, ὁπόση ἐστίν, οὔπω ἑωρακέναι τοῖς τε Γυμνοῖς οὔπω ἀφῖχθαι ἐς λόγον μάλα ἐσπουδακὼς σοφίᾳ Ἰνδικῇ ἀντικρῖναι Αἰγυπτίαν. οὐδὲ Νείλου ἔφη ἔπιον, ὅθεν ἄρχεται. ξυνεὶς οὖν ὁ βασιλεύς, ὅτι ἐπʼ Αἰθιοπίαν στέλλεται ἡμῶν δὲ ἔφη οὐ μεμνήσῃ; νὴ Δίʼ, εἶπεν ἢν βασιλεὺς ἀγαθὸς μένῃς καὶ σεαυτοῦ μνημονεύῃς. μετὰ ταῦτα θύσας ὁ βασιλεὺς ἐν τῷ ἱερῷ δωρεὰς ἐπήγγειλεν αὐτῷ δημοσίᾳ. ὁ δὲ ὥσπερ αἰτήσων τίνας δέ, εἶπεν ὦ βασιλεῦ, δωρεὰς δώσεις; δέκα ἔφη νῦν, ἀφικομένῳ δὲ ἐς τὴν Ῥώμην τἀμὰ πάντα. καὶ ὁ Ἀπολλώνιος οὐκοῦν ἔφη φείδεσθαί με χρὴ τῶν σῶν ὡς ἐμῶν καὶ μὴ σπαθᾶν αὐτὰ νῦν ἀποκεισόμενά μοι ἀθρόα· ἀλλʼ ἐπιμελήθητι τούτων, ὦ βασιλεῦ μᾶλλον, ἐοίκασι γὰρ δεομένοις. ἐδείκνυε δὲ ἄρα τοὺς περὶ τὸν Εὐφράτην. ὁ μὲν δὴ βασιλεὺς ἐκέλευσεν αἰτεῖν θαρροῦντας, ἐρυθριάσας δὲ ὁ Δίων διάλλαξόν με, βασιλεῦ, εἶπε πρὸς Ἀπολλώνιον τὸν διδάσκαλον ὑπὲρ ὧν ἀντιλέγειν αὐτῷ ἔδοξα μήπω πρότερον ἀντειπὼν τῷ ἀνδρί. ἐπαινέσας οὖν ὁ βασιλεὺς χθὲς ἔφη τοῦτο ἐγὼ ᾔτησα καὶ ὑπάρχει· ἀλλʼ αἴτει ὑπὲρ δωρεᾶς. καὶ ὁ Δίων Λασθένης ἔφη ἐστὶ μὲν ἐξ Ἀπαμείας τῆς ἐν τῷ Βιθυνῶν ἔθνει, ξυμφιλοσοφῶν δέ μοι χλαμύδος ἠράσθη καὶ στρατιώτου βίου· τοῦτον, ἐπειδὴ τρίβωνος πάλιν ἐρᾶν φησιν, ἄνες τῆς στρατείας, δεῖται δὲ αὐτὸς ταῦτα. χαριεῖ δὲ ἐμοὶ μὲν ἀποφῆναι αὐτὸν ἄνδρα ἀγαθόν, ἐκείνῳ δὲ ζῆν, ὡς βούλεται.4 ἀνείσθω, ἔφη δίδωμι δὲ αὐτῷ καὶ τὰ τῶν ἐστρατευμένων, ἐπειδὴ σοφίας ἐρᾷ καὶ σοῦ. καὶ μετὰ τοῦτον ἐς τὸν Εὐφράτην ἐπεστράφη, τῷ δὲ ἐπιστολὴ ξυνετέτακτο περὶ ὧν ᾔτει. τὴν μὲν δὴ ἐπιστολὴν ὤρεγεν, ὡς ἀναγνωσομένῳ καθʼ ἑαυτόν, βουληθεὶς δὲ ὁ βασιλεὺς παραδοῦναί τινα κατʼ αὐτοῦ λόγον ἀνέγνω δημοσίᾳ πᾶσιν· αἰτῶν δὲ ἐφαίνετο τὰ μὲν ἑαυτῷ, τὰ δὲ ἑτέροις, καὶ τῶν δωρεῶν αἱ μὲν χρήματα ἦσαν, αἱ δὲ ὑπὲρ χρημάτων. γελάσας οὖν ὁ Ἀπολλώνιος εἶτα ὑπὲρ δημοκρατίας ἔφη ξυνεβούλευες τοσαῦτα μέλλων αἰτήσειν βασιλέα;
するとエウプラテスが言った。 「決まったことには同意しましょう。これ以上説得を試みたところで、何が得られましょうか。しかし王よ――今後はこう呼ばれることになるでしょうから――自然に従う哲学は賞賛して受け入れ、神と交わると称する哲学は退けてください。神的なものについて偽りを語る者たちは、多くの愚かな妄想で我々を煽り立てるからです」これらはアポロニオスに向けて語られたのだが、彼は意に介さず、真剣な務めを果たして、自らの弟子たちとともに立ち去った。エウプラテスが彼についてさらに大胆なことを言おうとしたとき、王はそれを察して彼を遮り、「支配権の恩恵を請う者たちを呼び入れよ。そして元老院に本来の姿を取り戻させよ」と言った。 こうしてエウプラテスは知らず知らずのうちに自らの評判を落とした。王には彼が嫉妬深く傲慢であるように見え、民主政を擁護する論説も自らの信念からではなく、アポロニオスが支配権について抱いていた見解に対抗するために語ったのだと思われたからである。もっとも、王は彼を退けたわけではなく、このことについて怒りを表すこともしなかった。