← アスパシオス

アリストテレス『ニコマコス倫理学』注解

§86.17-88.6

無知による勇気と勇気の総括および節制への移行

アスパシオスは無知による同名異義的な勇気の種を検討し、真の勇気は労苦を伴い死に耐える点で節制より困難であることを論じて勇気の概略的定義を与えた後、非理性的部分の徳である節制の主題へと論を進める。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3.3#11

πῶς δὲ λέγει ἀνδρειοτέρους εἶναι τοὺς τοιούτους;1 ἆρά γε ὡς οὔσης ἀνέσεως καὶ ἐπιτάσεως ἐν τῇ ἀνδρείᾳ καὶ ὡς ὄντων μὲν ἀνδρείων καὶ τῶν ἐκ παρασκευῆς ὑπομενόντων τοὺς κινδύνους, μᾶλλον δὲ τῶν τοὺς αἰφνιδίους ἀνεχομένων; ἢ διὰ τοῦτο προσέθηκε τὸ δοκεῖν; δοκεῖ μὲν γὰρ ἴσως ἀνδρειότερος εἶναι ὁ τὴν ἕξιν ἔχων, ἔστι δὲ μόνος οὗτος ὡς ἀληθῶς ἀνδρεῖος. Ἐπὶ πᾶσι δὲ ἀριθμεῖ πέμπτον εἶδος ὁμωνύμου ἀνδρείας τὸ τῶν δι’ ἄγνοιαν θαρρούντων, ὅταν οἴωνται μὲν ἄλλοις συμβάλλειν καὶ ἐλάττοσιν ἑαυτῶν, θαρροῦσι δὲ δι’ αὐτὴν τὴν αἰτίαν. ἐοίκασι δὲ καὶ οὗτοι τοῖς ἀνδρείοις, διόπερ θαρροῦσιν ὥσπερ καὶ οἱ ἀνδρεῖοι, καί εἰσιν οὐ πόρρω τῶν εὐελπίδων, ὥς φησι. καὶ γὰρ οὗτοι διὰ τὴν ἄγνοιαν εὐέλπιδες γίνονται, χείρους δὲ αὐτῶν εἰσιν ἢ ἴσον οὐδὲν ἔχουσιν ἀξίωμα. οἱ μὲν γὰρ διὰ τὸ πολλάκις κατωρθωκέναι εὐέλπιδες μετὰ φρονήματός τινος ἐπίασι (διὸ καὶ μένουσί τινα χρόνον ἐν τοῖς κινδύνοις), οἱ δὲ δι’ ἄγνοιαν ἀπατηθέντες, ἂν γνῶσιν ὅτι ἕτεροί εἰσι, πρὸς οὓς ἡ μάχη καὶ κρείττους αὐτῶν, ταχὺ φεύγουσιν, ὅπερ φησὶ παθεῖν Ἀργείους· ᾔεσαν γὰρ ὡς ἐπὶ Σικυωνίους καταφρονοῦντες αὐτῶν· ἦσαν δ’ οὐ Σικυώνιοι ἀλλὰ Λακεδαιμόνιοι· ὡς δὲ περιέπεσον αὐτοῖς καὶ ἔγνωσαν Λακεδαιμονίους, ταχὺ ἔφυγον ἀποστραφέντες. Περὶ θάρρη δὲ καὶ φόβους τὴν ἀνδρείαν οὖσαν, οὐχ ὁμοίως φησί περὶ ἄμφω εἶναι ἀλλὰ μᾶλλον περὶ τὰ φοβερά, οὐ τῷ φοβεῖσθαι πλεονάκις ἢ θαρρεῖν, ὡς κατά γε τοῦτο μᾶλλον περὶ τὸ θάρρος ἡ ἀνδρεία ἐστὶν ἢ περὶ τὸν φόβον, ὅπερ προειρήκαμεν, ἀλλὰ τὸ ἐν τοῖς φοβεροῖς ἄφοβον εἶναι καὶ ἀτάραχον, ἅ ἐστι μὲν ἀμφότερα τοῦ ἀνδρείου, καὶ τὸ θαρραλέον καὶ τὸ ἄφοβον, ἀλλὰ μᾶλλον εἰδοποιεῖται ὁ ἀνδρεῖος τῷ ἄφοβος εἶναι ἐν τοῖς δεινοῖς· οὐχ οὕτως δὲ τῷ ἰτητικὸς εἶναι ἐπὶ τὰ δεινά, διὸ καὶ ἐπίλυπον δοκεῖ εἶναι ἡ ἀνδρεία· ὑπομενητικὴ γὰρ δεινῶν καὶ ἐπαινεῖται δικαίως. δυσκολώτερον γὰρ τὸ λυπηρὰ ὑπομένειν ἢ τῶν ἡδέων ἀπέχεσθαι, ὥστε κατά γε τοῦτον τὸν λόγον ἀξιέπαινος μᾶλλον ἐστι τῆς σωφροσύνης. τὸ μὲν οὖν τέλος τῆς ἀνδρείας