← ピロストラトス

テュアナのアポロニオス伝

§5.28-5.29

ウェスパシアヌスによる即位の支持要請と助言の懇願

ウェスパシアヌスはアレクサンドリアの神殿でアポロニオスと対面して即位への支持を求め、アポロニオスは彼こそ求めるべき統治者であると認める。王宮に場所を移すと、ウェスパシアヌスはこれまでの自身の節度ある生涯とウィテッリウス打倒に立ち上がった理由を語り、神意を窺う助言者となってほしいとアポロニオスに願う。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§5.28

θύσας γὰρ καὶ οὔπω χρηματίσας κατʼ ἀξίαν ταῖς πόλεσι προσεῖπε τὸν Ἀπολλώνιον καὶ ὥσπερ εὐχόμενος αὐτῷ ποίησόν με ἔφη βασιλέα. ὁ δὲ ἐποίησα, εἶπεν ἤδη γὰρ εὐξάμενος βασιλέα δίκαιόν τε καὶ γενναῖον καὶ σώφρονα καὶ πολιᾷ κεκοσμημένον καὶ πατέρα παίδων γνησίων, σὲ δήπου παρὰ τῶν θεῶν ᾔτουν ἐγώ. ὑπερησθεὶς δὲ τούτοις ὁ βασιλεύς, καὶ γὰρ ἐβόησε τὸ ἐν τῷ ἱερῷ πλῆθος ξυντιθέμενοι τῷ λόγῳ, τί σοι ἔφη Νέρωνος ἀρχὴ ἐφαίνετο; καὶ ὁ Ἀπολλώνιος Νέρων εἶπε κιθάραν μὲν ἴσως ᾔδει ἁρμόττεσθαι, τὴν δὲ ἀρχὴν ᾔσχυνεν ἀνέσει καὶ ἐπιτάσει.1 ξύμμετρον οὖν ἔφη κελεύεις εἶναι τὸν ἄρχοντα; οὐκ ἐγώ, εἶπε θεὸς δὲ τὴν ἰσότητα μεσότητα ὁρισάμενος. ἀγαθοὶ δὲ τούτων ξύμβουλοι καὶ οἵδε οἱ ἄνδρες τὸν Δίωνα δείξας καὶ τὸν Εὐφράτην μήπω αὐτῷ ἐς διαφορὰν ἥκοντα. τότε δὴ ἀνασχὼν ὁ βασιλεὺς τὰς χεῖρας ὦ Ζεῦ ἔφη σοφῶν μὲν ἐγὼ ἄρχοιμι, σοφοὶ δὲ ἐμοῦ. καὶ ἐπιστρέψας ἑαυτὸν ἐς τοὺς Αἰγυπτίους ἀρύσασθε, εἶπεν ὡς Νείλου καὶ ἐμοῦ. ἡ μὲν δὴ Αἴγυπτος ὧδε ἀνέσχεν ἀπειρηκότες ἤδη διʼ ἃ ἐπιέζοντο.2 κατιὼν δὲ τοῦ ἱεροῦ ξυνῆψε τῷ Ἀπολλωνίῳ τὴν χεῖρα καὶ παραγαγὼν αὐτὸν ἐς τὰ βασίλεια, ἴσως ἔφη μειρακιώδης ἐνίοις δοκῶ βασιλείας ἁπτόμενος περὶ ἔτος ἑξηκοστὸν τοῦ βίου· δώσω οὖν ἀπολογίαν, ὡς ἀπολογοῖο ὑπὲρ ἐμοῦ τοῖς ἄλλοις· ἐγὼ γὰρ πλούτου μὲν ἡττηθεὶς οὐδὲ ἐν μειρακίῳ ποτὲ οἶδα, τὰς δὲ ἀρχάς τε καὶ λαμπρότητας, ὁπόσαι τῇ Ῥωμαίων ἀρχῇ προσήκουσιν, οὕτω σωφρόνως καὶ μετρίως διεθέμην, ὡς μήτε ὑπέρφρων μήτʼ αὖ κατεπτηχὼς δόξαι, νεώτερα δὲ οὐδʼ ἐπὶ Νέρωνα ἐνεθυμήθην, ἀλλʼ ἐπειδὴ τὴν ἀρχήν, εἰ καὶ μὴ κατὰ νόμους, παρʼ ἀνδρὸς γοῦν αὐτοκράτορος παραλαβὼν εἶχεν, ὑφιέμην αὐτῷ διὰ τὸν Κλαύδιον, ὃς ὕπατόν τε ἀπέδειξέ με καὶ ξύμβουλον τῶν ἑαυτοῦ· καὶ νὴ τὴν Ἀθηνᾶν, ὁπότε Νέρωνα ἴδοιμι ἀσχημονοῦντα, δάκρυά μοι ἐξέπιπτεν ἐνθυμουμένῳ τὸν Κλαύδιον, ὑφʼ οἵου καθάρματος τὸ μέγιστον τῶν ἑαυτοῦ ἐκληρονομήθη. ὁρῶν δὲ μηδʼ ὁπότε Νέρων ἐκποδὼν γέγονεν ἐπὶ τὸ λῷον μεθιστάμενα τὰ τῶν ἀνθρώπων, ἀλλʼ οὕτως ἀτίμως τὴν ἀρχὴν πράττουσαν, ὡς ἐπὶ Βιτελίῳ κεῖσθαι, θαρρῶν ἤδη ἐπʼ αὐτὴν εἶμι, πρῶτον μέν, ἐπειδὴ βούλομαι τοῖς ἀνθρώποις παρασχεῖν ἐμαυτὸν πολλοῦ ἄξιον, εἶτα, ἐπειδὴ πρὸς ἄνθρωπον ὁ ἀγὼν ἔσται κραιπαλῶντα· Βιτέλιος γὰρ μύρῳ μὲν λοῦται πλεῖον ἢ ἐγὼ ὕδατι, δοκεῖ δέ μοι καὶ ξίφει πληγεὶς μύρον ἐκδώσειν μᾶλλον ἢ αἷμα, οἴνῳ δὲ οἶνον ξυνάπτων μαίνεται, καὶ κυβεύει μὲν δεδιὼς μή τι αὐτὸν οἱ πεττοὶ σφήλωσιν, ὑπὲρ δὲ ἀρχῆς ἀναρριπτεῖ παίζων, ἑταίραις δὲ ὑποκείμενος ἐπιθόρνυται ταῖς γεγαμημέναις ἡδίω φάσκων τὰ μετὰ κινδύνων ἐρωτικά. ἐῶ τὰ ἀσελγέστερα, ὡς μὴ τοιαῦτα ἐπὶ σοῦ λέγοιμι· μὴ δὴ περιίδοιμι Ῥωμαίους ὑπὸ τοιούτου ἀρχθέντας, ἀλλʼ ἡγεμόνας ποιούμενος τοὺς θεοὺς ἀνὴρ γιγνοίμην ἐμαυτῷ ὅμοιος· ὅθεν ἐκ σοῦ, Ἀπολλώνιε, πεῖσμα ἐγὼ βάλλομαι,3 φασὶ γὰρ πλεῖστά σε τῶν θεῶν αἰσθάνεσθαι, καὶ ξύμβουλον ποιοῦμαί σε φροντίδων, ἐφʼ αἷς ἐστι γῆ καὶ θάλαττα, ἵνʼ εἰ μὲν εὐμενῆ τὰ παρὰ τῶν θεῶν φαίνοιτο, πράττοιμι ταῦτα, εἰ δὲ ἐναντία καὶ μὴ πρὸς ἐμοῦ μηδὲ Ῥωμαίων, μὴ ἐνοχλοίην τοὺς θεοὺς ἄκοντας.

