- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:5.15-5.17
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
アポロニオスはヘルメスが知恵を配分した際にイソップに寓話の技を授けたという伝承を語った後、本題に戻り、エトナ山の噴火を神話的な巨人やヘパイストスではなく瀝青・硫黄・風による自然現象として説明し、敬虔な生活の大切さを説いて話を結ぶ。
ἐμὲ δέ, ὦ Μένιππε, καὶ μῦθον περὶ τῆς Αἰσώπου σοφίας ἐδιδάξατο ἡ μήτηρ κομιδῇ νήπιον, ὡς εἴη μέν ποτε ποιμὴν ὁ Αἴσωπος,1 νέμοι δὲ πρὸς ἱερῷ Ἑρμοῦ, σοφίας δὲ ἐρῴη καὶ εὔχοιτο αὐτῷ ὑπὲρ τούτου, πολλοὶ δὲ καὶ ἕτεροι ταὐτὸν αἰτοῦντες ἐπιφοιτῷεν τῷ Ἑρμῇ ὁ μὲν χρυσόν, ὁ δʼ ἄργυρον, ὁ δὲ κηρύκειον ἐλεφάντινον, ὁ δὲ τῶν οὕτω τι λαμπρῶν ἀνάπτων, ὁ δʼ Αἴσωπος ἔχοι μὲν οὕτως, ὡς μηδὲν τῶν τοιούτων ἔχειν, φείδοιτο δὲ καὶ ὧν εἶχε, γάλακτος δὲ αὐτῷ σπένδοι, ὅσον ὄις ἀμελχθεῖσα ἐδίδου καὶ κηρίον ἐπὶ τὸν βωμὸν φέροι, ὅσον τὴν χεῖρα ἐμπλῆσαι, ἑστιᾶν δʼ αὐτὸν καὶ μύρτοις ᾤετο καὶ παραθεὶς ἂν τῶν ῥόδων ἢ τῶν ἴων κομιδῇ ὀλίγα. τί γὰρ δεῖ, ὦ Ἑρμῆ, ἔλεγε στεφάνους πλέκειν καὶ ἀμελεῖν τῶν προβάτων; ὡς δὲ ἀφίκοντο ἐς ῥητὴν ἡμέραν ἐπὶ τὴν τῆς σοφίας διανομήν, ὁ μὲν Ἑρμῆς ἅτε λόγιος καὶ κερδῷος σὺ μὲν ἔφη φιλοσοφίαν ἔχε, τῷ πλεῖστα δήπουθεν ἀναθέντι σὺ δὲ ἐς ῥητόρων ἤθη χώρει, τῷ δεύτερά που χαρισαμένῳ, σοὶ δὲ ἀστρονομεῖν χώρα, σοὶ δὲ εἶναι μουσικῷ, σοὶ δὲ ἡρῴου ποιητῇ μέτρου, σοὶ δὲ ἰαμβείου. ἐπεὶ δὲ καίτοι λογιώτατος ὢν κατανάλωσεν ἄκων ἅπαντα τὰ τῆς φιλοσοφίας μέρη καὶ ἔλαθεν ἑαυτὸν ἐκπεσὼν τοῦ Αἰσώπου,2 ἐνθυμεῖται τὰς Ὥρας, ὑφʼ ὧν αὐτὸς ἐν κορυφαῖς τοῦ Ὀλύμπου ἐτράφη, ὡς ἐν σπαργάνοις ποτὲ αὐτῷ ὄντι μῦθον διελθοῦσαι περὶ τῆς βοός, ὃν διελέχθη τῷ ἀνθρώπῳ ἡ βοῦς ὑπὲρ ἑαυτῆς τε καὶ τῆς γῆς, ἐς ἔρωτα αὐτὸν τῶν τοῦ Ἀπόλλωνος βοῶν κατέστησαν, καὶ δίδωσιν ἐντεῦθεν τὴν μυθολογίαν τῷ Αἰσώπῳ, λοιπὴν ἐν σοφίας οἴκῳ οὖσαν ἔχε, εἰπὼν ἃ πρῶτα ἔμαθον. αἱ μὲν δὴ πολλαὶ μορφαὶ τῆς τέχνης ἐνθένδε ἀφίκοντο τῷ Αἰσώπῳ, καὶ τοιόνδε ἀπέβη τὸ τῆς μυθολογίας πρᾶγμα. ἴσως δʼ ἀνόητον ἔπαθον·
