- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:1.1-1.2
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
著者はピュタゴラスやエンペドクレスらの哲学的系譜を振り返った後、彼らと同様の道を歩みながらも魔術師との交わりや予知能力のゆえに不当にも魔術師と中傷されているテュアナのアポロニオスを弁護し、その真実の姿を諸資料に基づき正確に記述するという執筆の意図を表明する。
οἱ τὸν Σάμιον Πυθαγόραν ἐπαινοῦντες τάδε ἐπʼ αὐτῷ φασιν· ὡς Ἴων μὲν οὔπω εἴη, γένοιτο δὲ ἐν Τροίᾳ ποτὲ Εὔφορβος, ἀναβιοίη τε ἀποθανών, ἀποθάνοι δέ, ὡς ᾠδαὶ Ὁμήρου, ἐσθῆτά τε τὴν ἀπὸ θνησειδίων παραιτοῖτο καὶ καθαρεύοι βρώσεως, ὁπόση ἐμψύχων, καὶ θυσίας· μὴ γὰρ αἱμάττειν τοὺς βωμούς,1 ἀλλὰ ἡ μελιττοῦτα καὶ ὁ λιβανωτὸς καὶ τὸ ἐφυμνῆσαι, φοιτᾶν ταῦτα τοῖς θεοῖς παρὰ τοῦ ἀνδρὸς τούτου, γιγνώσκειν τε, ὡς ἀσπάζοιντο τὰ τοιαῦτα οἱ θεοὶ μᾶλλον ἢ τὰς ἑκατόμβας καὶ τὴν μάχαιραν ἐπὶ τοῦ κανοῦ· ξυνεῖναι γὰρ δὴ τοῖς θεοῖς καὶ μανθάνειν παρʼ αὐτῶν, ὅπη τοῖς ἀνθρώποις χαίρουσι καὶ ὅπη ἄχθονται, περί τε φύσεως ἐκεῖθεν λέγειν· τοὺς μὲν γὰρ ἄλλους τεκμαίρεσθαι τοῦ θείου καὶ δόξας ἀνομοίους ἀλλήλαις περὶ αὐτοῦ δοξάζειν, ἑαυτῷ δὲ τόν τε Ἀπόλλω ἥκειν ὁμολογοῦντα, ὡς αὐτὸς εἴη, ξυνεῖναι δὲ καὶ μὴ ὁμολογοῦντας τὴν Ἀθηνᾶν καὶ τὰς Μούσας καὶ θεοὺς ἑτέρους, ὧν τὰ εἴδη καὶ τὰ ὀνόματα οὔπω τοὺς ἀνθρώπους γιγνώσκειν. καὶ ὅ τι ἀποφήναιτο ὁ Πυθαγόρας, νόμον τοῦτο οἱ ὁμιληταὶ ἡγοῦντο καὶ ἐτίμων αὐτὸν ὡς ἐκ Διὸς ἥκοντα, καὶ ἡ σιωπὴ δὲ ὑπὲρ τοῦ θείου σφίσιν ἐπήσκητο· πολλὰ γὰρ θεῖά τε καὶ ἀπόρρητα ἤκουον, ὧν κρατεῖν χαλεπὸν ἦν μὴ πρῶτον μαθοῦσιν, ὅτι καὶ τὸ σιωπᾶν λόγος. καὶ μὴν καὶ τὸν Ἀκραγαντῖνον Ἐμπεδοκλέα βαδίσαι φασὶ τὴν σοφίαν ταύτην. τὸ γὰρ "χαίρετʼ, ἐγὼ δʼ ὔμμιν θεὸς ἄμβροτος, οὐκέτι θνητός "καὶ "ἤδη γάρ ποτʼ ἐγὼ γενόμην κόρη τε κόρος τε "καὶ ὁ ἐν Ὀλυμπίᾳ βοῦς, ὃν λέγεται πέμμα ποιησάμενος θῦσαι, τὰ Πυθαγόρου ἐπαινοῦντος εἴη ἄν. καὶ πλείω ἕτερα περὶ τῶν τὸν Πυθαγόρου τρόπον φιλοσοφησάντων ἱστοροῦσιν, ὧν οὐ προσήκει με νῦν ἅπτεσθαι σπεύδοντα ἐπὶ τὸν λόγον, ὃν ἀποτελέσαι προὐθέμην·