またディオに対しては、彼がエウプラテスの意見に与したことを賞賛しはしなかったものの、寵愛することをやめなかった。ディオは対話において愛想が良いように思われ、争いを避け、その言葉には神殿の香気から立ち上るような気品が漂っており、そのうえ誰よりも見事に即興で弁じる才を備えていたからである。一方、王はアポロニオスをただ愛しただけでなく、彼が古の事柄を語り、インドの王プラオテスについて詳説し、川やインドの地に住む野獣を数え上げ、さらには神々が統治に関して明かした預言を告げる時には、すっかりその意に従っていた。そして再建され清新となったエジプトから出発するにあたり、王はアポロニオスを行旅の同行者としようとしたが、彼にはその気がなかった。エジプトの全土をまだ見ておらず、インドの知恵とエジプトの知恵を比べることを切望していながら、裸身行者たちともまだ対話を交わしていなかったからである。 「私はナイル川の、流れが始まる源泉の水をまだ飲んでおりません」と彼は言った。 王は彼がエチオピアへ向かおうとしていることを悟り、「だが、私のことを覚えていてはくれぬのか」と言った。 「むろん、ゼウスにかけて」とアポロニオスは答えた。 「あなたが善き王であり続け、ご自身を忘れないでいるならば」この後、王は神殿で生贄を捧げ、公の場で彼に贈り物を与えることを約束した。すると彼はまるで何かを願うかのように言った。 「王よ、どのような贈り物をくださるのですか」「今は十の品を、そして〔そなたが〕ローマに到着した折には私の全財産を与えよう」と王は言った。 するとアポロニオスが言った。 「それでは、私はあなたの財産を自分のもののように大切にし、一まとめにして私に残されるはずのものを今蕩尽してしまわないようにしなければなりません。むしろ王よ、この者たちの世話をしてやってください。彼らは困窮しているように見えますから」そして彼はエウプラテスの一派を指し示した。そこで王は恐れずに願い出るように命じると、ディオは顔を赤らめて言った。 「王よ、私と師アポロニオスとの間を仲直りさせてください。私はこの方にかつて異論を唱えたことがなかったのに、反論したように思われてしまったことについてです」王はこれを賞賛して言った。 「昨日そのことは私が願い、すでに叶えられている。さあ、贈り物のことを願い出よ」するとディオが言った。 「ビテュニアの民の地にあるアパメイアの出身で、ラステネスという者がおります。彼は私と共に哲学を学んでいたのですが、軍服と兵士の生活に憧れてしまいました。彼が再び粗衣を望んでいると言っておりますので、兵役から解いてやってください。彼自身もこれを求めているのです。私には彼を善き人物にすることを、彼には望み通りに生きることを、恩恵として与えてくださることになります」「解役を認めよう」と王は言った。 「彼が知恵とそなたを思慕しているゆえ、兵役を務め上げた者に与えられる特権も彼に与えよう」そして王は彼の次に、エウプラテスへと向き直ったが、エウプラテスには自分が請い求める事柄について書き連ねた手紙が用意されていた。彼は王が自分一人で読むことを想定してその手紙を差し出したが、王は彼に対する非難の種を与えようとして、全員の前で公に読み上げた。彼はあるものは自分自身のために、あるものは他人のために請い求めており、贈り物の中には金銭そのものもあれば、金銭のためのものもあった。そこでアポロニオスは笑って言った。 「それでは、王からこれほど多くのものを請い求めるつもりでいながら、民主政のために助言していたというのか」
- 5.37ἔλαθε διαβαλὼν ἑαυτόν
λανθάνω +分詞(διαβαλών)の慣用構文。「気づかずに/知らず知らずのうちに自身を傷つけた(評判を落とした)」の意。エウプラテス自身は皇帝に阿諛追従あるいは策動しているつもりであったが、結果として自らの不純な動機を暴露してしまったことを表す。
- 5.37εἰρηκώς
文法的には主格男性単数完了分詞であるが、直前の主語 Εὐφράτης に対する追補的・原因的分詞として機能している(「〜と語ったものとして[思われた]」)。ἔδοξε(非人称または「思われた」)の統語関係において、ἔδοξε に続く形容詞(βάσκανος, ὑβριστής)と同列に、彼が民主政擁護の弁論を行った動機(信念からではなく対抗意識から)を説明する叙述として置かれている。
- 5.37τῷ δὲ οὐκ ἐδόκει ταῦτα
非人称構文 δοκεῖ τινι(〜の気に召す、〜が良いと思われる)の未完了過去形。τῷ は指示代名詞(=アポロニオス)で与格。「しかし彼(アポロニオス)にはこれら(同行すること)が良しとは思われなかった」。続く理由文頭の不定詞 ἑωρακέναι, ἀφῖχθαι は、間接話法的に彼の判断の理由を構成している。
- 5.38χαριεῖ δὲ ἐμοὶ μὲν ἀποφῆναι αὐτὸν ἄνδρα ἀγαθόν, ἐκείνῳ δὲ ζῆν, ὡς βούλεται
χαριεῖ は χαρίζομαι のアッティカ方言未来2人称単数(=χαριῇ / χαρίσῃ)。与格(ἐμοί, ἐκείνῳ)と不定詞(ἀποφῆναι, ζῆν)を取り、「私に対しては彼を善き人にすることを、彼に対しては望むように生きることを恩恵として与えることになるでしょう」という構文。