というのも、彼は犠牲を捧げ、諸都市に対してまだ相応の公務を行わないうちにアポロニオスに声をかけ、あたかも彼に祈願するかのように言ったからである。 「私を皇帝にしてください」すると彼は答えた。 「私はすでにそうしました。というのも、正義に厚く高潔で節度があり、白髪の気品を帯び、正嫡の男子の父親である皇帝を神々に祈り求めていたとき、私が求めていたのはまさにあなただったからです」皇帝はこれらの言葉を大いに喜んだ。神殿の中の群衆もその言葉に同意して歓声を上げたからである。皇帝は言った。 「ネロの統治をあなたはどう思われましたか」アポロニオスは言った。 「ネロはおそらくキタラーの調弦は心得ていたのでしょうが、統治を弛緩と過度の緊張によって汚辱にまみれさせました」「では、統治者はほどよく釣り合っているべきだと命じるのですか」と皇帝は言った。 「私ではなく」と彼は言った、「均等を中庸と定めた神が命じるのです。そして、ここにいる男たちもまた、これらについての良き助言者です」彼はディオンと、まだ彼と不和になっていなかったエウプラテスを指差した。そのとき皇帝は両手を掲げて言った。 「おおゼウスよ、私が賢者たちを統治し、賢者たちが私を導きますように」そしてエジプト人たちの方へ向き直って言った。 「ナイルからと同様に、私からも汲み取るがよい」こうしてエジプトは、強いられていた苦難のゆえにすでに疲れ果てていたが、息を吹き返した。神殿から降りてくると、皇帝はアポロニオスと手を取り合い、彼を王宮へと招き入れて言った。 「おそらく私は、人生の六十歳頃になって王位に手を伸ばし、ある人々には子供じみていると思われているかもしれません。それゆえ、あなたが他の人々に私のために弁明できるよう、私は弁明を述べておきましょう。私は少年の頃でさえ富に屈服した覚えはなく、ローマ人の支配に属するあらゆる官職や名誉をきわめて慎み深く分をわきまえて扱ったため、傲慢とも卑屈とも思われませんでした。ネロに対しても謀反などを企てることはなく、彼が法に基づかないにせよ、ともかく一人の皇帝から支配権を受け継いで保持していたので、私を執政官および自らの顧問に任命してくれたクラウディウスに免じて彼に服従していました。アテナにかけて、ネロが見苦しい振る舞いをするのを見るたび、クラウディウスがこれほどのごくつぶしに自らの最も偉大な財産を継承されてしまったことを思って、私の目からは涙がこぼれ落ちたものです。しかし、ネロが排除された後も人間の境遇が良き方へと向かわず、支配権がウィテッリウスの手中に委ねられるほど不名誉な事態に陥っているのを見て、今や私は自信をもってそれ〔支配権〕を目指して進もうとしています。第一に、私は自らを人々のために大いに価値ある者として捧げたいと願っているからであり、第二に、その戦いが泥酔した人間に対するものとなるからです。ウィテッリウスは私が水で体を洗う以上に香油を浴びており、剣で打たれても血ではなく香油を流すのではないかと私には思えるほどです。彼は酒に酒を重ねて狂気に陥り、賽ころの駒が自分をつまずかせはしないかと恐れながら博打を打つ一方で、支配権をめぐっては遊ぶように賭けています。また娼婦たちに身を任せながらも、危険を伴う情事の方が快いと言って人妻たちに跳びかかっています。より放埓な行状については、あなたの前でそのようなことを口にしないよう言わずにおきましょう。このような者によってローマ人が統治されるのを、私は決して見過ごすわけにはいきません。神々を導き手として、私自身に恥じない男でありたいのです。それゆえアポロニオスよ、私はあなたに頼みの綱をつなぐのです。人々はあなたが神々のお心を誰よりも察知すると申しておりますし、大地と海が懸かっているこの配慮において、あなたを相談役としたいのです。もし神々からのお告げが好意的ならばこれを断行し、もし不利で私にとってもローマ人にとっても芳しくないならば、気が進まない神々を煩わせないようにするために」

