- 底本
- Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0627.tlg022.humanitext-grc1:2-3
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
身体の各部位や状態が温熱と冷却に対して示す生理的反応の違いを解説し、海水を用いた治療の適応、禁忌、および効果的な使用法を記述する。
2. Ὑγιὲς σῶμα, τὸ μὲν ἐν σκέπῃ εἰθισμένον,1 ὅτι ἄηθες, ὅτι προσωτάτω τοῦ οἰκείου θάλπεος, ἐγγύτατα δὲ τοῦ ἀλλοτρίου ψύχεος, διὰ ταῦτ’ ἄρα τῷ θερμῷ ἥδεται καὶ φέρειν δύναται. Ἐγκέφαλος καὶ ὅσα ἀπὸ τούτου, ψυχρῷ μὲν ἄχθεται, θερμῷ δ’ ἥδεται, καὶ ἢν ἄρα ᾖ ψυχρότερον καὶ στερεώτερον φύσει. Καὶ πρόσω τοῦ οἰκείου θάλπεος, καὶ πλεῖστα αὐτῶν· διὰ τοῦτο ὀστέοισιν, ὀδοῦσι, νεύροισι· τὸ ψυχρὸν πολέμιον, τὸ δὲ θερμὸν φίλιον, ὅτι ἀπὸ τούτων σπασμοὶ, τέτανοι, ῥίγεα πυρετώδεα, ἃ τὸ μὲν ψυχρὸν ποιέει, τὸ δὲ θερμὸν παύει. Διὰ τοῦτο καὶ γονῇ ἀπὸ τοῦ θερμοῦ ἡδοναὶ καὶ προκλήσιες, ἀπὸ δὲ τοῦ ψυχροῦ ἀλγηδόνες καὶ ἀποτρέψιες· διὰ τοῦτο ὀσφὺς, στῆθος, νῶτον, ὑποχόνδρια μᾶλλον ψυχρῷ ἄχθεται, θερμῷ δ’ ἥδεται καὶ φέρειν δύναται· διὰ τοῦτ’ ἄρα ὀσφὺς, νῶτον, στῆθος, ὑποχόνδρια τὰ ἐναντία πέπονθεν, ὅτι ἐναντιαῖα· διὰ τοῦτ’ ἄρα τούτῳ τῷ χωρίῳ ἀσῶδες ἐνταῦθα χρωμένοισι τὸ θερμὸν, τὸ δὲ ψυχρὸν παύει· διὰ τοῦτ’ ἄρα ποτῷ ψυχρῷ ἥδεται, διὰ τοῦτ’ ἄρα βρώμασι τοῖσι θερμοῖσιν ἥδεται. Διὰ τοῦτ’ ἄρα καὶ κατὰ ἀκρέων ἐν λειποθυμίαις τὸ ψυχρὸν καταχεόμενον ὠφελέει. Ὅτι δὲ τὰ ὄπισθεν τῶν ἔμπροσθεν τὸ θερμὸν μᾶλλον ἀνέχεται, τὰ εἰρημένα αἴτια· ὅτι δὲ καὶ τὰ ψυχρὰ, ὀρθῶς· τά τε γὰρ ἄκρεα, ἔμπροσθεν, καὶ οὐκ ἐν σκέπῃ εἰθισμένα, ὥσπερ τὸ ἔνδον τοῦ ἔξω. Μνηστέον δὲ καὶ ὅτι ἑκάτερον ἐφ’ ἑκατέρου τοῦ σώματος κρέσσον τοῦ δέρματος τοῦ ἔξω,2 ὅτι συνεχές τε ἑωυτῷ καὶ νεύρῳ ἐναίμῳ· διὰ τὸ ἔξω τοῦ οἰκείου θερμοῦ ἐν τῷ ἔξω ψυχρῷ εἶναι, ἐπ’ ἀμφοῖν πυκνὰ κρατέεται, καὶ ἑκατέρων πυκνὰ δεῖται, πυκνὰ δὲ μᾶλλον θερμοῦ ἐς ἡδονήν. Πάσχει δὲ καὶ ἄκρεα τοιοῦτο, ὥστε ταχέως ἐνακούειν πολλῶν· βραδέως δὲ πρῶτον ἐπαείρεται, καὶ φλεβῶν δῆλον, αἳ πρότερον καὶ ὕστερον· οὕτως πάντα φαίνεται, ὅκου τε ψύχεται ἄκρεα, ὅκου τε θερμαίνεται, ἐν κενεαγγικοῖσιν, ἐν λειποθυμικοῖσι, καὶ κατὰ λόγον· εἰκότως ἄρα φλέβας, καὶ τὰ ἀπὸ τουτέων ἕπεται, καὶ θερμαίνει πρῶτον τὸ θερμὸν, οἷον τῶν χειρῶν τὰ εἴσω. Τὰ δ’ ἕλκεα θερμῷ ἥδεται ὁμολογουμένως, ὅτι