← アスパシオス

アリストテレス『ニコマコス倫理学』注解

§152.31-154.9

万人が追求する快楽と身体的快楽の善性

アスパシオスは、万人が同一の快楽を追求しているというアリストテレスの議論を解釈し、最善の観想的快楽と名称を独占する身体的快楽を区別した上で、快楽を善でも悪でもないとする立場や身体的快楽のみを否定する立場を反駁し、身体的快楽も適度である限り善であると論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§5.4#3

ἐπεὶ οὖν οὐχ ἡ αὐτὴ φύσις οὔτε ἕξις ἡ ἀρίστη, ἀλλ’ ὡς διαφέρουσιν αἱ νοσώδεις οὕτως καὶ αἱ ἄρισται, διὰ τοῦτο διάφοροι αἱ ἡδοναὶ καὶ οὐ τὴν αὐτὴν διώκουσιν, ἡδονὴν μέντοι πάντες διώκουσι. ταῦτα δὲ εἰπὼν ὥσπερ μεταθέμενος λέγει· ἴσως δὲ καὶ διώκουσιν οὐχ ἣν οἴονται οὐδ’ ἣν φαῖεν ἄν, ἀλλὰ τὴν αὐτήν. τοῦτο δὲ περὶ τῶν ἀνθρώπων εἴρηται· τὸ γὰρ ‘φαῖεν ἄν’ καὶ τὸ ‘οἴονται’ ἀνθρώποις οἰκεῖον, εἰ καὶ περὶ πάντων εἴρηται τῶν ζῴων, κοινότερον τὴν φαντασίαν οἴησιν τοῦ νοῦ λέγοντα καί φασιν.1 πάντα γὰρ ἔοικε τὴν ἀνεμπόδιστον τῆς φύσεως ἐνέργειαν διώκειν καὶ πάντα ἔχειν ἀντίθεσιν· ἔστι δὲ θεῖόν τι ἐν τοῖς ζῴοις καὶ μάλιστα ἐν τοῖς λογικοῖς, εἴ τις ἐφίεται τῆς οἰκείας ἐνεργείας καὶ ἀνεμποδίστου καὶ διὰ τοῦτο καὶ ἡδονῆς. ἔστι μὲν οὖν ἡ ἀρίστη καὶ τελειοτάτη τῶν ἡδονῶν ἡ αὐτὴ καθ’ αὑτὴν τῆς ψυχῆς, ὅταν θεωροῦσα τὰ κάλλιστα καὶ θειότατα τῶν ὄντων χαίρῃ. ὅμως δὲ μόναι εἰλήφασι τὸ τῆς ἡδονῆς ὄνομα αἱ σωματικαὶ ἡδοναί· μόναι γὰρ καὶ δοκοῦσιν ἡδοναὶ καὶ λέγονται. αἴτιον δὴ διὰ τὸ πλειστάκις αὐταῖς ἐντυγχάνειν τρεφομένους καθ’ ἑκάστην ἡμέραν θαλπομένους ψυχομένους, ἔστι δὲ ὅτε καὶ τῇ σφοδροτάτῃ χρωμένους ἡδονῇ, τῇ τῶν ἀφροδισίων· ἔτι δὲ τῷ τούτων μὲν πάντας μετέχειν ἀνθρώπους, τῶν δὲ θεωρητικῶν ὀλίγους· ἐπεὶ οὖν μόναι γνώριμοί εἰσι πᾶσιν, μόνας οἱ πλεῖστοι τῶν ἀνθρώπων ἡδονὰς ταύτας νομίζουσιν. Ὁ δὲ ἑξῆς λόγος λέγεται πάλιν πρὸς τοὺς ἡγουμένους τὴν ἡδονὴν μήτε ἀγαθὸν εἶναι μήτε κακόν. εἰ γὰρ μὴ ἔστιν ἀγαθὸν ἡ ἡδονὴ καὶ ἡ τοιαύτη ἐνέργεια, οὐκ ἔστιν ἀναγκαῖον ζῆν ἡδέως τὸν εὐδαίμονα, ἀλλ’ ἐγχωρεῖ καὶ λυπηρῶς ζῶντα εὐδαιμονεῖν. ἡ γὰρ ἡδονὴ οὔτε κακὸν οὔτε ἀγαθὸν καὶ ἡ λύπη οὐδέτερον τούτων ἐστίν· οὐδέτερον γὰρ † ἐναντιοῦν φεύγει τὴν λύπην, ὁ δὲ εὐδαίμων, ἀλλ’ οὐχ ὁμοίως, ἐπ’ αὐτὴν ἔρχεται ὥσπερ ἐπὶ τὴν ἡδονήν. ὁ δὲ λόγος ἐν βραχέσιν εἰπεῖν τοιοῦτος· εἰ μὴ ἔστιν ἀγαθὸν ἡ ἡδονή, οὐδὲν μᾶλλον δεῖ ζῆν τὸν εὐδαίμονα ἡδέως ἢ λυπηρῶς· δεῖ δὲ μᾶλλον αὐτὸν ἡδέως ζῆν ἢ λυπηρῶς· ἀγαθὸν ἄρα ἡ ἡδονή· ἔτι δὲ εἰ μὴ ἡδὺς ὁ τοῦ σπουδαίου βίος οὐδὲ αἱ ἐνέργειαι αὐτοῦ ἡδεῖαι, ἀλλὰ μὴν καὶ αἱ ἐνέργειαι αὐτοῦ ἡδεῖαι καὶ 〈ὁ〉 βίος ἄρα. δεῖ δὲ λαβεῖν τὰς ἐνεργείας εἶναι ἡδείας ὅταν ἐν προηγουμένοις ὦσιν.2 Ἐγένετο δέ τις δόξα τῶν λεγόντων τὰς μὲν σωματικὰς ἡδονὰς μὴ εἶναι ἀγαθὸν ἀλλ’ οὔτε ἀγαθὸν οὔτε κακόν, ἐνίας δὲ εἶναι ἡδονὰς σφόδρα αἱρετάς, οἷον τὰς καλάς. αὗται δέ εἰσιν αἱ γινόμεναι, ὅταν ἡ ψυχὴ ἐνεργῇ περὶ τὴν τῶν καλλίστων θεωρίαν ἢ πρᾶξιν. πρὸς δὲ τούτοις ἐνιστάμενός φησι τοῖς λέγουσιν3 ὅτι ἔνιαι ἡδοναὶ αἱρεταὶ σφόδρα, οἷον αἱ καλαί, ἀλλ’ οὐχ αἱ σωματικαὶ καὶ περὶ ἃς ὁ ἀκόλαστος· οὐ γὰρ καλῶς, ὡς ἔοικεν, ὑπολαμβάνουσιν αὐτὰς εἶναι διὰ τὸ καὶ ἀκολασίαν ἐπιδέχεσθαι. τοῖς δὴ ταῦτα λέγουσιν ἐπισκεπτέον, διὰ τί αἱ ἐναντίαι λῦπαι μοχθηραί; κακῷ γὰρ ἀγαθὸν ἐναντίον. φαίνεται δὲ χρῆσθαι πρὸς αὐτοὺς τῷ λόγῳ, οὗ καὶ πρότερον ἐμνήσθη. ἐπεὶ γὰρ τῇ λύπῃ κακῷ οὔσῃ ἐναντίον ἐστὶν ἡ ἡδονὴ καὶ οὐ κακόν, ὁμολογεῖσθαι ἀνάγκη αὐτὴν ἀγαθὸν εἶναι. ἢ εἴποιεν ἂν οὕτως ἀγαθὰς αὐτὰς εἶναι, ἐπειδὴ καὶ τὸ οὐ κακὸν ἀγαθὸν δοκεῖ; καὶ ταῦτα εἰπὼν ἐπιφέρει τὸ αὑτῷ δοκοῦν. τὰς γὰρ σωματικὰς ἡδονὰς μέχρι του ἀγαθὰς εἶναι, ὅταν ἔχωσι μέτρον καὶ ὅρον, ὅταν δὲ ὑπερβάλλωσι τοῦ δέοντος, φαῦλαι.