構文注3 件
  1. 5.28ἀνέσει καὶ ἐπιτάσει

    弦楽器の弦を緩めること(ἄνεσις)と締め上げること(ἐπίτασις)を指す音楽用語を統治の比喩として用いている。直前の κιθάραν ἁρμόττεσθαι(キタラーの調弦)を受けたもので、国家統治における放縦・弛緩と過度な抑圧・苛政の双方に陥って中庸を失ったことを表す。

  2. 5.29ἡ μὲν δὴ Αἴγυπτος ὧδε ἀνέσχεν ἀπειρηκότες ἤδη διʼ ἃ ἐπιέζοντο

    主語である女性単数名詞 ἡ Αἴγυπτος(エジプト)に対し、分詞 ἀπειρηκότες が男性複数主格となっているのは、国名からそこに暮らす住民たちを想定した意味上の構文一致(constructio ad sensum)である。

  3. 5.29ἐκ σοῦ, Ἀπολλώνιε, πεῖσμα ἐγὼ βάλλομαι

    πεῖσμα は船を繋ぎ止めるための「係留索・錨綱」を意味し、βάλλεσθαι は「綱を下ろす・投げる」意。前置詞句 ἐκ σοῦ と結びついて「あなたから錨綱を下ろす」、すなわち船が安全な係留所に綱を結ぶように「あなたを頼みの綱・拠り所とする」という航海術の比喩表現である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:5.28-5.29