καλὸν καὶ ἡδὺ ἅμα. δοκεῖ δὲ ἀφανίζεσθαι, τουτέστιν ἀφανὲς γίνεσθαι τὸ ἡδὺ αὐτῷ ὑπὸ τῶν κύκλων.2 κύκλους δὲ λέγει τοὺς πόνους, οὓς ὑπομένουσιν ἐν τοῖς δεινοῖς οἱ ἀνδρεῖοι. ὁ μὲν οὖν θάνατος, φησί, καὶ τὰ τραύματα λυπηρὰ τῷ ἀνδρείῳ καὶ ἄκοντι ἔσται. λυπηρὰ μὲν λέγει τὰ ἐπίπονα· ἀνάγκη γὰρ ἄνθρωπον ὄντα πονεῖν μαχόμενον καὶ τιτρωσκόμενον, εἰ οὕτω τύχοι· ἄκοντι δέ, ὅτι αὐτὰ καθ’ αὑτὰ οὐκ ἂν ὑπέμεινεν, οὔτε τοὺς πόνους· ὑπομένει δὲ αὐτά, ὅτι καλὸν ἢ ὅτι αἰσχρὸν τὸ μὴ ὑπομένειν· καὶ ὅσῳ ἂν μᾶλλον, φησί, τὴν ἀρετὴν ἔχῃ πᾶσαν καὶ εὐδαιμονέστερος ᾖ, λυπηθήσεται ἐπὶ τῷ θανάτῳ, ἂν μάτην γένηται δηλονότι καὶ μηδενὸς καλοῦ ἕνεκα, ἀλλ’ οὐδὲν ἧττον, φησίν, ἀνδρεῖός ἐστιν ὑπομένων τὸν θάνατον διὰ τὸ καλόν, καὶ μᾶλλον, ὅτι ἀντὶ τῆς ἐν τῷ ζῆν εὐδαιμονίας αἱρεῖται τὸν ὑπὲρ τοῦ καλοῦ θάνατον. οὐ δὴ ἐν πάσαις ταῖς ἀρεταῖς τὸ ἡδέως ἐνεργεῖν ὑπάρχει· ἡ μὲν γὰρ κατ’ ἐλευθεριότητα ἐνέργεια ἡδεῖα καὶ ἡ κατὰ σωφροσύνην καὶ ἡ κατὰ τὰς ὁμοίας, ἡ δὲ κατὰ τὴν ἀνδρείαν ἐπίπονος· πλὴν κατὰ τοσοῦτον ἡδεῖα, ὅσον ἡ ἀναφορὰ ἐπὶ τὸ τέλος ὂν καλὸν καὶ ἡδύ. στρατιώτας δ’ οὐδὲν ἴσως κωλύει, φησί, μὴ τοὺς τοιούτους κρατίστους εἶναι3 καὶ τὰ ἑξῆς, ἐν οἷς ἐνδείκνυται ὅτι ἐγχωρεῖ στρατιώτας χρησίμους εἶναι, λέγω δὲ ὡς μισθοφόρους, ἀνδρείους μὲν μὴ ὄντας, ἑτοίμους δὲ πρὸς θάνατον. τοιούτων γὰρ μᾶλλον δέονται οἱ μισθούμενοι στρατιώτας, ἀνδρείους δὲ ἴσως οὐ δέονται μισθοφόρους γενέσθαι, πλὴν εἰ μὴ μεγάλῃ ἀνάγκῃ καὶ τύχῃ τινὶ καταληφθεῖεν. οὔ φησι δ’ εἶναι χαλεπὸν ἐκ τῶν εἰρημένων λαβεῖν τί ἐστιν ἀνδρεία· εἴη δ’ ἂν ὡς τύπῳ λαβεῖν ἕξις ὑπομενετικοὺς παρέχουσα κινδύνων καὶ θανάτων ἕνεκα τοῦ καλοῦ. Μετὰ δὲ ταῦτα περὶ σωφροσύνης. τὴν σωφροσύνην καὶ τὴν ἀνδρείαν τῶν ἀλόγων μερῶν ἀρετὰς λέγει. ἡ μὲν γὰρ σωφροσύνη τοῦ ἐπιθυμητικοῦ ἐστιν ἀρετή, ἡ δ’ ἀνδρεία τοῦ θυμοειδοῦς· μεσότητα δὲ αὐτήν φησι περὶ ἡδονάς· ἐπεὶ δὲ πρότερον αὐτὴν ἀπέδωκε μεσότητα, περὶ ἡδονὰς μόνον αὐτὴν εἶπε μεσότητα· ἧττον γάρ ἐστι περὶ λύπας. κατὰ τοσοῦτον γὰρ λέγεται περὶ λύπας εἶναι ὁ σώφρων, ὅσον μὴ λυπεῖται τῇ τῶν ἡδονῶν ἀπουσίᾳ, ἐπεὶ ἥ τε ἐνέργεια τῆς σωφροσύνης περὶ ἡδονάς ἐστι. περὶ ποίας δὲ ἡδονάς ἐστι μεσότης, δείκνυσι τρόπον τινὰ χρώμενος διαιρέσει τοιαύτῃ.