ἐν σκέπῃ εἴθισται, εἰκότως ἄρα τῷ ἑτέρῳ ἄχθεται. Εἰκότως ἄρα καὶ αὐταὶ αἱ φλέβες, ὅτι ἐν θερμῷ εἰσιν. Εἰκότως ἄρα καὶ αὐτὸς ὁ θώρηξ, καὶ αὐτὴ ἡ κοιλίη κρατουμένη ὑπὸ τοῦ ψυχροῦ μάλιστα ἀγανακτεῖ καὶ θανατοῖ, ὅτι μάλιστα ἀήθεα· ἀλλὰ πλεῖστον ἀπέχει τοῦ παθεῖν τοῦτο· ἐγγύτατα γὰρ τοῦτο τὸ δεῖσθαι· εἰκότως ἄρα ποτῷ ψυχρῷ ἥδεται· οὕτως ὁμολογέει ταῦτα πάντα. Ὅτι δὲ μάλιστα πάντα τὰ ἀποσύρματα καὶ τὰ ἐπικαύματα ἐπιπολῆς, οὐ μάλιστα εἰθισμένα ἐν σκέπῃ, μάλιστα ἐν ψυχρῷ ἀγανακτεῖ· εἰκότως· τάχιστα γὰρ κρατέεται, καὶ τὰ βαθύτατα εἰ κρατοῖτο, μάλιστ’ ἂν ἄχθοιτο· ἔπειτα καὶ τῆς φύσιος τῆς νευρώδους μετέχει. Ὅτι ὑπογάστριον ἥδεσθαι δοκέει θερμῷ, σκεπτέον τὸ χωρίον, καὶ μετέχει· καὶ ἄκρεα, καὶ κύστις, καὶ γονὴ, καὶ ἄλλος γόνος ὁ γυμνός· ἔστι τε φύσει ψυχρότερος, ἢ ὥς τις οἴεται· ἄνω γὰρ, οὐ κάτω θερμὸν ἀΐσσει· διὰ ταῦτα ἥδεται. Ὅτι μετὰ τὸ θερμὸν ψύχεται τὸ σῶμα διαχυθὲν μᾶλλον, μετὰ δὲ τὸ ψυχρὸν ἀναθερμαίνεται μᾶλλον συσταλέν· οἷον καὶ τὰ ὕδατα, ψυκτέα, θερμαντέα, διὰ λεπτότητα· ὅτι μετὰ τὸ θερμὸν σκληρύνεται μᾶλλον ἐπιξηρανθὲν, οἷον ὀφθαλμοὶ μετὰ τὸ ψυχρόν· τὸ μὲν γὰρ ὅμοιον τῷ περιέχοντι, τὸ δὲ οὔ.
2. 健康な体において、保護された環境に慣れている部分は、慣れておらず、自らの熱から最も遠く、外部の冷気に最も近いため、それゆえに温かいものを喜び、それに耐えることができる。脳と、そこから生じるすべてのものは、冷たいものを嫌い、温かいものを喜ぶ。たとえそれが自然においてより冷たく、より硬いものであるとしても。そして自らの熱から遠いもの、それらの大部分がそうである。それゆえ、骨、歯、腱にとって、冷たいものは敵であり、温かいものは友である。なぜなら、これらから痙攣、破傷風、熱性悪寒が生じるからであり、冷たいものはそれらを引き起こし、温かいものはそれらを鎮めるからである。それゆえ、精液にとっても、温かいものからは快楽と促しが生じ、冷たいものからは痛みと抑制が生じる。それゆえ、腰、胸、背中、脇腹は、冷たいものをより嫌い、温かいものを喜び、それに耐えることができる。それゆえ、腰、背中、胸、脇腹は、反対の性質を有するため、反対の作用を受ける。それゆえ、この部位において温かいものを内服する者にとって、それは吐き気を催させ、冷たいものはそれを鎮める。それゆえ、冷たい飲み物を喜び、また温かい食べ物を喜ぶ。それゆえ、失神したときに、末端部に冷水を注ぐことが益となる。体の背面が前面よりも温かいものによく耐える理由は、先に述べた通りである。また、冷たいものに対しても同様であることは正しい。なぜなら、末端部は前面にあり、保護された環境に慣れていないからである。それは内側が外側に対してそうであるのと同様である。また、体のそれぞれの部分は、外側の皮膚よりも冷熱に対して敏感に反応するということを記憶にとどめるべきである。なぜなら、それはそれ自体で連続しており、血の通った腱とつながっているからである。外側の部分は、自らの熱の外側にあって外部の冷気の中にあるため、両者によってしばしば支配され、また両者をしばしば必要とし、快感を得るためにはしばしば温かいものをより多く必要とする。末端部も同様の影響を受け、多くのものに素早く反応する。しかし、最初はゆっくりと反応が生じ、それは静脈から明らかである。どれが先に、どれが後に反応するかということから。このように、末端部が冷える場合も温まる場合も、血管の虚脱した者や失神した者において、すべてが道理にかなって現れる。