それゆえ、自然本性も最善の状態も同一ではなく、病的な状態が異なるように最善の状態も異なる以上、この理由から快楽も様々であり、すべての者が同一のものを追求するのではないが、それでもすべての者が快楽を追求している。しかし彼はこれらのことを述べたのち、あたかも立場を変えたかのように言う。「しかしおそらく彼らが追求しているのは、自分たちが思っている快楽でもなく、言明するであろう快楽でもなく、同一の快楽なのである」。そしてこれは人間について語られている。なぜなら「言明するであろう」や「思っている」は人間に固有であるからであり、たとえすべての動物について語られているのだとしても、彼[アリストテレス]が表象をより広義に知性の思惑と呼んでおり、人々もそう言っているのだと解されるからである。なぜなら、すべてのものが自然本来の妨げられない活動を追求し、すべてのものが[それに類する]知覚を有しているように思われるからである。そして、固有の妨げられない活動を、したがってまた快楽をも求めるならば、動物たちの中にも、とりわけ理性的な動物たちの中には神的な何ものかが存している。さて、快楽のうちで最善にして最も完全なものは、魂のそれ自体における快楽であり、魂が存在するもののうち最も美しく最も神的なものを観想して喜ぶときがそれである。それにもかかわらず、身体的快楽だけが快楽の名を独占してきた。なぜなら身体的快楽だけが快楽と思われ、またそう呼ばれているからである。その原因は、人々が日々養われ、暖められ、冷やされつつ身体的快楽に極めて頻繁に出遭い、時には最も激しい快楽、すなわち性愛の快楽を享受することによる。さらに、すべての人間がこれらにあずかるのに対して、観想的な快楽にあずかるのはごく少数であることによる。したがって、身体的快楽のみが万人に周知である以上、大半の人間はこれらのみを快楽とみなすのである。 それに続く議論は、快楽は善でも悪でもないと考えている人々に対して再び語られている。というのも、もし快楽およびそのような活動が善でないとするなら、幸福な人が快く生きることは必然的ではなく、苦痛のうちに生きていても幸福であることが許容されることになるからである。なぜなら、快楽は悪でも善でもなく、苦痛もそのいずれでもないからである。なぜなら、……は苦痛を避けるのに対して、幸福な人は快楽に向かうのと同様に苦痛に向かうわけではないからである。手短に言えば、この議論は次のようなものである。もし快楽が善でないなら、幸福な人が苦痛のうちに生きるよりも快く生きるべき理由はまったくない。しかし彼は苦痛のうちに生きるよりも快く生きるべきである。したがって快楽は善である。さらに、もし優れた人の生が快くないなら、その人の活動も快くないことになるが、実際にはその人の活動は快く、したがってその人の生も快いのである。ただし、諸活動が本来的な対象においてあるときに快いのだと解さねばならない。 身体的快楽は善ではなく、善でも悪でもないが、ある種の快楽、例えば高貴な快楽は極めて選択に値すると主張する人々の見解も生じた。これらは、魂が最も美しいものの観想や実践に関して活動するときに生じる快楽である。さらにこれに加えて、彼[アリストテレス]は、ある種の快楽、例えば高貴な快楽は極めて選択に値するが、身体的快楽や放埒な人がそれに関わっているような快楽はそうではないと主張する人々に対して異議を唱えて語っている。なぜなら、彼らは身体的快楽が放埒をも受け入れるという理由で、それらが良い状態にあるとは考えていないように思われるからである。そこで、このように主張する人々は、なぜそれに対立する苦痛が劣悪であるのかを考察すべきである。悪には善が対立するからである。そして彼は、以前にも言及した議論を彼らに対して用いているように思われる。というのも、悪である苦痛に対して快楽は反対のものであり、かつ悪ではない以上、快楽が善であると承認されることが必然であるからである。あるいは、悪でないものも善と思われるがゆえに、彼らはそれらの快楽がこのようにして善であると言うのであろうか。そしてこれらを述べたのち、彼は自らの見解を付け加えている。すなわち、身体的快楽は、尺度と限界を有しているときにはある程度まで善であるが、適度を超過するときには劣悪である、と。

構文注3 件
  1. 5.4κοινότερον τὴν φαντασίαν οἴησιν τοῦ νοῦ λέγοντα καί φασιν

    分詞 λέγοντα は文脈上の主語(アリストテレス)を指す対格で、前の不定詞構文あるいは εἰ καί 以下の含意を受ける構造である。アリストテレスが「思惑」(οἴησις)という知性的語彙を、広義に動物一般の「表象」(φαντασία)の意味で用いていると釈明している。

  2. 5.4ὅταν ἐν προηγουμένοις ὦσιν

    ἐν προηγουμένοις は「本来的な(主要な)対象において」の意。活動が外的な偶性や妨げによる付随的対象ではなく、それ自体として目指される本来的な領域(徳や観想などの第一義的対象)において行われる条件を示している。

  3. 5.4πρὸς δὲ τούτοις ἐνιστάμενός φησι τοῖς λέγουσιν

    πρὸς δὲ τούτοις は「これらに加えて(さらに)」を意味する副詞的結合であり、動詞 ἐνιστάμενος が与格 τοῖς λέγουσιν(「…と言う人々に対して異議を唱えつつ」)を統語的に支配している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:152.31-154.9