← アスパシオス

アリストテレス『ニコマコス倫理学』注解

§62.18-63.33

快による行為の非強制性と無知による行為の区分

アスパシオスは混合行為が状況下では随意的であることを確認した上で、快に促された行為を「強制的」と見なす立場を退け、続いて無知による行為における後悔の有無に応じた不随意的と非随意的な区別、および「無知によって」と「無知でありながら」の差異(酩酊や憤怒の例)を論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3.1#4

τὸ γὰρ καθ’ αὐτὰ ἀκούσια αὐτὰ εἶναι ἴσον τῷ καθόλου· ἐν δὲ τοῖς πρακτοῖς ὁ περὶ τῶν καθόλου λόγος κενός, αἱ γὰρ πράξεις ἐν τοῖς καθ’ ἕκαστα· ταύτῃ δ’ ἦν ἑκούσια· ὥστε ἐν οἷς τὴν ἰσχὺν μάλιστα αἱ πράξεις ἔχουσι τοῦ εἶναι ἑκούσιοι ἢ ἀκούσιοι, κατὰ τοῦτο οὖσαι ἑκούσιοι μᾶλλον ἂν εὐλόγως ἢ ἀκούσιοι λέγοιντο.1 ἢ τὸ ἁπλῶς οὐ τὸ καθόλου σημαίνει; ἀλλ’ ὅτι αὗται ἐφ’ ἑαυτῶν ἄνευ περιστάσεως τῆς ἐν τῷ τότε καιρῷ ἀκούσιοί εἰσι, φοβερῶν δὲ ἐπικειμένων μᾶλλον ἑκούσιοι. καὶ γὰρ αἱ πράξεις ἐν τοῖς καθ’ ἕκαστα ἑκούσιοι, ὅταν ἑκὼν τότε πράττῃ ὁ πράττων. Γελοῖοι δ’ εἰσὶν οἱ λέγοντες βίαια εἶναι ὅσα ὑπὸ τῶν ἡδέων τινὲς ἀχθέντες ποιοῦσι. φασὶ γὰρ ὑποπίπτειν τῷ ὁρισμῷ τοῦ βιαίου· ἔξωθεν γὰρ ἡμῶν ὄντα τὰ ἡδέα ἀναγκάζει ἡμᾶς. οὗτος δ’ ὁ λόγος πάντα ποιεῖ τὰ ἀδικήματα βίαια· σχεδὸν γὰρ πάντες δι’ ἡδονὴν ἀδικοῦσιν οἱ ἄνθρωποι. γελοῖον δὲ τὸ μὴ αὑτὸν μᾶλλον αἰτιᾶσθαι εὐθήρατον ὄντα ὑπὸ τῶν ἡδέων, ἀλλὰ τὰ ἡδέα· ἐπ’ αὐτῷ οὖν καὶ τὸ ἄγεσθαι καὶ τὸ μή. δηλοῦσι δὲ καὶ οἱ σώφρονες καὶ οἱ ἐγκρατεῖς· ἐπεὶ κατά γε τοῦτον τὸν λόγον οὐδὲ τοὺς καλὰ πράττοντας ἑκόντας φαίη τις ἂν πράττειν· ἀναγκάζεσθαι γὰρ ὑπὸ τῶν καλῶν. εἰ δ’ αὑτόν τις αἰτιᾶται, εὔλογον καὶ τῶν αἰσχρῶν αὐτόν τινα αἰτιᾶσθαι ἀλλὰ μὴ τὰ ἡδέα. Τὸ μὲν οὖν βίαιον τί ἐστιν εἴρηται· τὸ δὲ δι’ ἄγνοιάν φησι πάντως εἶναι οὐχ ἑκούσιον· εἴδη δὲ τοῦ δι’ ἄγνοιαν εἶναι δύο· τὸ μὲν ὁμώνυμον τῷ ἀνωτάτω γένει, καλεῖται δὲ ἀκούσιον. ὅταν γὰρ δι’ ἄγνοιάν τις ποιήσῃ τι τῶν μὴ δεόντων καὶ μετὰ ταῦτα μαθὼν μετανοῇ καὶ λυπῆται, τότε ἀκούσιον φαίνεται ὡς ἀληθῶς τὸ πραχθέν. ὅταν δὲ γνοὺς μὴ μεταμελῆται μηδὲ λυπῆται, ἐνίοτε δὲ καὶ ἀσμενίζῃ, ἀκούσιον μὲν οὐ ῥητέον· ἔοικε γὰρ ἑκόντος αὐτοῦ γεγονέναι εἰ καὶ ὅτι μάλιστα ἠγνόησεν. ἐπεὶ δὲ ἀγνοήσας ἔπραξε, καὶ δεῖ αὐτῷ ἄλλο ὄνομα τίθεσθαι, ἀλλ’ οὐχὶ τὸ ἀκούσιον (οὐκ εὐποροῦμεν δὲ ἄλλου ὀνόματος, καλείσθω οὐχ ἑκούσιον), ἔοικε δὴ ἡ πᾶσα διαίρεσις τοιαύτη εἶναι· ληπτέον γὰρ αὐτήν, ἐπειδὴ καὶ δυσθεώρητός ἐστι, διὰ τὰς ἐνούσας αὐτῷ ὁμωνυμίας τῶν γενῶν πρὸς τὰ εἴδη ὧν ἐστιν ἀνωτάτω ἀκούσιον, ὃ ταὐτόν πώς ἐστι τῷ οὐχ ἑκουσίῳ· τοῦ δ’ αὖ ἀκουσίου ἢ οὐχ ἑκουσίου τὸ μὲν βίᾳ, τὸ δὲ δι’ ἄγνοιαν. τοῦ δὲ δι’ ἄγνοιαν τὸ μὲν ἑκούσιον,2 τὸ δὲ οὐχ ἑκούσιον, ὧν ἑκάτερον ὁμώνυμον τῷ γένει, τὸ μὲν τῷ οὐχ ἑκουσίῳ, τὸ δὲ τῷ ἀκουσίῳ. εἴποι ἂν οὖν τις καὶ τὰ ὑπὸ τὴν ἄγνοιαν οὐχ ἑκούσια καὶ ἀκούσια κατὰ τὸ ἀνωτάτω οὐχ ἑκούσιον καὶ ἀκούσιον, ὡς δὲ πρὸς ἄλληλα συγκρινόμενα τοῦ δι’ ἄγνοιαν εἴδη, καθ’ ἣν εἶπε διαφορὰν ὁ Ἀριστοτέλης τὸ μὲν ἔσται ἀκούσιον, τὸ δὲ οὐχ ἑκούσιον. Ἕτερον δέ φησιν εἶναι καὶ τὸ δι’ ἄγνοιαν πράττειν, οὗ ἀρχὴ τῆς πράξεως καὶ αἰτία ἡ ἄγνοια· οὐ λέγεται δὲ δι’ ἄγνοιαν πεποιηκέναι, ἀλλ’ ἀγνοῶν ἐνίοτε πράττει ὁ μεθύων τι πράξας ἢ ὀργιζόμενος·3 τῆς γὰρ πράξεως τῷ μὲν ἀρχὴ ἡ μέθη, τῷ δὲ ἡ ὀργή. διὰ μέθην οὖν ἂν λέγοιτο πεποιηκέναι, καὶ ὁ ἕτερος δι’ ὀργήν, δι’ ἄγνοιαν δὲ οὐδέτερος· ἀγνοῶν δ’ ὅμως ποιεῖ ἃ ποιεῖ. εἰ μὲν οὖν τις δι’ ἄγνοιάν τι ποιεῖ καὶ ἀγνοῶν ποιεῖ, εἰ δ’ ἀγνοῶν οὐ πάντως δι’ ἄγνοιαν. τάχα δ’ ἂν λέγοιτο εὐλόγως ὁ διὰ μέθην πράξας οὐ δι’ ἄγνοιαν πεποιηκέναι, οὐ μόνον ὅτι αἰτίαν ἔχει τῆς πράξεως τὴν μέθην, ἀλλὰ διότι οὐκ ἀγνοῶν ἦλθεν ἐπὶ τὴν μέθην καὶ ἐξὸν μὴ ἐπὶ τοσοῦτον πιεῖν ὥστε μεθυσθῆναι, ὅμως ἔπιεν· ἑκὼν οὖν ἐμεθύσθη, ὥστε καὶ ἑκὼν ἔπραξε τὰ ἐν τῇ μέθῃ καὶ οὐ δι’ ἄγνοιαν. τὰ δ’ αὐτὰ λεκτέον καὶ ἐπὶ τοῦ δι’ ὀργὴν πράξαντος· ἐπ’ αὐτῷ γὰρ ἦν ἐπιμεληθῆναι ἑαυτοῦ, ὅπως μὴ δι’ ὀργὴν προαγόμενος ποιῇ τὰ δεινὰ καὶ παράνομα. Ἃ δ’ ἑξῆς λέγει, δυνατὸν μὲν ὡς ἀκόλουθα λαμβάνειν τοῖς προειρημένοις, δυνατὸν δὲ καὶ ὡς αὐτό τι καθ’ αὑτό.