「しかしメニッポスよ、私の母は、私がまだほんの幼子だった頃に、イソップの知恵にまつわる次のような神話をも教えてくれたのだ。かつてイソップは羊飼いであり、ヘルメスの神域のそばで羊を放牧していたが、知恵を熱望してそれを得られるようヘルメスに祈っていたという。また他の多くの者たちも同じものを求めてヘルメスのもとに通い詰め、ある者は黄金を、ある者は白銀を、ある者は象牙の伝令杖を、またある者はそうした華麗な品々を奉納していた。しかしイソップはそうしたものを一切持たないほどの境遇であり、わずかに持っているものすら倹約していた。彼がヘルメスに注いで捧げた乳は、羊一頭を搾って得られる量にすぎず、祭壇に運んだ蜂の巣も片手を満たすほどであり、さらにギンバイカの実でもてなすことができると考え、また薔薇や菫をほんのわずかばかり供えたのだった。『ヘルメス様、花冠を編んで羊の群れをおろそかにすることに何の益がありましょうか』と彼は言っていたという。 そして知恵の分配のために定められた日を迎えると、ヘルメスは雄弁と利得を司る神であるだけに、『そなたは哲学を得よ』と、最も多くの奉納をした者に告げた。『そなたは弁論家たちの群れへと進め』と、二番目に多くの贈り物をした者に告げた。『そなたには天文学を修める余地があり、そなたには音楽家となる余地があり、そなたには英雄詩の韻律の詩人となる余地があり、そなたにはイアンボスの詩人となる余地がある』。しかしヘルメスはきわめて弁舌巧みな神であったにもかかわらず、うっかり哲学の諸部門をすべて配り尽くしてしまい、自分でも気づかぬうちにイソップを見落としてしまっていた。そのときヘルメスは、かつてオリンポスの峰で自分を育ててくれた季節の女神ホーラーたちを思い出した。まだ産着にくるまれていた彼に、女神たちが雌牛にまつわる神話――雌牛が自分自身と大地のために人間に対して語った物語――を聞かせ、そのために彼がアポロンの牛たちへの恋情を抱くに至ったということを思い起こしたのである。そこでヘルメスは、知恵の館に残されていた神話作りの技をイソップに与え、『私が最初に学んだものを取れ』と言った。こうしてこの技術の多様な姿がイソップのもとに届き、神話作りという事柄はこのようにして成立したのである。だが私はおそらく分別のないことをしてしまったのかもしれない。
ἐπιστρέψαι γὰρ ὑμᾶς διανοηθεὶς ἐς λόγους φυσικωτέρους τε καὶ ἀληθεστέρους ὧν οἱ πολλοὶ περὶ τῆς Αἴτνης ᾅδουσιν, αὐτὸς ἐς ἔπαινον μύθων ἀπηνέχθην, οὐ μὴν ἄχαρις ἡ ἐκβολὴ τοῦ λόγου γέγονεν· ὁ γὰρ μῦθος, ὃν παραιτούμεθα, οὐ τῶν Αἰσώπου λόγων ἐστίν, ἀλλὰ τῶν δραματικωτέρων καὶ ὧν οἱ ποιηταὶ θρυλοῦσιν· ἐκεῖνοι μὲν γὰρ Τυφῶ τινα ἢ Ἐγκέλαδον δεδέσθαι φασὶν ὑπὸ τῷ ὄρει καὶ δυσθανατοῦντα ἀσθμαίνειν τὸ πῦρ τοῦτο, ἐγὼ δὲ γίγαντας μὲν γεγονέναι φημὶ καὶ πολλαχοῦ τῆς γῆς ἀναδείκνυσθαι τοιαυτὶ σώματα ῥαγέντων τῶν τάφων, οὐ μὴν ἐς ἀγῶνα ἐλθεῖν τοῖς θεοῖς, ἀλλʼ ὑβρίσαι μὲν τάχα ἐς τοὺς νεὼς αὐτῶν καὶ τὰ ἕδη, οὐρανῷ δὲ ἐπιπηδῆσαι καὶ μὴ ξυγχωρεῖν τοῖς θεοῖς ἐπʼ αὐτοῦ εἶναι μανία μὲν λέγειν, μανία δὲ οἴεσθαι. καὶ μηδὲ ἐκεῖνος ὁ λόγος καίτοι δοκῶν εὐφημότερος εἶναι τιμάσθω, ὡς Ἡφαίστῳ μέλει τοῦ χαλκεύειν ἐν τῇ Αἴτνῃ, καὶ κτυπεῖταί τις ἐνταῦθα ὑπʼ αὐτοῦ ἄκμων, πολλὰ γὰρ καὶ ἄλλα ὄρη πολλαχοῦ τῆς γῆς ἔμπυρα καὶ οὐκ ἂν φθάνοιμεν ἐπιφημίζοντες αὐτοῖς γίγαντας καὶ Ἡφαίστους.3
というのも、世の多くの人々がエトナ山について歌っているものよりも、より自然学に基づき、より真実にかなった議論へとあなた方の関心を向けようと意図していたのに、私自身が神話への賞賛へと逸れてしまったからだ。もっとも、議論のこの脱線は無駄ではなかった。私たちが退けようとしている神話は、イソップの物語に属するものではなく、詩人たちが言い触らしている、より劇的なものに属するからだ。詩人たちは、テュフォンあるいはエンケラドスなる者が山の地下に縛られており、苦悶の死を遂げつつこの火を喘ぎ出していると主張する。しかし私は、巨人たちが実在し、墓が裂けたときにその種の遺体が地上の多くの場所で露わになることは認めるものの、彼らが神々と戦うに至ったとは決して認めない。彼らが神々の神殿や神座に対して暴挙に及んだということはあり得るとしても、天に飛びかかり、神々がそこに留まることを許さなかったなどということは、口にするのも狂気であり、心に思うのも狂気である。また、ヘパイストスがエトナ山で鍛冶を行うことに関心を抱き、そこで彼によって金床が叩かれているという説も、より敬虔に思われるとはいえ尊ばれるべきではない。地上のいたるところに火を孕んだ山は他にも多く存在しており、それらすべてに巨人やヘパイストスを名指ししていては切りがないからである。
τίς οὖν ἡ τῶν τοιῶνδε ὀρῶν αἰτία; γῆ κρᾶσιν ἀσφάλτου καὶ θείου παρεχομένη τύφεται μὲν καὶ παρʼ ἑαυτῆς φύσει, πῦρ δʼ οὔπω ἐκδίδωσιν, εἰ δὲ σηραγγώδης τύχοι καὶ ὑποδράμοι αὐτὴν πνεῦμα, φρυκτὸν ἤδη αἴρει. πλεονεκτήσασα δὲ ἡ φλόξ, ὥσπερ τὸ ὕδωρ, ἀπορρεῖ τῶν ὀρῶν καὶ ἐς τὰ πεδία ἐκχεῖται χωρεῖ τε ἐπὶ θάλατταν πῦρ ἀθρόον ἐκβολὰς ποιούμενον, οἷαι τῶν ποταμῶν εἰσι. χῶρος δʼ Εὐσεβῶν, περὶ οὓς τὸ πῦρ ἐρρύη, λεγέσθω μὲν κἀνταῦθά τις, ἡγώμεθα δὲ τοῖς ὅσια πράττουσι γῆν μὲν πᾶσαν ἀσφαλῆ χῶρον εἶναι, θάλατταν δʼ εὔπορον οὐ πλέουσι μόνον, ἀλλὰ καὶ νεῖν πειρωμένοις. ἀεὶ γὰρ τοὺς λόγους ἀνέπαυεν ἐς τὰ χρηστὰ τῶν παραγγελμάτων.
では、このような山々の原因は何であろうか。瀝青と硫黄の混合物を提供する大地は、それ自体の性質によっても自然と燻るものだが、まだ火を噴き出すには至らない。しかし、もし大地が空洞に富んでいて、そこに風が潜り込むようなことがあれば、たちまち烽火のように火を燃え上がらせる。そして勢いを増した炎は、水と同じように山々から流れ下って平原へと溢れ出し、ひとまとまりの火となって、川にあるような河口を作りながら海へと押し寄せるのである。その火が彼らの周りを流れたという、ある『敬虔なる者たちの場所』がここでも語られるに任せようが、私たちは、敬虔な行いをする者たちにとってはあらゆる大地が安全な場所であり、海もまた単に航行する者のみならず、泳ごうと試みる者にとっても容易に渡れるものであると考えようではないか。」 彼は常に、有益な訓戒へと自らの議論を着地させていたのである。
- 5.15ἐμὲ δέ, ὦ Μένιππε, καὶ μῦθον περὶ τῆς Αἰσώπου σοφίας ἐδιδάξατο ἡ μήτηρ κομιδῇ νήπιον, ὡς εἴη μέν ποτε ποιμὴν ὁ Αἴσωπος
動詞 ἐδιδάξατο(中動態、ここでは「教えた」)は二重対格(ἐμέ「私に」と μῦθον「神話を」)を取り、κομιδῇ νήπιον は ἐμέ の述語的同格(「私がほんの幼子であったときに」)として機能している。続く ὡς は μῦθον の内容を導く接続詞で、過去の伝聞内容を表すため一連の希求法(εἴη, νέμοι, ἐρῴη など、いわゆる間接話法の斜格希求法)を支配している。
- 5.15ἔλαθεν ἑαυτὸν ἐκπεσὼν τοῦ Αἰσώπου
λανθάνω + 再帰代名詞対格(ἑαυτόν)+ 分詞(ἐκπεσών)の構文で、「自分自身でも気づかずに〜した」という意味を表す。ἐκπίπτω + 属格(τοῦ Αἰσώπου)は「〜から脱落する、〜を見落とす、除外する」の意。
- 5.16οὐκ ἂν φθάνοιμεν ἐπιφημίζοντες αὐτοῖς γίγαντας καὶ Ἡφαίστους
否定辞 οὐκ + 潜在の ἄν + 希求法 φθάνοιμεν + 分詞 ἐπιφημίζοντες の慣用表現。「〜しても追いつかないだろう、いくら〜してもしきれないだろう」を意味する(逐語的には「〜することにおいて先んじることはできない」)。世界中に火山が多すぎるため、それぞれに神話的名前を割り振ることは不可能であるという文脈。
