← ピロストラトス

テュアナのアポロニオス伝

§4.38

残る八人の弟子への演説とローマ行きの決意

アポロニオスは残った八人の弟子たちに語りかけ、専制君主を野獣になぞらえて恐怖を克服し神々の加護のもと哲学のために死をも恐れず進むよう説き、弟子たちは結束を固めてローマ行きを決意する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4.38

ξυναγαγὼν οὖν τοὺς περιλειφθέντας, ὧν καὶ Μένιππος ἦν ὁ ξυναλλάξας τῇ ἐμπούσῃ καὶ Διοσκορίδης ὁ Αἰγύπτιος καὶ Δάμις οὐ λοιδορήσομαι ἔφη τοῖς ἀπολελοιπόσιν ἡμᾶς, ἀλλʼ ὑμᾶς ἐπαινέσομαι μᾶλλον, ὅτι ἄνδρες ἐστὲ ἐμοὶ ὅμοιοι, οὐδʼ, εἴ τις Νέρωνα δείσας ἀπῆλθε, δειλὸν ἡγήσομαι τοῦτον, ἀλλʼ εἴ τις τοῦ δέους τούτου κρείττων γίγνεται, φιλόσοφος ὑπʼ ἐμοῦ προσειρήσεται, καὶ διδάξομαι αὐτόν, ὁπόσα οἶδα. δοκεῖ δή μοι πρῶτον μὲν εὔξασθαι τοῖς θεοῖς, διʼ οὓς ταῦτα ἐπὶ νοῦν ἦλθεν ὑμῖν τε κἀκείνοις, ἔπειθʼ ἡγεμόνας αὐτοὺς ποιεῖσθαι, θεῶν γὰρ χωρὶς οὐδʼ ἐν ἄλλῳ ἐσμέν. παριτητέα1 ἐς πόλιν, ἣ τοσούτων τῆς οἰκουμένης μερῶν ἄρχει· πῶς οὖν ἂν παρέλθοι τις, εἰ μὴ ἐκεῖνοι ἡγοῖντο; καὶ ταῦτα τυραννίδος ἐν αὐτῇ καθεστηκυίας2 οὕτω χαλεπῆς, ὡς μὴ ἐξεῖναι σοφοῖς εἶναι. ἀνόητόν τε μηδενὶ δοκείτω τὸ θαρσεῖν ὁδόν, ἣν πολλοὶ τῶν φιλοσόφων φεύγουσιν, ἐγὼ γὰρ πρῶτον μὲν οὐδὲν ἂν ἡγοῦμαι φοβερὸν οὕτω γενέσθαι τῶν κατʼ ἀνθρώπους, ὡς ἐκπλαγῆναί ποτε ὑπʼ αὐτοῦ τὸν σοφόν, εἶτʼ οὐδʼ ἂν προθείην ἀνδρείας μελέτας, ἐὰν μὴ μετὰ κινδύνων γίγνοιντο. καὶ ἄλλως ἐπελθὼν γῆν, ὅσην οὔπω τις ἀνθρώπων, θηρία μὲν Ἀράβιά τε καὶ Ἰνδικὰ πάμπολλα εἶδον, τὸ δὲ θηρίον τοῦτο, ὃ καλοῦσιν οἱ πολλοὶ τύραννον, οὔτε ὁπόσαι κεφαλαὶ αὐτῷ, οἶδα, οὔτε εἰ γαμψώνυχόν τε καὶ καρχαρόδουν ἐστί. καίτοι πολιτικὸν μὲν εἶναι τὸ θηρίον τοῦτο λέγεται καὶ τὰ μέσα τῶν πόλεων οἰκεῖν, τοσούτῳ δὲ ἀγριώτερον διάκειται τῶν ὀρεινῶν τε καὶ ὑλαίων, ὅσῳ λέοντες