というのも、それら自体としては不随意であるということは普遍的なことと同等だからである。他方、行為しうる事柄においては、普遍的な事柄についての議論は空虚であり、行為は個別の事柄のうちにある。そしてこの点において、それらは随意的であった。したがって、行為が随意的あるいは不随意的であることの力を最も持つところのものにおいて、それらの行為はその点に従って随意的である以上、不随意的というよりは随意的と正当にも言われるであろう。それとも、「無条件に」は普遍的なことを意味しないのであろうか。むしろ、これらはその当時の時機における状況を抜きにしてそれら自身としては不随意的であるが、恐ろしい事態が差し迫っているときは、より随意的であるということなのだろうか。実際、個別における行為は、行為する者がその時に自ら望んで行うならば、随意的である。 他方、快いものによって引き動かされて行うあらゆる行為を強制的であると言う者たちは滑稽である。なぜなら彼らは、それらが強制的なものの定義に当てはまると主張するからである。すなわち、快いものは我々の外部にありながら我々を強制する、と。しかしこの議論は、すべての不正行為を強制的であるとすることになる。なぜなら、ほぼすべての人間が快のために不正を働くからである。だが、自分自身が快いものによって捕らえられやすいことを責めるのではなく、快いものを責めるのは滑稽である。それゆえ、引き動かされることも引き動かされないことも自分に依存しているのである。このことは節制ある者たちや自制ある者たちも明らかにしている。なぜなら、少なくともこの議論に従えば、立派なことを行う者たちさえも自ら望んで行っているとは誰も言えないことになろう。立派なことによって強制されていることになるからである。しかし、もし自分自身を責めるのであれば、醜悪なことについても、快いものたちではなく、自分自身を責めるのが正当である。 さて、強制的なものとは何であるかは述べられた。他方、無知によるものは全面的に「非随意的」である、と彼は言う。そして無知によるものには二つの種がある。一つは最上位の類と同名であり、「不随意的」と呼ばれる。なぜなら、誰かが無知によってなすべきでないことの何かを行い、その後に[事実を]知って悔悟し苦痛を覚えるとき、そのとき行われたことは真に不随意的であると現れるからである。しかし、知った後も後悔せず苦痛も覚えず、時には喜んでさえいる場合、不随意的とは言うべきではない。なぜなら、どれほど無知であったとしても、彼が望んで生じたことに似ているからである。しかし無知でありながら行ったのであるから、それに対して別の名を付すべきであり、不随意的という名ではない(だが我々は別の名に恵まれていないので、「非随意的」と呼ばれよう)。実に、全体の区分はそのようなものであると思われる。というのも、類と種との間に内在する同名異義性のために、それは見極めにくいものでもあるので、その区分を捉えるべきだからである。その最上位のものは不随意的であり、これは非随意的であることとある意味で同一である。他方、不随意的あるいは非随意的なもののうち、一方は外力によるもの、他方は無知によるものである。そして無知によるもののうち、一方は不随意的[テキストでは「随意的」]、他方は非随意的であり、その各々は類と同名であって、一方は非随意的と、他方は不随意的と同名である。それゆえ、無知の下にあるものも、最上位の非随意的および不随意的[という類]に従って非随意的および不随意的と呼ぶこともできようが、無知によるものの種として互いに比較されるものとしては、アリストテレスが述べた差異に従って、一方は不随意的、他方は非随意的となるであろう。 他方、無知によって行うこと(それにおいては無知が行為の始原であり原因である)はまた別のものである、と彼は言う。そして、酔って何かを行ったり激怒したりする者は、無知によって行ったとは言われないが、無知でありながら時に行う。なぜなら、行為の始原は一方にとっては酩酊であり、他方にとっては怒りだからである。それゆえ、[一方は]酩酊のゆえに行ったと言われ、他方は怒りのゆえに[行ったと言われる]であろうが、どちらも無知のゆえにではない。しかし無知でありながらも自ら行うことを行うのである。それゆえ、もし誰かが無知によって何かを行うなら、無知でありながらも行うが、無知でありながら[行う]からといって、すべてが無知によるわけではない。そしておそらく、酩酊のゆえに行った者が無知によって行ったのではないと正当にも言われるのは、単に行為の原因として酩酊を持つからだけではなく、無知であることなく酩酊へと至り、泥酔するほどには飲まないことが可能であったのに、それでも飲んだからである。それゆえ、自ら望んで酔っ払ったのであり、したがって酩酊の中での事柄も自ら望んで行ったのであって、無知によるのではない。同じことは怒りのゆえに行った者についても言われねばならない。なぜなら、怒りに駆られて恐ろしく不法なことを行わないよう、自分自身に配慮することはその者に依存していたからである。 彼が次に述べる事柄は、前に述べられた事柄の帰結として受け取ることも可能であるし、それ自体として独立したものとして受け取ることも可能である。

