- 底本
- Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0627.tlg030.humanitext-grc1:1-4
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-28
瘻管(直腸瘻)の成因を挫傷や腫瘍等として説明し、化膿前の早期切開の重要性を説く。さらに、ニンニクの茎や大トウダイグサの乳汁、テントを用いた治療法、および未晒し亜麻糸と馬の毛を用いた結紮切除法、海綿による術後処置について詳述する。
ΠΕΡΙ ΣΥΡΙΓΓΩΝ. 1. Σύριγγες γίνονται μὲν ὑπὸ φλασμάτων καὶ φυμάτων, γίνονται δὲ καὶ ὑπὸ ἐρεσίης, καὶ ἱππασίης, ὅταν ἀθροισθῇ ἐν τῷ γλουτῷ αἷμα πλησίον τῆς ἕδρης· σηπόμενον γὰρ νέμεται ἐς τὰ μαλθακὰ, ἅτε ὑγροῦ ἐόντος τοῦ τε ἀρχοῦ, καὶ τῆς σαρκὸς μαλθακῆς,1 ἐν ᾗ νέμεται, ἔστ’ ἂν τὸ φῦμα ῥήξῃ καὶ κάτω ἐς τὸν ἀρχὸν διασήψῃ. Ἐπὴν δὲ τοῦτο γένηται, συριγγοῦται, καὶ ἰχὼρ ῥέει, καὶ κόπρος ῥεῖ δι’ αὐτῆς καὶ φῦσα καὶ βδελυγμίη πολλή. Ὑπὸ μὲν οὖν τῶν φλασμάτων γίνεται, ὁκόταν τι τῶν περὶ τὸν ἀρχὸν χωρίων φλασθῇ ὑπὸ πληγῆς, ἢ ὑπὸ πτώματος, ἢ ὑπὸ τρώματος, ἢ ἱππασίης, ἢ ἐρεσίης, ἢ ὅσα τοιουτότροπά ἐστι· ξυνίσταται γὰρ αἷμα· σηπόμενον δὲ ἐκπυΐσκεται· ὑπὸ δὲ τοῦ ἐκπυϊσκομένου πάσχει ἅπερ ἐπὶ τῶν φυμάτων εἴρηται.
ΠΕΡΙ ΣΥΡΙΓΓΩΝ. 1. 瘻管は挫傷や腫瘍によって生じるが、漕船や乗馬によっても生じる。それは、臀部の、肛門の近くに血液が集まったときである。なぜなら、腐敗した血液が柔らかい部分へと広がっていくからであり、それは直腸が湿っており、それが広がる肉もまた柔らかいためである。これは腫瘍が破裂し、下方の直腸へと腐敗が達するまで続く。これが起こると、瘻管が形成され、漿液が流れ、糞便やガス、そして激しい悪臭がそこを通って流れる。さて、挫傷によって生じるのは、打撃、あるいは転倒、あるいは創傷、あるいは乗馬、あるいは漕船、あるいはこれらに類するあらゆるものによって、直腸の周囲の部位のどこかが潰されたときである。なぜなら血液が滞留するからであり、それが腐敗して膿となる。そして、膿汁化したものによって、腫瘍の場合について述べられたのと同じ状態を被る。
2. Πρῶτον μὲν οὖν ὅταν τι τοιοῦτον αἴσθῃ φυόμενον φῦμα, τάμνειν2 ὡς τάχιστα ὠμὸν πρὶν ἢ διαπυῆσαι ἐς τὸν ἀρχόν.