サモス人ピュタゴラスを称賛する者たちは、彼について次のように述べている。すなわち、まだイオニア人ではなく、かつてトロイアにおいてエウフォルボスとして生まれ、死んだのちに再び蘇り、ホメロスの歌にあるように死んだこと、また死骸に由来する衣服を避け、生あるものからなるすべての食物と供犠から身を清めていたこと、というのも祭壇を血で汚すことはなく、蜂蜜菓子や乳香や賛歌を捧げること、これらがこの男から神々のもとへ通い、神々は百牛の供犠や籠の上の刃物よりもそのようなものを喜んで受け入れることを知っていたからである。神々と親しく交わり、彼らから神々がどのような点で人間に喜び、どのような点で不快に思うかを学び、そこから自然について論じたのである。他の者たちは神的なものを推測し、それについて互いに相容れない思惑を抱くが、彼自身のもとにはアポロンが自らそうであると認めて現れ、また認めて名乗りはしないものの、アテナやムーサたち、また人々がまだその姿も名も知らない他の神々も親しく交わったという。そしてピュタゴラスが示したことは何であれ、門人たちはこれを掟とみなし、ゼウスのもとから来た者として彼を尊び、また神的なことのために沈黙を守ることが彼らに課されていた。というのも、彼らは多くの神的で口外してはならない事柄を聞いており、沈黙することもまた言葉であるということをまず学ばなかった者たちには、それらを胸に留めておくことが困難だったからである。さらに、アクラガス人エンペドクレスもこの知恵の道を歩んだと言われる。なぜなら、「喜べ、われは汝らにとって不死の神であり、もはや死すべき者ではない」や、「かつてわれは少女ともなり、少年ともなった」という言葉、そしてオリュンピアにおいて、菓子で作って捧げたと伝えられる牛は、ピュタゴラスの立場を称賛する者のそれであろう。そして、ピュタゴラスの流儀に従って哲学した者たちについては、他にもより多くのことが伝えられているが、私が完成させようと企図した論述へと急ぐにあたり、それらに今触れることは適切ではない。
ἀδελφὰ γὰρ τούτοις ἐπιτηδεύσαντα Ἀπολλώνιον καὶ θειότερον ἢ ὁ Πυθαγόρας τῇ σοφίᾳ προσελθόντα τυραννίδων τε ὑπεράραντα καὶ γενόμενον κατὰ χρόνους οὔτʼ ἀρχαίους οὔτʼ αὖ νέους οὔπω οἱ ἄνθρωποι γιγνώσκουσιν ἀπὸ τῆς ἀληθινῆς σοφίας,2 ἣν φιλοσόφως τε καὶ ὑγιῶς ἐπήσκησεν, ἀλλʼ ὁ μὲν τό, ὁ δὲ τὸ ἐπαινεῖ τοῦ ἀνδρός, οἱ δέ, ἐπειδὴ μάγοις Βαβυλωνίων καὶ Ἰνδῶν Βραχμᾶσι καὶ τοῖς ἐν Αἰγύπτῳ Γυμνοῖς συνεγένετο, μάγον ἡγοῦνται αὐτὸν καὶ διαβάλλουσιν ὡς βιαίως σοφόν, κακῶς γιγνώσκοντες· Ἐμπεδοκλῆς τε γὰρ καὶ Πυθαγόρας αὐτὸς καὶ Δημόκριτος ὁμιλήσαντες μάγοις καὶ πολλὰ δαιμόνια εἰπόντες οὔπω ὑπήχθησαν τῇ τέχνῃ, Πλάτων τε βαδίσας ἐς Αἴγυπτον καὶ πολλὰ τῶν ἐκεῖ προφητῶν τε καὶ ἱερέων ἐγκαταμίξας τοῖς ἑαυτοῦ λόγοις καὶ καθάπερ ζωγράφος ἐσκιαγραφημένοις ἐπιβαλὼν χρώματα οὔπω μαγεύειν ἔδοξε καίτοι πλεῖστα ἀνθρώπων φθονηθεὶς ἐπὶ σοφίᾳ. οὐδὲ γὰρ τὸ προαισθέσθαι πολλὰ καὶ προγνῶναι διαβάλλοι ἂν τὸν Ἀπολλώνιον ἐς τὴν σοφίαν ταύτην, ἢ διαβεβλήσεταί γε καὶ Σωκράτης ἐφʼ οἷς παρὰ τοῦ δαιμονίου προεγίγνωσκε καὶ Ἀναξαγόρας ἐφʼ οἷς προὔλεγε· καίτοι τίς οὐκ οἶδε τὸν Ἀναξαγόραν Ὀλυμπίασι μέν, ὁπότε ἥκιστα ὗε, παρελθόντα ὑπὸ κωδίῳ ἐς τὸ στάδιον ἐπὶ προρρήσει ὄμβρου οἰκίαν τε, ὡς πεσεῖται, προειπόντα μὴ ψεύσασθαι, πεσεῖν γάρ, νύκτα τε ὡς ἐξ ἡμέρας ἔσται καὶ ὡς λίθοι περὶ Αἰγὸς ποταμοὺς τοῦ οὐρανοῦ ἐκδοθήσονται, προαναφωνήσαντα ἀληθεῦσαι;3 καὶ σοφίᾳ ταῦτα τοῦ Ἀναξαγόρου προστιθέντες ἀφαιροῦνται τὸν Ἀπολλώνιον τὸ κατὰ σοφίαν προγιγνώσκειν4 καί φασιν, ὡς μάγῳ τέχνῃ ταῦτʼ ἔπραττεν. δοκεῖ οὖν μοι μὴ περιιδεῖν τὴν τῶν πολλῶν ἄγνοιαν, ἀλλʼ ἐξακριβῶσαι τὸν ἄνδρα τοῖς τε χρόνοις, καθʼ οὓς εἶπέ τι ἢ ἔπραξε, τοῖς τε τῆς σοφίας τρόποις, ὑφʼ ὧν ἔψαυσε τοῦ δαιμόνιός τε καὶ θεῖος νομισθῆναι. ξυνείλεκται δέ μοι τὰ μὲν ἐκ πόλεων, ὁπόσαι αὐτοῦ ἤρων, τὰ δὲ ἐξ ἱερῶν, ὁπόσα ὑπʼ αὐτοῦ ἐπανήχθη παραλελυμένα τοὺς θεσμοὺς ἤδη, τὰ δὲ ἐξ ὧν εἶπον ἕτεροι περὶ αὐτοῦ, τὰ δὲ ἐκ τῶν ἐκείνου ἐπιστολῶν. ἐπέστελλε δὲ βασιλεῦσι σοφισταῖς φιλοσόφοις Ἠλείοις Δελφοῖς Ἰνδοῖς Αἰγυπτίοις ὑπὲρ θεῶν ὑπὲρ ἐθῶν ὑπὲρ ἠθῶν ὑπὲρ νόμων, παρʼ οἷς ὅ τι ἁμαρτάνοιτο, ἐπηνώρθου. τὰ δὲ ἀκριβέστερα ὧδε συνελεξάμην·
実に、これらと同等のことを実践し、ピュタゴラスよりもさらに神的に知恵へと近づき、僭主たちの権力を超越し、遠い昔でもなくかといって最近でもない時代に生きたアポロニオスを、人々は彼が哲学的かつ健全に修めた真実の知恵に照らして正しく認識しておらず、ある者はこの男のこの点を、別の者はあの点を称賛し、またある者たちは、彼がバビロニアの魔術師たち、インドのバラモンたち、エジプトの裸行者たちと交わったことから、彼を魔術師とみなし、誤った認識から、力ずくで知恵ある者であると中傷している。というのも、エンペドクレスやピュタゴラス自身、そしてデモクリトスも魔術師たちと交わり、多くの神的な事柄を語りながらも、その術に屈服したことはなく、またプラトンもエジプトへ赴き、現地の預言者や神官たちの教えの多くを自らの言論に混ぜ合わせ、画工が下絵に絵の具を施すようにしたものの、知恵のゆえに人間の中で誰よりも嫉妬されながらも、魔術を行っているとは思われなかったからである。多くのことを事前に察知し予知したからといって、アポロニオスをこの術へと中傷することはできない。さもなければ、ソクラテスもダイモニオンから事前に知ったことによって、アナクサゴラスも予言したことによって中傷されることになってしまう。実に、アナクサゴラスがオリュンピアにおいて、雨が全く降っていなかった時に、雨の予告のために革衣を着て競技場に現れたことや、ある家屋が倒壊すると予言して偽りではなかったこと(実際に倒壊したからである)、昼から夜が生じること(日食)や、アイゴスポタモイのあたりで天から石が降ることを前もって告げて真実を語ったことを、誰が知らないだろうか。そして人々は、これらのことをアナクサゴラスの知恵に帰しながら、アポロニオスからは知恵に基づいた予知を奪い、彼が魔術の技によってこれらを行っていたと主張するのである。