- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:146.12-147.35
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アスパシオスは『ニコマコス倫理学』1153a7の註解において、快楽が生成ではなく自然本性に即した状態の活動である論拠を敷衍し、快楽の定義を「知覚可能な生成」から「自然本性に即した状態の妨げられない活動」へと改訂するアリストテレスの議論を解説する。
" Ἔτι οὐκ ἀνάγκη ἕως ἐπεὶ εἰσὶν ἡδοναὶ καὶ σώφρονος." Οἱ λέγοντες μὴ εἶναι τέλος τὴν ἡδονὴν μηδὲ ταὐτὸν τῇ εὐδαιμονίᾳ μάλιστα χρῶνται τῷ γένεσιν αὐτὴν εἶναι, πρὸς οὓς ἀποτεινόμενός φησιν εἶναι μὴ ἀναγκαῖον ἕτερόν τι τῆς ἡδονῆς τίθεσθαι βέλτιον. ὁμολογουμένως μὲν γὰρ ἄμεινον τὸ οὗ ἕνεκεν τοῦ ἕνεκά του καὶ διὰ τοῦτο πάσης γενέσεως τό τέλος ἄμεινον, οὗ ἕνεκεν ἡ γένεσις. ἀλλ’ οὐκ ἔστιν ἡδονὴ ἡ γένεσις, ὡς εἴρηται· οὐ μόνον δὲ οὐκ εἰσὶν ἐνέργειαι αἱ ἡδοναί,1 ἀλλ’ οὐδὲ μετὰ γενέσεως πᾶσαι. αἱ μὲν γὰρ μετὰ ἀναπληρώσεως, εἰ καὶ μὴ γενέσεις, ἀλλὰ μετὰ γενέσεως· τοιαῦται δέ εἰσιν αἱ διὰ τῆς τροφῆς ἡδοναὶ καὶ διὰ τοῦ θάλπεσθαι, ὁπότε ἐνδεήσει τοῦ θερμοῦ τὸ σῶμα, καὶ διὰ τοῦ ψύχεσθαι, ὁπότε ἐνδεήσει τοῦ ψυχροῦ. οὔτε δὲ αἱ διὰ τοῦ ὁρᾶν γινόμεναι ἡδοναὶ οὔτε αἱ διὰ τοῦ ἀκούειν μετὰ ἀναπληρώσεως· οὐ γὰρ προϋπαρχούσης ἐνδείας καὶ λύπης γίνονται. μάλιστα δὲ πασῶν αἱ διὰ τοῦ θεωρεῖν ἡδοναὶ πόρρω εἰσὶ τοῦ μετὰ ἀναπληρώσεως ἢ γενέσεώς τινος συμβαίνειν. ἐπεὶ οὖν γενέσεις μὲν οὐκ εἰσὶν αἱ ἡδοναί, ἐνέργειαι δὲ τῆς κατὰ φύσιν ἕξεως, οὐδὲν κωλύει αὐτὰς κατὰ τοῦτον τὸν λόγον τὸ ἄριστον εἶναι καὶ ταὐτὸν τῇ εὐδαιμονίᾳ. ἐπεὶ γὰρ διὰ τὸ γένεσιν εἶναι τὴν ἡδονὴν οὔ φησιν ἐγχωρεῖν εἶναι αὐτὴν τέλος, οὐ φαίνεται δὲ γένεσις οὖσα, τί κωλύει τέλος εἶναι ἡδονήν; ἀλλὰ τοὺς λόγους οἷς χρῶνται οἱ μὴ ἀγαθὸν αὐτὴν λέγοντες ἢ μὴ τέλος ἀνατρέπειν 〈δεῖ〉· τάχα δ’ ἄν πως εἴη καὶ τέλος, διότι σὺν τῷ τέλει καὶ τῇ εὐδαιμονίᾳ πάντως ἐστίν· πᾶσα γὰρ εὐδαιμονία μεθ’ ἡδονῆς· οὐ γινομένων οὖν συμβαίνουσιν αἱ ἡδοναὶ ἀλλὰ χρωμένων. τῶν γὰρ φυσικῶν ἕξεων ἐνεργουσῶν καὶ χρωμένων τισὶ συμβαίνουσιν αἱ ἡδοναί· τῆς μὲν οὖν θρεπτικῆς ψυχῆς χρωμένης σιτίοις καὶ ποτοῖς αἱ διὰ τῆς τροφῆς ἡδοναὶ γίνονται, τῆς δὲ ὁρατικῆς δυνάμεως χρωμένης τοῖς ὁρατοῖς καὶ ἐνεργούσης περὶ αὐτὰ ἡ ἀπὸ τῶν ὁρατῶν ἡδονὴ γίνεται, ἄλλης δὲ φύσεως ἢ ἕξεως ἄλλῳ τῳ χρωμένης ἄλλη προσγίνεται ἡδονή. εἰ δὲ καὶ δῴη τις παρὰ τὰς ἡδονὰς ἕτερόν τι γίνεσθαι, οὐκ ἐπὶ πασῶν τοῦτο ἔστιν, ἀλλ’ ἐπὶ τῶν πρώτων κατὰ τελείωσιν τῆς φύσεως λεγομένων γίνεσθαι,2 αὗται δέ εἰσιν αἱ κατὰ τὴν ἀναπλήρωσιν. οὐ γὰρ διὰ τοῦτο τρεφόμεθα διὰ τὸ τρέφεσθαι οὐδὲ [διὰ] τὴν ἀπὸ τούτου ἡδονὴν αἱρούμεθα δι’ αὑτήν, ἀλλ’ ἵνα εἰς κατάστασιν τὴν φυσικὴν ἀγάγωμεν τὸ σῶμα. τέλος οὖν ἡ κατάστασις, ἕτερον οὖσα τῆς ἀναπληρώσεως καὶ τῆς κατὰ ταῦτα ἡδονῆς. ἐπεὶ οὖν οὐ πᾶσαι ἀποκαταστάσεις τινές εἰσιν εἰς τὸ κατὰ φύσιν (αἱ γοῦν κατὰ τὸ θεωρεῖν ἡδοναὶ οὐδὲν ἔχουσι τοιοῦτον οὐδὲ ἑτέρου ἕνεκεν γίνονται ἀλλ’ εἰσὶν αὐτὸ τὸ τέλος), φανερόν, ὡς οὐδὲν ἂν κωλύοι εἶναί τινα ἡδονὴν τέλος. διόπερ οὐ καλῶς ἔχει αἰσθητὴν γένεσιν λέγειν τὴν ἡδονήν, ἀλλὰ μᾶλλον, φησί, λεκτέον ἐνέργειαν τῆς κατὰ φύσιν ἕξεως· τοῦτο γὰρ κοινὸν ἁπάσαις ταῖς ἡδοναῖς· ἀντὶ δὲ τοῦ αἰσθητὴν ἀνεμπόδιστον ῥητέον· οἱ μὲν γὰρ ἀποδιδόντες γένεσιν αὐτὴν οὕτως ἔλεγον γένεσιν εἰς φύσιν αἰσθητήν, αὐτὸς δὲ ἐνέργειαν τῆς κατὰ φύσιν ἕξεως ἀνεμπόδιστον εἶπεν. εἰ μὲν οὖν ἐν τῷ ἀνεμπόδιστον λέγειν ἐμφαίνεται καὶ τὸ αἰσθητόν, ἱκανῶς ἂν ἔχοι ὁ τῆς ἡδονῆς ὁρισμός· εἰ δὲ μὴ ἐμφαίνεται, δεῖ πάντως τὸ αἰσθητὸν προσκεῖσθαι. ἂν γὰρ ἐνέργεια μὲν ᾖ τῆς φύσεως καὶ ἀνεμπόδιστος, μὴ αἰσθητὴ δέ, οὐκ ἔσται ἡδονή, οἷον ἡ ἀνάδοσις τῆς τροφῆς ἐνέργεια μέν ἐστι τῆς φύσεως, οὐ μὴν αἰσθητή, διόπερ οὐδὲ ἡδονή. δοκεῖ δέ, φησί, γένεσις εἶναι ἡδονή, [ἢ] ὅτι κυρίως ἀγαθόν.3 τοῦτο δὲ λέγει, ἐπειδὴ τὸ κυρίως λεγόμενον ἀγαθὸν ἐνέργειαν νομίζει εἶναι· τὴν γοῦν εὐδαιμονίαν ἐνέργειαν τίθεται. ἐπεὶ οὖν καὶ ἡ ἡδονὴ ἐνέργειά τις, κυρίως ἂν εἴη ἀγαθόν. λέγει οὖν τοῦτο ὥσπερ μεμφόμενος τοῖς γένεσιν αὐτὴν λέγουσι καὶ διὰ τοῦτο ὅτι μὴ σπουδαῖον, ὡσανεὶ ἔλεγεν, ἐξ οὗ μάλιστα αὐτὴν ἔδει μὴ νομίζειν γένεσιν, ἐκ τούτου νομίζουσιν. ἔστι μὲν γὰρ ἐνέργεια καὶ διὰ τοῦτο κυρίως ἀγαθόν· οἱ δὲ διὰ τοῦτο γένεσιν λέγουσιν, ἀπατώμενοι τῷ νομίζειν ταὐτὸν τὴν ἐνέργειαν καὶ τὴν γένεσιν, ἔστι δὲ ἕτερον. καὶ ἀγαθὸν μὲν πάντες τὴν ἐνέργειαν οὐκ ἴσασιν οὖσαν, συνάγοντες δὲ εἰς ταὐτὸν τὴν ἐνέργειαν καὶ τὴν γένεσιν, ἡγοῦνται γένεσιν τὴν ἡδονήν. ἴσως μὲν οὖν ἔνιαι ἐνέργειαι γενέσεως αἰτίαι, οὐ μὴν οὐδὲ ἐκεῖναι γενέσεις· ἡ γὰρ οἰκοδομικὴ ἐνέργεια αἰτία μὲν γενέσεως, οὐ μὴν αὐτὴ γένεσις. ἔνιαι δὲ ἐνέργειαι καὶ ἁπλῶς τέλος, ὁπότε καὶ ἡ εὐδαιμονία ἐνέργειά τίς ἐστι κατ’ ἀρετήν.
「さらに、[…]である必然性はない、[…]節制ある人の快楽もあるのだから、に至るまで。」 快楽は目的ではなく、幸福と同一でもないと主張する者たちは、快楽が生成であるという論拠をとりわけ用いているが、彼らに反駁を向けつつ、[アリストテレスは]快楽より善い別の何かを想定する必要はない、と述べている。なぜなら、目的(何かのためのもの)が目的のための手段よりも優れていることは万人の認めるところであり、それゆえすべての生成よりも、その生成が目指す目的のほうが優れているからである。だが、すでに述べられたように、快楽は生成ではない。快楽は活動ではないばかりか、すべてが生成を伴っているわけでもない。というのも、ある快楽は、生成そのものではないにせよ、補充を伴っており、生成を伴っているからである。そしてそのような快楽とは、食物を通じた快楽や、身体が温かさを欠くときに温められることを通じた快楽、冷たさを欠くときに冷やされることを通じた快楽である。しかし、視ることによって生じる快楽も、聴くことによる快楽も、補充を伴ってはいない。なぜなら、それらはあらかじめ欠乏や苦痛が存在することによって生じるのではないからである。そして何よりも、観照することによる快楽は、補充や何らかの生成を伴って生じることからは最も遠い。したがって、快楽は生成ではなく自然本性に即した状態の活動である以上、快楽がこの規定に従って最善のものであり幸福と同一であることを妨げるものは何もない。なぜなら、快楽が生成であることのゆえに快楽が目的であることはありえないと彼[敵対者]は主張しているが、快楽が生成であるようには見えない以上、何が快楽を目的とすることを妨げようか。むしろ、快楽を善ではない、あるいは目的ではないと主張する者たちが用いる議論を論破しなければならない。おそらく快楽はある意味で目的でもありうるであろう。なぜなら、快楽は必ず目的および幸福とともに存在するからである。というのも、あらゆる幸福は快楽を伴うからである。それゆえ、快楽は生成しつつある者たちに伴うのではなく、[能力を]行使している者たちに伴うのである。なぜなら、自然本性的な状態が活動し、何かを用いているときにこそ、快楽は伴うからである。すなわち、栄養摂取の魂が食物や飲み物を用いているときには食物を通じた快楽が生じ、視覚能力が可視的な対象を用い、それらに関して活動しているときには可視的な対象からの快楽が生じ、別の自然本性や状態が別の何かを用いているときには、別の快楽が加わるのである。そして、たとえ快楽のほかに別の何かが生じることを認めるとしても、これはあらゆる快楽において成り立つのではなく、自然本性の完成の過程において生じると言われる最初の快楽においてのみ成り立つのであり、これらこそ補充に伴う快楽である。なぜなら、われわれは養われることそのもののために養われるのではないし、そこから生じる快楽をそれ自体のために選ぶのでもなく、身体を自然本性的な状態へと導くために選ぶからである。