2. したがって、まず第一に、このような腫瘍が生じつつあるのを感知したならば、それが直腸に化膿して及ぶ前に、未熟な状態のうちにできるだけ速やかに切開しなければならない。
3. Ἢν δὲ νοσέοντα ἤδη τὴν σύριγγα παραλάβῃς, λαβὼν σκορόδου φύσιγγα νεαρὴν, ἀνακλίνας τὸν ἄνθρωπον ὕπτιον, τὰ σκέλεα διαγαγὼν τὸ μὲν ἔνθα, τὸ δὲ ἔνθα, τὴν φύσιγγα καθιέναι ἔστ’ ἂν προσκόψῃ, μετρῆσαί τε τὸ βάθος τῆς συρίγγος τῇ φύσιγγι, καὶ σεσέλιος δὲ ῥίζαν κόψας ὡς λεπτοτάτην, ὕδωρ ἐπιχέας, βρέχειν τέσσαρας ἡμέρας· καὶ προνηστεύσας πινέτω μέλιτι παραμίσγων τὸ ὕδωρ κατὰ τρεῖς κυάθους· ἐν τούτῳ κάθαιρε καὶ τὰς ἀσκαρίδας. Ὁκόσοι δ’ ἂν καταλείφθωσιν ἀθεράπευτοι, θνήσκουσιν. Ἔπειτα ὀθόνιον βύσσινον τιθυμάλλου ὀπῷ τοῦ μεγάλου δεύσας, καταπάσσων ἄνθος χαλκοῦ ὀπτὸν τετριμμένον, στροβίλην ποιήσας ἴσην τῇ σύριγγι τὸ μῆκος, ῥάμμα διεὶς δι’ ἄκρας τῆς στροβίλης καὶ αὖθις διὰ τῆς φύσιγγος, ὕπτιον κατακλίνας τὸν ἄνθρωπον, κατοπτῆρι κατιδὼν τὸ διαβεβρωμένον τοῦ ἀρχοῦ, ταύτῃ τὴν φύσιγγα διεῖναι· καὶ ὁκόταν παρακύψῃ ἐς τὸν ἀρχὸν, ἐπιλαμβανόμενος ἕλκειν, ἄχρις οὗ ἡ στροβίλη διωσθῇ καὶ ἰσωθῇ τῷ τε ἄνω καὶ τῷ κάτω·3 ἐπὴν δὲ ἐσωσθῇ, βάλανον ἐνθεὶς κερατίνην ἐς τὸν ἀρχὸν, γῆ διαχρίσας σμηκτρίδι, τὸν ἀρχὸν ἐᾷν· ἐπὴν δὲ ἀποπατέη, ἐξαιρέειν, καὶ αὖθις προστιθέναι, ἕως ἂν πεμπταίη γένηται· ἕκτῃ δὲ ἡμέρῃ ἐξαιρέειν, ἕλκων τὴν στροβίλην ἔξω τῆς σαρκός· καὶ τρίψαι στυπτηρίην μετὰ ταῦτα, καὶ πλήσας τὴν βάλανον καὶ ἐς τὸν ἀρχὸν ἐμβαλὼν, ἐᾷν ἄχρις οὗ ἡ στυπτηρίη ὑγρὴ γένηται· τὸν δὲ ἀρχὸν σμύρνῃ ἀλείφειν, ἄχρις οὗ ἂν δοκέῃ ξυμπεφυκέναι·
3. もし、すでに瘻管を患っている患者を引き受けるならば、新鮮なニンニクの茎を手に取り、その人を仰向けに寝かせ、両脚を一方をこちらに、他方をあちらにと広げさせ、突き当たるまでその茎を挿入し、その茎によって瘻管の深さを測定せよ。そして、セセリの根をできるだけ細かく刻み、水を注ぎ、4日間浸しておけ。そして、患者にあらかじめ絶食させた上で、その水に蜂蜜を混ぜて3コアトスずつ飲ませよ。この間に回虫をも駆除せよ。治療されずに放置された者はみな死ぬ。その後、亜麻布を大トウダイグサの乳汁で湿らせ、擦り潰した焼き緑青を振りかけ、瘻管と同じ長さのテントを作り、テントの端に、そしてまた茎に糸を通し、患者を仰向けに寝かせ、検鏡器で直腸の浸食された部分を観察し、そこへ茎を通せ。そして、それが直腸の中に現れたなら、それを掴んで、テントが押し通され、上部と下部が等しくなるまで引っぱれ。それが中に収まったなら、角製の坐薬を直腸に挿入し、洗浄用の粘土を塗りつけて、直腸をそのままにしておけ。排便するときにはこれを取り出し、再び挿入すること。これを5日目になるまで続けよ。6日目には、テントを肉の外へと引き出しながら取り出せ。その後、明礬を細かく砕き、坐薬にそれをいっぱいに詰めて直腸に挿入し、明礬が湿るまでそのままにしておけ。そして、癒合したと思われるまで、直腸に没薬を塗布せよ。