したがって当然、血管とそこから生じるものは従い、温かいものは最初に、例えば手のひらを温める。傷口は、一般に認められているように、温かいものを喜ぶ。なぜなら、それは保護された環境に慣れているからであり、したがって当然、もう一方を嫌う。したがって当然、血管自体も同様である。なぜなら、それらは温かい場所にあるからである。したがって当然、胸部自体も腹部自体も、冷たさに支配されるとき、最も苦しみ、死に至ることさえある。なぜなら、それらは最も慣れていないからである。しかし、これによって害されることから最も遠い。なぜなら、これを必要とすることに最も近いからである。したがって当然、冷たい飲み物を喜び、このように、これらすべては一致している。また、表皮のすべての擦り傷や火傷は、保護された環境に全く慣れていないため、冷たいものによって最も苦しむ。それは当然である。なぜなら、それらは最も素早く支配されるからであり、またもし最も深い部分が支配されるなら、それらは最も苦しむからである。さらに、それらは腱の性質を分かち持っているからである。下腹部が温かいものを喜ぶように見えることについては、その部位を考察せねばならない。そして、そこは腱の性質を分かち持っている。すなわち、末端部、膀胱、精液、そして露出した他の生殖器官も同様である。そして、そこは人が考えるよりも自然においてより冷たい。なぜなら、熱は上へと昇り、下へと突進することはないからである。それゆえ、そこは温かいものを喜ぶ。また、温められた後には、体がより弛緩して冷えるのに対し、冷やされた後には、体が収縮してより再温熱する。例えば、水もその希薄さのために冷やしやすく温めやすいのと同様である。また、温められた後には、乾燥してより硬くなる。それは例えば、冷やされた後の眼がそうであるのと同様である。なぜなら、一方は周囲の環境に似ており、他方は似ていないからである。
3. Θάλασσα δὲ, τοῖσι κνησμώδεσι καὶ δακνώδεσι, καὶ λούειν καὶ πυριῇν θερμῇ, τοῖσι μὲν ἀήθεσιν ὑπολιπαίνονται, πρὸς ἕλκεα δὲ πυρίκαυτα καὶ ἀποσύρματα καὶ ὅσα τοιαῦτα πολέμιον, ἐπιτήδειον δὲ τοῖσι καθαροῖσιν, ἀγαθὸν καὶ ἰσχναίνειν εὖ, ὡς τὰ τῶν ἁλιέων ἕλκεα· ταῦτα γὰρ οὐδ’ ἐκπυεῖ, ἢν μὴ ψαύῃ· καὶ πρὸς ὑποδεσμίδας· καὶ τὰ νεμόμενα παύει καὶ ἵστησιν, ὡς ἅλες καὶ ἁλμυρίδες καὶ λίτρον· πάντα δὲ ταῦτα σμικρῷ μὲν χρωμένῳ ἐρεθιστικὰ, προσνικῶντι δὲ ἀγαθά·3 βέλτιον δὲ θέρμη πρὸς τὰ πλεῖστα.
3. 海水は、痒みやヒリヒリする痛みを持つ者に対して、温めて入浴させたり、温熱浴をさせたりするのに適している。これに慣れていない者に対しては、油で少し湿らせておくとよい。しかし、火傷による傷や擦り傷、およびそれに類するものに対して、海水は有害である。一方、清潔な傷に対しては適しており、非常によく収縮させるのに良い。例えば、漁師たちの傷のように。なぜなら、これらは触れなければ化膿しないからである。また、包帯の下に用いるのにも適している。さらに、侵食性の潰瘍を鎮めて止める。塩、塩水、天然炭酸ナトリウムがそうであるように。これらすべては、少量を用いる者にとっては刺激物となるが、その刺激に打ち勝つ者にとっては有益である。そして、大半のものに対しては、温めて用いるのがより良い。
- 2Ὑγιὲς σῶμα, τὸ μὲν ἐν σκέπῃ εἰθισμένον
Ὑγιὲς σῶμα は主格懸垂(nominativus pendens)または関係を示す対格として文頭に置かれ、全体としての文脈「健康な体について」を導入する。その後の τὸ μὲν は文法的には σῶμα に同格だが、意味的には体の一部分(保護されている部分)を指している。
- 2κρέσσον τοῦ δέρματος τοῦ ἔξω
κρέσσον(κρεῖσσον のイオン方言)は「より強い、より勝る」を意味するが、ここでは外側の皮膚に比べて「冷熱の刺激に対してより強く(敏感に)反応する」という意味で解釈される。後続の理由節(連続性や神経・血管の存在)がこの解釈を支持する。
- 3προσνικῶντι δὲ ἀγαθά
προσνικῶντι は与格の現在分詞で、一般的な医療の受け手を指す。「(塩や天然炭酸ナトリウムなどの)初期の刺激に打ち勝つ者」あるいは「慣れてその作用を克服する者」にとって有益であることを意味する。