したがって、確立した状態こそが目的であり、それは補充やそれらに伴う快楽とは別のものである。それゆえ、すべての[快楽]が自然本性に即した状態への何らかの復帰であるわけではない以上(少なくとも観照に伴う快楽は何らそのような性格を持たず、別のもののために生じるのでもなく、それ自体が目的なのである)、ある快楽が目的であることを妨げるものは何もないことは明白である。それゆえ、快楽を知覚可能な生成と呼ぶのは適切ではなく、むしろ自然本性に即した状態の活動と呼ぶべきであると彼は言う。というのも、このことはすべての快楽に共通だからである。そして「知覚可能な」という語の代わりに「妨げられない」と言うべきである。なぜなら、快楽を生成と規定する者たちは、自然本性へと向かう知覚可能な生成と呼んでいたが、彼自身は自然本性に即した状態の妨げられない活動と呼んだからである。それゆえ、もし「妨げられない」と言うことの中に「知覚可能な」ということも含意されているならば、快楽の定義は十分であろう。しかし、もし含意されていないとすれば、何としても「知覚可能な」が付加されなければならない。なぜなら、たとえ自然本性の活動であり妨げられないとしても、知覚可能でないならば快楽ではないからである。例えば、食物の全身への配分は自然本性の活動ではあるが、決して知覚可能ではないため、快楽でもない。さらに、快楽が生成であると思われるのは、それが本来的な意味での善であるからだと彼は言う。彼がこう言うのは、本来的な意味で言われる善とは活動であると考えているからである。現に彼は幸福を活動と想定している。それゆえ、快楽も何らかの活動である以上、本来的な意味での善であろう。したがって、彼がこのように言うのは、快楽を生成であると呼び、そのゆえに優れたものではないと呼ぶ者たちをとがめるかのようであり、あたかも「人々は快楽を生成とみなしてはならない最大の根拠から、まさにそれを生成とみなしている」と言っているかのようである。なぜなら、快楽は活動であり、このゆえに本来的な意味での善であるのに、人々は活動と生成を同一視する錯覚に陥って、このゆえに快楽を生成と呼んでいるからである。しかし活動と生成とは別のものである。そして人々は全員が活動が善であることを知っているわけではないが、活動と生成を同じものへと引き合わせ、快楽を生成と考えているのである。おそらく、ある活動は生成の原因ではあるが、それらの活動も決して生成そのものではない。というのも、建築の活動は生成の原因ではあるが、決してそれ自体が生成ではないからである。そして、ある活動は、幸福もまた徳に基づく何らかの活動である以上、端的に目的でもある。
- 5.3οὐ μόνον δὲ οὐκ εἰσὶν ἐνέργειαι αἱ ἡδοναί
写本伝承では ἐνέργειαι とあるが、前後の文脈(直前の οὐκ ἔστιν ἡδονὴ ἡ γένεσις および直後の ἀλλ’ οὐδὲ μετὰ γενέσεως πᾶσαι)から見ると本来は γενέσεις を想定すべき箇所である。本文通りの構文に従って訳出しているが、文脈上は「快楽が生成ではない」ことの追加的論拠(生成ですらないばかりか、生成を伴うものですら必ずしもない)を展開している構造である。
- 5.3ἐπὶ τῶν πρώτων κατὰ τελείωσιν τῆς φύσεως λεγομένων γίνεσθαι
前置詞句 ἐπὶ τῶν ... λεγομένων γίνεσθαι は「〜と言われる[快楽]の場合において」を意味し、冠詞 τῶν に ἡδονῶν が補完される。κατὰ τελείωσιν τῆς φύσεως は不定詞 γίνεσθαι に係る副詞的句構文であり、「自然本性の完成の過程において生じる」と解される。
- 5.3δοκεῖ δέ, φησί, γένεσις εἶναι ἡδονή, [ἢ] ὅτι κυρίως ἀγαθόν
アリストテレス原文(1153a12–13: δοκεῖ δὲ γένεσίς τις εἶναι, ὅτι κυρίως ἀγαθόν)の引用・敷衍。ὅτι は理由を示す接続詞節を導き、「快楽が本来的な善(すなわち活動)であるがゆえに[人々によって活動と混同されて]生成と思われる」という逆説的理由を提示している。ἢ は本文批判上削除されている。