では、なぜ彼[アリストテレス]はこのような者たちがより勇気ある者であると言うのか。勇気において弛緩と緊張[程度の差]が存在し、準備の上で危険に耐える者たちも勇気ある者たちであるが、不意の危険に耐える者たちはより一層そうである、ということからだろうか。それとも、このゆえに「思われる」を付け加えたのだろうか。というのも、性向を持つ者はより勇気ある者であるように恐らく思われるが、真に勇気ある者であるのはこの者だけだからである。そしてこれらすべての上に、彼は同名異義的な勇気の第五の種として無知によって自信を持つ者たちのそれを数える。彼らが他の人々、それも自分たちより劣る者たちと交戦していると考え、まさにその理由によって自信を持つときである。彼らもまた勇気ある者たちに似ている。まさに勇気ある者たちと同様に自信を持つからであり、彼が言うように、楽観的な者たちから遠くない。彼らも無知によって楽観的になるからである。しかし彼らは彼ら[楽観的な者たち]よりも劣っているか、あるいは何らの同等の自負も持たない。前者は何度も成功したことによって楽観的であり、ある種の誇りをもって立ち向かう(それゆえ危険において一定の時間踏みとどまる)が、後者は無知によって欺かれた者たちであり、戦う相手が別人であり自分たちより優れていると知れば、直ちに逃亡する。これは彼が言うようにアルゴス人たちに起きたことである。彼らはシキュオーン人たちに向かうつもりで彼らを侮って進んだのである。しかしシキュオーン人たちではなくスパルタ人たちであった。彼らと遭遇しスパルタ人たちだと知ると、素早く向きを変えて逃亡した。 勇気は自信と恐れに関わるものであるが、両方について同様に関わるのではなく、むしろ恐るべき事柄に関わる、と彼は言う。自信を持つことよりも多く恐れることによってではなく(これによれば勇気は恐れよりもむしろ自信に関わるものであり、我々が前に述べた通りである)、恐るべき事柄において恐れがなく動揺しないことによる。自信に満ちていることと恐れがないことの双方が勇気ある者の特徴であるが、勇気ある者は恐るべき状況において恐れがないことによってより一層種別化されるからである。恐るべき状況へと突進することによってそれほど[種別化される]のではない。それゆえ勇気は苦痛を伴うものであると思われる。恐るべき事柄に耐え忍ぶものであり、正当に賞賛されるからである。苦痛な事柄に耐え忍ぶことは快い事柄から控えることよりも困難であり、したがって少なくともこの理由によって節制よりも賞賛に値する。したがって勇気の目的は高貴であり同時に快い。しかし周囲の事柄によって快さがその者にとって消え去る、すなわち不可視のものとなるように思われる。そして彼は、勇気ある者たちが恐るべき状況において耐え忍ぶ労苦のことを「周囲の事柄」と呼んでいるのである。したがって死や負傷は勇気ある者にとって苦痛であり、不本意なものとなるだろう、と彼は言う。「苦痛な」と彼が言うのは労苦を伴うもののことである。人間である以上、戦い、もしそうなるならば負傷して苦痛を受けることは必然だからである。また「不本意なもの」とは、それら自体としては耐え忍ばないだろうからであり、労苦もそうである。しかし彼はそれらを耐え忍ぶ。[耐え忍ぶことが]高貴であるか、あるいは耐え忍ばないことが恥ずべきことであるからである。そして、あらゆる徳をより多く持ち、より幸福であればあるほど、彼は死に際して悲嘆するだろう、と彼は言う。明らかに、それが無駄に生じ、いかなる高貴なことのためでもない場合である。しかし彼が言うには、高貴なことのゆえに死に耐え忍ぶことにおいて、彼は何ら劣らず勇気ある者であり、むしろ生の幸福の代わりに高貴なことのための死を選ぶことによって、より一層そうなのである。それゆえ快く活動することがすべての徳において存するわけではない。気前の良さに即した活動、節制に即した活動、および類似の徳に即した活動は快いが、勇気に即した活動は労苦を伴うからである。ただし、高貴で快いものである目的に向けた関連づけが存する限りにおいて快いのである。「しかしおそらく、軍人たちとしてはこのような者たちではない者たちが最も優れた者たちであることを何ら妨げない」等々と彼は言う。これらのことにおいて彼が示しているのは、軍人たちが、私の言うのは傭兵としてだが、勇気ある者ではないにしても死への覚悟があることで有用であることは可能である、ということである。軍人を雇う者たちはこのような者たちをより必要としており、勇気ある者たちが傭兵になることはおそらく必要としない(大きな必然性と何らかの運命によって捕らえられない限りは)からである。また彼は、述べられた事柄から勇気とは何であるかを把握することは難しくないと言う。大枠において捉えるなら、それは高貴なことのために危険や死に耐え忍ぶ者となす性向であるだろう。 これらに続いて節制について論じる。彼は節制と勇気を非理性的部分の徳であると言う。節制は欲望的部分の徳であり、勇気は気概的部分の徳だからである。そして彼はそれを快楽に関する中庸であると言う。しかし以前にそれを中庸として定義したので、快楽のみに関する中庸と呼んだのである。苦痛に関わることはより少ないからである。節制ある者が苦痛に関わると言われるのは、快楽の欠如に苦しまない限りのことだからである。節制の活動は快楽に関わるものだからである。ではどのような快楽に関する中庸であるかを、彼はおおよそ次のような区分を用いながら示している。