4. Ἑτέρη θεραπείη· ὠμόλινον λαβὼν ὡς λεπτότατον, συμβάλλειν ὅσον σπιθαμιαῖον πεντάπλουν, καὶ ξυμπεριλαβεῖν ἱππείην τρίχα· ἔπειτα ποιησάμενος μήλην κασσιτερίνην ἐπ’ ἄκρου τετρημένην, ἐνείρας ἐς τὴν μήλην τὴν ἀρχὴν τοῦ ὠμολίνου συμβεβλημένου, καθιέναι τὴν μήλην ἐς τὴν σύριγγα, καὶ ἅμα τῆς ἀριστερῆς χειρὸς τὸν δάκτυλον τὸν λιχανὸν καθιέναι ἐς τὴν ἕδρην· ἐπὴν δὲ ψαύσῃ ἡ μήλη τοῦ δακτύλου, ἄγειν ἕξω τῷ δακτύλῳ, ἀποκάμψας τῆς μήλης τὸ ἄκρον καὶ τὴν ἀρχὴν τὴν ἐν τῇ μήλῃ· καὶ τὴν μὲν μήλην πάλιν ἐξαιρέειν, τοῦ δὲ ὠμολίνου τὰς ἀρχὰς ἀφάψαι δὶς ἢ τρίς· καὶ τὸ λοιπὸν τοῦ ὠμολίνου ἐπιστρέψας, ἐπιδῆσαι πρὸς τὸ ἄμμα· ἔπειτα κελεύειν ἀπελθόντα διαπρήσσεσθαι τὰ ἑωυτοῦ. Ὁκόσον δὴ, σηπομένης τῆς σύριγγος, χαλᾶται τοῦ ὠμολίνου, τοῦτο ἐπιτείνειν καὶ ἐπιστρέφειν αἰεὶ καθ’ ἑκάστην ἡμέρην· ἢν δέ σοι τὸ ὠμόλινον διασαπῇ πρόσθεν ἢ τὴν σύριγγα διαβρωθῆναι, πρὸς τὴν τρίχα προσάψας ἕτερον ὠμόλινον διεῖναι καὶ ἀφάψαι (ἡ γὰρ θρὶξ διὰ τοῦτο παραβάλλεται τῷ ὠμολίνῳ ὅτι ἄσηπτός ἐστιν)· ἐπὴν δὲ διασαπῇ ἡ σύριγξ, τάμνεσθαι χρὴ σπόγγον4 μαλακὸν ὡς λεπτότατον προστεθέντα· ἔπειτα ἐς μὲν τὴν σύριγγα ἄνθος χαλκοῦ ὀπτὸν συχνὸν τῇ μήλῃ ἐνθεῖναι, τὸν δὲ σπόγγον ἀλεῖψαι μέλιτι, καὶ ὑποβαλὼν μέσον τῷ λιχανῷ δακτύλῳ τῆς ἀριστερῆς χειρὸς ὦσαι πρόσω, καὶ προσθεὶς ἕτερον σπόγγον ἀναδῆσαι τὸν αὐτὸν τρόπον, ὅν περ καὶ ἐπὶ τῇσιν αἱμοῤῥοΐσιν· τῇ δὲ αὔριον ἀπολύσας, περινίψαι ὕδατι θερμῷ, καὶ σπόγγῳ τῷ δακτύλῳ τῆς ἀριστερῆς χειρὸς πειρᾷν διακαθαίρειν τὴν σύριγγα, καὶ αὖθις πάλιν τὸ ἄνθος ἐπιδῆσαι· ταῦτα ποιέειν ἑπτὰ ἡμέρας, ἐν ταύτῃσι γὰρ μάλιστα ὁ χιτὼν τῆς σύριγγος ἐκσήπεται· τὸ δὲ λοιπὸν, ἔστ’ ἂν ὑγιανθῇ, τουτέῳ ἐπιδεῖν· κατὰ γὰρ τοῦτον τὸν τρόπον ὑπὸ τοῦ σπόγγου διαναγκαζομένη καὶ ἀναπτυσσομένη ἡ σύριγξ οὔτε πάλιν ξυμπέσοι ἂν, οὔτε τὸ μὲν αὐτῆς ὑγιανθείη ἂν, τὸ δὲ πάλιν ξυμπληρωθείη, ἀλλ’ ἐν ἑωυτῇ πᾶσα ὑγιὴς ἔσται. Ἐν τῇ θεραπείῃ δὲ προσαιονᾷν ὕδατι πολλῷ θερμῷ, καὶ λιμοκτονέειν.