μὲν καὶ παρδάλεις ἐνίοτε κολακευόμενοι ἡμεροῦνται καὶ μεταβάλλουσι τοῦ ἤθους, τουτὶ δὲ ὑπὸ τῶν καταψηχόντων ἐπαιρόμενον ἀγριώτερον αὑτοῦ γίγνεται3 καὶ λαφύσσει πάντα. περὶ μέν γε θηρίων οὐκ ἂν εἴποις, ὅτι τὰς μητέρας ποτὲ τὰς αὑτῶν ἐδαίσαντο, Νέρων δὲ ἐμπεφόρηται τῆς βορᾶς ταύτης. εἰ δὲ καὶ ταῦτα γέγονεν ἐπʼ Ὀρέστῃ καὶ Ἀλκμαίωνι, ἀλλʼ ἐκείνοις σχῆμα τοῦ ἔργου πατέρες ἦσαν ὁ μὲν ἀποθανὼν ὑπὸ τῆς ἑαυτοῦ γυναικός, ὁ δὲ ὅρμου πραθείς,4 οὑτοσὶ δὲ καὶ ἐσποιηθεὶς ὑπὸ τῆς μητρὸς γέροντι βασιλεῖ καὶ κληρονομήσας τὸ ἄρχειν ναυαγίῳ τὴν μητέρα ἀπέκτεινε πλοῖον ἐπʼ αὐτῇ ξυνθείς, ὑφʼ οὗ ἀπώλετο πρὸς τῇ γῇ. εἰ δὲ ἐκ τούτων φοβερόν τις ἡγεῖται Νέρωνα καὶ διὰ τοῦτο ἀποπηδᾷ φιλοσοφίας οὐκ ἀσφαλὲς αὑτῷ νομίζων τὸ ἀπὸ θυμοῦ τι αὐτῷ πράττειν, ἴστω τὸ μὲν φοβερὸν ἐκείνοις ὑπάρχον, ὅσοι περ ἂν σωφροσύνης τε καὶ σοφίας ἅπτωνται, τούτοις γὰρ καὶ τὰ παρὰ τῶν θεῶν εὖ ἔχει, τὰ δὲ τῶν ὑβριζόντων ὕθλον ἡγείσθω, καθὰ καὶ τὰ τῶν μεμεθυσμένων, καὶ γὰρ δὴ κἀκείνους γε ἠλιθίους μὲν ἡγούμεθα, φοβεροὺς δὲ οὔ. ἴωμεν οὖν ἐς τὴν Ῥώμην, εἴγε ἐρρώμεθα, πρὸς γὰρ τὰ Νέρωνος κηρύγματα, διʼ ὧν ἐξείργει φιλοσοφίαν, ἔστιν ἡμῖν τὸ τοῦ Σοφοκλέους ʽλέγεινʼ· "οὐ γάρ τί μοι Ζεὺς ἦν ὁ κηρύξας τάδε, "οὐδὲ Μοῦσαι καὶ Ἀπόλλων λόγιος. εἰκὸς δὲ καὶ αὐτὸν Νέρωνα γιγνώσκειν τὰ ἰαμβεῖα ταῦτα, τραγῳδίᾳ, ὥς φασι, χαίροντα. ἐνταῦθά τις τὸ Ὁμήρου ἐνθυμηθείς, ὡς, ἐπειδὰν ὁ λόγος ἁρμόσῃ πολεμικοὺς ἄνδρας, μία μὲν κόρυς γίγνονται, μία δὲ ἀσπίς, εὑρεῖν ἄν μοι δοκεῖ αὐτὸ τοῦτο καὶ περὶ τούσδε τοὺς ἄνδρας γενόμενον· ὑπὸ γὰρ τῶν τοῦ Ἀπολλωνίου λόγων ξυγκροτηθέντες ἀποθνήσκειν τε ὑπὲρ φιλοσοφίας ἔρρωντο καὶ βελτίους τῶν ἀποδράντων φαίνεσθαι.