構文注3 件
  1. 3.3ἀνδρειοτέρους εἶναι τοὺς τοιούτους

    アリストテレス本文における比較級 ἀνδρειότερος(より勇気ある)の解釈について、アスパシオスは二つの可能性を提示している。(1) 勇気という徳自体に程度の差(弛緩と緊張)があり、準備して臨む者より不意の危険に対処できる者がより高い度合いで勇気的であるとする読み、(2) 本文に添えられた「思われる (δοκεῖ)」に着目し、世間ではより勇気があるように思われるが、準備なしで動揺しない恒常的性向(ἕξις)を持つ者のみが本来の意味で勇気ある者であるという限定を示すとする読み。後者の ἢ διὰ τοῦτο προσέθηκε τὸ δοκεῖν 以下の説明を採用して文脈が整理されている。

  2. 3.3ὑπὸ τῶν κύκλων

    アリストテレス本文(1117b1–2)の ὑπὸ τῶν κύκλῳ(周囲を取り巻く事情によって)に対応する箇所。底本では名詞 κύκλος の複数属格 τῶν κύκλων と読まれており、直後の κύκλους δὲ λέγει τοὺς πόνους(そして彼は周囲の事柄として諸々の労苦を指している)において対格 κύκλους で受けている。構文上、快さ(τὸ ἡδύ)を不可視にする行為者・原因を示す ὑπό + 属格句であり、比喩的に取り巻く苦難・労苦を意味するものとして注釈されている。

  3. 3.3στρατιώτας δ’ οὐδὲν ἴσως κωλύει, φησί, μὴ τοὺς τοιούτους κρατίστους εἶναι

    アリストテレス 1117b17 の引用を含む文。妨害を表す動詞 κωλύει に否定辞 μή を伴う対格不定詞構文(τοὺς τοιούτους... εἶναι)が後続している。構文上、否定を含む主節(οὐδὲν κωλύει: 何ら妨げない)に伴う μή は冗長(余剰的)ではなく、「真に勇気ある者たち(τοὺς τοιούτους)ではない者たち(μὴ τοὺς τοιούτους)が軍人として最も優秀であることを何ら妨げない」という限定否定として機能している。アスパシオス自身も直後で「勇気ある者ではないが死への覚悟がある傭兵」と言い換えており、否定の係る位置が解釈の要点となる。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:86.17-88.6