構文注3 件
  1. 3.1ὥστε ἐν οἷς τὴν ἰσχὺν μάλιστα αἱ πράξεις ἔχουσι τοῦ εἶναι ἑκούσιοι ἢ ἀκούσιοι, κατὰ τοῦτο οὖσαι ἑκούσιοι μᾶλλον ἂν εὐλόγως ἢ ἀκούσιοι λέγοιντο.

    主節の骨格は μᾶλλον ἂν εὐλόγως ἢ ἀκούσιοι λέγοιντο(不随意的というよりは随意的と正当にも言われるであろう)であり、主語は前置詞句 ἐν οἷς ... κατὰ τοῦτο(これにおいて)で修飾された αἱ πράξεις(行為)である。τοῦ εἶναι ἑκούσιοι ἢ ἀκούσιοι は名詞的不定詞属格で τὴν ἰσχὺν(力・有効性)に係る(「随意的あるいは不随意的であることについての力を」)。

  2. 3.1τοῦ δὲ δι’ ἄγνοιαν τὸ μὲν ἑκούσιον, τὸ δὲ οὐχ ἑκούσιον

    底本のテキストは τὸ μὲν ἑκούσιον, τὸ δὲ οὐχ ἑκούσιον と伝わるが、直後の ὧν ἑκάτερον ὁμώνυμον τῷ γένει, τὸ μὲν τῷ οὐχ ἑκουσίῳ, τὸ δὲ τῷ ἀκουσίῳ(「その一方は非随意的と、他方は不随意的と同名である」)およびアリストテレスのテキスト(後悔を伴うものを ἀκούσιον、伴わないものを οὐχ ἑκούσιον と区分する)から見て、τὸ μὲν ἑκούσιον は伝承上の誤写または筆写ミスで、本来は τὸ μὲν ἀκούσιον が企図されている。全言語でテキストの意図を踏まえて訳出・注記する。

  3. 3.1Ἕτερον δέ φησιν εἶναι καὶ τὸ δι’ ἄγνοιαν πράττειν, οὗ ἀρχὴ τῆς πράξεως καὶ αἰτία ἡ ἄγνοια· οὐ λέγεται δὲ δι’ ἄγνοιαν πεποιηκέναι, ἀλλ’ ἀγνοῶν ἐνίοτε πράττει ὁ μεθύων τι πράξας ἢ ὀργιζόμενος

    構文的には Ἕτερον δέ φησιν εἶναι καὶ τὸ δι’ ἄγνοιαν πράττειν(「無知によって行うことは別のものであると彼は言う」)に、関係代名詞節 οὗ ἀρχὴ τῆς πράξεως καὶ αἰτία ἡ ἄγνοια(「それにおいては行為の始原かつ原因が無知であるような」)が係る。続く文は、主語 ὁ μεθύων τι πράξας ἢ ὀργιζόμενος(「酔って何かを行ったり激怒したりする者」)に対し、対比的に οὐ λέγεται δὲ δι’ ἄγνοιαν πεποιηκέναι, ἀλλ’ ἀγνοῶν ἐνίοτε πράττει(「無知によって行ったとは言われないが、無知でありながら時に行う」)と述べる構造。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:62.18-63.33