4. 別の治療法。できるだけ細い未晒しの亜麻糸を取り、スパンの長さの5重の束にし、そこに馬の毛を一緒に絡ませる。次に、先端に穴の開いた錫製の探針を作り、その探針に、束ねた亜麻糸の端を通し、その探針を瘻管に挿入すると同時に、左手の示指を肛門に挿入せよ。探針が指に触れたら、探針の先端と、探針に通してある糸の端を折り曲げて、指で外へと引き出せ。そして探針は再び引き抜き、亜麻糸の両端を2回か3回結び合わせよ。そして、亜麻糸の残りの部分をねじって、結び目に縛りつけよ。その後、患者に立ち去って自分の用事をするように命じよ。瘻管が腐食するにつれて、亜麻糸が緩んだ分だけ、毎日これを締め直し、常にねじり詰めよ。もし瘻管が浸食され尽くす前に亜麻糸が腐り切れてしまったら、馬の毛に別の亜麻糸を結びつけて通し、結び合わせよ。(なぜなら、馬の毛が亜麻糸に添えられているのは、それが腐らないからである。)瘻管が腐食して開いたなら、できるだけ薄く切った柔らかい海綿を当てがうべきである。その後、瘻管には十分な量の焼き緑青を探針で塗入し、海綿には蜂蜜を塗って、左手の示指の真ん中に当てて奥へと押し込め。そして、別の海綿を当てがって、痔の場合と全く同じ方法で包帯で固定せよ。翌日には包帯をほどき、温水で周囲を洗い、左手の指に海綿をつけて瘻管をきれいに掃除するように努め、再び焼き緑青を当てて包帯せよ。これを7日間行え。なぜなら、この期間に瘻管の膜が最もよく腐食し去るからである。その後は、治癒するまで、この方法で包帯せよ。なぜなら、この方法によれば、海綿によって押し広げられ開かれるため、再び閉塞することもなく、また、一部が治癒して他部が再び満たされることもなく、全体が自ら健全に治癒するからである。治療中は、多量の温水で温罨法を施し、食事制限を行え。
- 1ἅτε ὑγροῦ ἐόντος τοῦ τε ἀρχοῦ, καὶ τῆς σαρκὸς μαλθακῆς
原因を示す接続詞 ἅτε に、属格独立格 ὑγροῦ ἐόντος τοῦ τε ἀρχοῦ(直腸が湿っているため)と、接続詞 καὶ で結ばれたもう一つの属格独立格 τῆς σαρκὸς μαλθακῆς [οὔσης](肉が柔らかいため)が続いている。
- 2τάμνειν
命令の意味を持つ独立した不定詞(命令的不定詞)。主節の動詞を補う必要はなく、医師に対する指示として直接的に機能している。
- 3ἰσωθῇ τῷ τε ἄνω καὶ τῷ κάτω
名詞的あるいは副詞的に用いられた与格句 τῷ τε ἄνω καὶ τῷ κάτω(上部と下部)は、動詞 ἰσωθῇ(等しくされる、一致する)の基準を示している。テントの両端が瘻管の上の開口部と下の開口部にぴったり合う状態を指す。
- 4τάμνεσθαι χρὴ σπόγγον
非人称動詞 χρή に受動不定詞 τάμνεσθαι と対格の主語 σπόγγον が続いている。「海綿が切り取られるべきである(=できるだけ薄く切った海綿を当てるべきである)」と解釈される。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・修正履歴(2 件・最終 2026-09-21)
- 2026-09-21 AI校閲 — 原文 1 件
- 2026-09-21 AI校閲 — 訳文 1 件