それゆえ私には、大衆の無知を見過ごすことなく、彼が何かを語りあるいは行った時代と、彼を霊的かつ神的とみなされるに至らしめたその知恵の流儀の双方において、この男の実像を精密に明らかにすることが適切と思われる。私の手元には、あるものは彼を慕った都市から、あるものはすでに掟が廃れていたのを彼によって回復された聖域から、あるものは他者が彼について語った事柄から、あるものは彼自身の書簡から集められている。彼は王たち、ソフィストたち、哲学者たち、エリス人、デルポイ人、インド人、エジプト人に向けて、神々について、慣習について、品性について、法律について書簡を送り、彼らの間で何であれ誤られていることがあれば正したのである。そして、より正確な事柄を私は次のように集めた。
- 1.1ὡς Ἴων μὲν οὔπω εἴη, γένοιτο δὲ ἐν Τροίᾳ ποτὲ Εὔφορβος, ἀναβιοίη τε ἀποθανών, ἀποθάνοι δέ, ὡς ᾠδαὶ Ὁμήρου, ἐσθῆτά τε τὴν ἀπὸ θνησειδίων παραιτοῖτο καὶ καθαρεύοι βρώσεως, ὁπόση ἐμψύχων, καὶ θυσίας· μὴ γὰρ αἱμάττειν τοὺς βωμούς
間接話法を導く接続詞 ὡς に後続して、従属節の動詞群(εἴη, γένοιτο, ἀναβιοίη, ἀποθάνοι, παραιτοῖτο, καθαρεύοι)が過去の伝承を述べる現在時制の主動詞 φασιν に応じる斜格希求法(optativus obliquus)を取っている。続く理由節 μὴ γὰρ αἱμάττειν... からは、間接話法が不定詞構文(αἱμάττειν, φοιτᾶν, γιγνώσκειν)へと構文転換(variatio)している。
- 1.2ἀδελφὰ γὰρ τούτοις ἐπιτηδεύσαντα Ἀπολλώνιον καὶ θειότερον ἢ ὁ Πυθαγόρας τῇ σοφίᾳ προσελθόντα τυραννίδων τε ὑπεράραντα καὶ γενόμενον κατὰ χρόνους οὔτʼ ἀρχαίους οὔτʼ αὖ νέους οὔπω οἱ ἄνθρωποι γιγνώσκουσιν ἀπὸ τῆς ἀληθινῆς σοφίας
文の主幹構造は οὔπω οἱ ἄνθρωποι γιγνώσκουσιν Ἀπολλώνιον(「人々はアポロニオスをまだ認識していない」)であり、対格形 Ἀπολλώνιον を4つの分詞句(ἐπιτηδεύσαντα, προσελθόντα, ὑπεράραντα, γενόμενον)が長大に修飾している。前置詞句 ἀπὸ τῆς ἀληθινῆς σοφίας は動詞 γιγνώσκουσιν に係り、「真実の知恵という観点から(彼を正しく評価して)知る」という意味をなす。
- 1.2καίτοι τίς οὐκ οἶδε τὸν Ἀναξαγόραν ... παρελθόντα ... προειπόντα μὴ ψεύσασθαι ... προαναφωνήσαντα ἀληθεῦσαι;
動詞 οἶδε が対格補語 τὸν Ἀναξαγόραν を取り、最初は補足分詞 παρελθόντα を取り、続く2節では不定詞 μὴ ψεύσασθαι(「偽りを言わなかったこと/外れなかったこと」)および ἀληθεῦσαι(「真実を語ったこと/的中したこと」)を取る複合構文であり、προειπόντα と προαναφωνήσαντα はそれぞれの不定詞に従属する状況分詞である。
- 1.2ἀφαιροῦνται τὸν Ἀπολλώνιον τὸ κατὰ σοφίαν προγιγνώσκειν
動詞 ἀφαιρέομαι(奪う、剥奪する)が「人(τὸν Ἀπολλώνιον)」と「奪われる対象(冠詞付き中性単数不定詞 τὸ ... προγιγνώσκειν)」の双方を対格に取る二重対格(double accusative)構文。「アポロニオスから知恵による予知の能力を剥奪する(認めない)」の意味。