そこで残された者たち――その中にはエンプーサと関わりを持ったメニッポスや、エジプト人のディオスコリデス、そしてダミスもいた――を集めると、「私は非難はしない」と彼は言った。 「私たちを見捨てて去った者たちを責めはせず、むしろお前たちを称えよう、お前たちが私に似た男たちであるからだ。また、ネロを恐れて立ち去った者がいるとしても、その者を臆病者と見なすことはしないが、この恐れに打ち克つ者がいるならば、その者は私によって哲学者と呼ばれ、その者に私が知る限りのことを教え授けよう。そこでまず神々に祈るのがよいと思う、神々によってこそ、このような心構えがお前たちにも、また去った者たちにも心に生じたのだから。そして神々を道案内とすることだ、神々の導きなしには私たちは他においても何者でもないのだから。この地上においてこれほど多くの地域を支配する都市へと足を踏み入れねばならない。ならば、あの神々が先導してくださらないとしたら、誰が通り抜けられようか。しかもその地には、知者であることが許されないほどに過酷な僭主支配が確立しているのだから。多くの哲学者たちが避けて通る道を勇敢に進むことを、誰も無分別だと思ってはならない。なぜなら私は第一に、人間の世界に起こることの中で、知者がいつか恐れおののくほど恐ろしいものなど何一つ生じ得ないと考えているし、第二に、危険を伴わぬならば勇気の鍛錬を提示することなどしないからだ。それにまた、これまで人間のだれ一人訪れたことのないほどの土地を踏破して、アラビアやインドの野獣をあまた見てきたが、多くの者が僭主と呼ぶこの獣については、頭がいくつあるのかも知らぬし、曲がった鉤爪や鋭い鋸歯を持っているのかどうかも知らぬ。とはいえ、この獣は人里に馴染み、都市の真ん中に棲まうと言われながらも、山や森の野獣たちよりもはるかに狂暴な性質を持っている。なぜならライオンや豹は撫でてやれば時に手懐けられ、その習性を改めもするが、この獣は撫でてくれる者たちによって煽り立てられて自分本来の姿よりもいっそう獰猛となり、すべてを貪り食うからだ。野獣についてすら、自分の母を食い尽くしたなどとは決して言えまいが、ネロはこの食い物に満ち足りている。たとえオレステスやアルクマイオンの場合にもそうしたことが起きたとしても、彼らにとっては、一方は妻の手で殺され、他方は首飾りで売り飛ばされた父たちの存在がその行いの口実であった。だがこの男は、母によって老王の養子とされ、支配権を受け継いでおきながら、母を害すべく船を組み立てて難破によって母を殺したのであり、その船によって母は陸地の近くで命を落としたのだ。もしこれらのことからネロを恐ろしいと見なし、彼に逆らって何かを行うのは己にとって安全ではないと考えて哲学から飛び退く者がいるなら、その者は知るがよい、真に恐るべき威厳が存するのは、思慮分別と知恵を身につけている者たちにこそあるのだと。彼らにとっては神々からの配慮も申し分ないのだから。そして驕り昂ぶる者たちの振る舞いは、泥酔した者たちのそれと同様、くだらぬ戯言と見なすがよい。なぜなら私たちは酔っ払いたちを愚か者とは見なしても、恐ろしい者とは見なさないからだ。さあ、私たちが気丈であるなら、ローマへ進もうではないか。哲学を締め出そうとするネロの布告に対しては、私たちにはソポクレスのあの詩句を口にする道があるのだから。 『なぜなら、私にこれらを布告したのはゼウスではなかったからだ』 詩神たちや、言葉を司るアポロンでもなかったのだ。そしてネロ自身も、悲劇を好んでいると人々に言われている以上、これらの短長格の詩句を知っているに違いない」ここで、ある人がホメロスの言葉――言論が戦う男たちの心を一つに結び合わせるとき、彼らは一つの兜、一つの盾となる、という言葉――を思い起こすなら、まさにこのことがこの男たちの上にも生じたと見いだすだろうと私には思われる。なぜならアポロニオスの言葉によって結束を固めた彼らは、哲学のために死をも厭わぬ気概を奮い立たせ、逃げ去った者たちよりも優れていると自らを示そうとしたからである。

構文注4 件
  1. 4.38παριτητέα

    動形容詞 παριτητέος の中性複数形が非人称構文として用いられ、義務・必然(「入らねばならない」)を表す。παριτητέον(中性単数)と同義。

  2. 4.38καὶ ταῦτα τυραννίδος ἐν αὐτῇ καθεστηκυίας

    καὶ ταῦτα に属格独立構文(τυραννίδος... καθεστηκυίας)が後続し、「しかも…であるのに/とりわけ…である状況で」という付加的・譲歩的状況を示す。

  3. 4.38ἀγριώτερον αὑτοῦ γίγνεται

    比較級 ἀγριώτερον に再帰代名詞の属格 αὑτοῦ が結びつき、「本来の自身よりもいっそう獰猛になる(かつてないほど狂暴になる)」という度合いの増大を表す慣用構文。

  4. 4.38ὁ δὲ ὅρμου πραθείς

    ὅρμου は受動分詞 πραθείς に伴う「価格の属格」。「もう一方は首飾り(の代償)のために売り飛ばされた」の意で、アルクマイオンの父アムピアラオスが妻エリピューレーによって首飾りと引き換えに死地に送られた故事を指す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:4.38