← アスパシオス

アリストテレス『ニコマコス倫理学』注解

§108.1-109.23

大度の定義と人物の四分類および名誉の本質

アスパシオスは大度(魂の偉大さ)を論ずるにあたり、徳そのものよりも大度な人物を考察する方が把握しやすいという導入から説き起こし、自分を偉大とみなす度合いと現に値する度合いによる四種の人物区分を示すとともに、真の大度な人が求める名誉とは他者に依存した受動的な名誉ではなく徳の自覚と神々・卓越した者たちからの敬重に値することであると論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4.4#1

" Ἡ μεγαλοψυχία δὲ ἕως τοῦ * * * "Πρὸς μὲν τὸ λαβεῖν τί ἐστιν ἡ μεγαλοψυχία, οὐδὲν διαφέρει, ὥς φησι, τὴν ἕξιν σκοπεῖν ἢ τὸν κατὰ τὴν ἕξιν. λέγει δὲ κατὰ τὴν ἕξιν τὸν μεγαλόψυχον. πρὸς δὲ τὸ ῥᾷον λαβεῖν ἴσως πρὸ ἔργου ἐστὶν ἡ τοῦ μεγαλοψύχου θεωρία· διὸ περὶ τούτου ποιεῖται τὴν σκέψιν· καταφανοῦς γὰρ αὐτοῦ γενομένου, ῥᾳδία ἐστὶν ἡ μετάβασις ἐπὶ τὴν μεγαλοψυχίαν. δοκεῖ δέ φησι μεγαλόψυχος εἶναι ὁ μεγάλων αὑτὸν ἀξιῶν, 〈ἄξιος ὤν·〉 ὁ γὰρ μεγάλων 〈ἑαυτὸν〉 ἀξιῶν, οὐκ ὢν δὲ ἄξιος, ἠλίθιος· οὐδεὶς δὲ τῶν κατ’ ἀρετὴν ἠλίθιος, ὥστε οὐκ ἄξιός ἐστι μικρῶν καὶ μικρῶν ἀξιῶν ἑαυτόν, ὅν φησιν εἶναι σώφρονα·1 ἕτερος δὲ ὁ μεγάλων αὑτὸν ἀξιῶν ἀνάξιος ὤν, ὃν ὀνομάζει χαῦνον καὶ τάττει κατὰ τὴν ὑπερβολήν· τρίτον δὲ τὸν μειζόνων ἀξιοῦντα ἑαυτὸν ἢ ἄξιός ἐστιν, ὃν οὐ πάντως φησὶ χαῦνον εἶναι· τέταρτον δὲ τὸν ἐλαττόνων ἀξιοῦντα ἑαυτόν, ἐάν τε μεγάλων ἐάν τε μετρίων ἐάν τε καὶ μικρῶν ἄξιος ὢν ἔτι ἐλαττόνων ἑαυτόν ἀξιοῖ. περὶ δὲ τούτων πάντων σκέψαιτο ἄν τις εὐλόγως ἀρξάμενος ἀπ’ αὐτοῦ τοῦ μεγαλοψύχου. καὶ γὰρ ἐπίνοιά ἐστι τοῦ μεγαλοψύχου ἀνδρὸς κατὰ τοὔνομα μέγεθός τι ψυχῆς ἔχοντος· καὶ διὰ τοῦτο μήτε ὑπὸ εὐτυχίας ἐξογκουμένου μήτε ὑπὸ δυστυχίας πίπτοντος, ἀλλ’ ἐμμελῶς φέροντος τὰς τύχας. οὗτοι γὰρ λέγονται μάλιστα μεγαλόψυχοι, ὧν ἔοικεν ἡ ψυχὴ τοῖς ἰσχυροῖς καὶ ὑγιεινοῖς σώμασιν, ἃ οὔτε ὑπὸ πνίγους οὔτε ὑπὸ χειμῶνος ἢ πνευμάτων μεταβάλλει, ἀλλ’ ἄσειστα καὶ ἀμετάβλητα μένει· τὸν αὐτὸν τρόπον καὶ ὁ μεγαλόψυχος ὑπ’ οὐδεμιᾶς τύχης σείεται οὔτε μεταβάλλει, ἅτε εἰδὼς οὐδὲν τῶν ἀνθρωπίνων σπουδῆς ὂν ἄξιον ἀλλὰ μέγιστον μὲν ἀγαθὸν τὴν ἀρετήν, μέγιστον δὲ κακὸν τὴν κακίαν, τὰ δ’ ἄλλα ἀγαθὰ καὶ κακὰ οὐ τοιαῦτα εἶναι, ὥστ’ ἄξιον εἶναι πίπτειν ἐπὶ τοῖς κακοῖς ἢ ἐπαίρεσθαι ἐπὶ τοῖς ἀγαθοῖς· τοιοῦτος δή τις μάλιστα δοκεῖ ὁ μεγαλόψυχος. λέγειν γοῦν εἰώθαμεν ἐπὶ τῶν ἐν δυστυχίᾳ μὴ καταπιπτόντων, ὅτι μεγαλοψύχως ἤνεγκαν καὶ ἐπὶ τῶν μὴ ἐπαιρομένων μηδὲ ἐξογκουμένων ὑπὸ εὐτυχίας μεγαλοψύχως ἔχειν. ὁ δ’ Ἀριστοτέλης λέγει μεγαλόψυχον τὸν μεγάλων ἑαυτὸν ἀξιοῦντα ἄξιον ὄντα. τίνα δὲ τὰ μεγάλα ταῦτά ἐστιν, ὧν ἑαυτὸν ἀξιοῖ, προελθὼν διασαφεῖ. Λέγει γὰρ τὰς τιμὰς εἶναι τὰ μέγιστα τῶν ἐκτὸς ἀγαθῶν ὧν ἐφίεσθαι τὸν μεγαλόψυχον. τοῦτο δ’ αὐτὸ δόξει ἄτοπον εἶναι· ἂν γὰρ σκοπὸς 〈ᾖ〉 ἡ παρὰ τῶν ἄλλων τιμή, οὕτως ἔοικεν οὐκ ἐφ’ ἑαυτῷ εἶναι ἀλλ’ ἐπ’ ἄλλοις, κἂν οὕτω τύχῃ, πυκνὰ μεταβάλλειν ἐκ τοῦ εὖ πράττειν εἰς τὸ κακοπραγεῖν, ἐὰν ποτὲ μὲν τιμᾶται ποτὲ δὲ μή, ἀλλὰ τοὐναντίον ἀτιμάζηται· ἥκιστα δὲ προσήκει τῷ ἐναρέτῳ ἐπ’ ἄλλοις εἶναι. ἀλλὰ μή ποτε οὐ τοῦτο λέγει ὁ Ἀριστοτέλης·2 τοὐναντίον γὰρ καὶ ὑπεροπτικὸν αὐτόν φησιν εἶναι τῆς παρὰ τῶν πολλῶν τιμῆς, ἅτε μηδὲν τῶν ἀνθρωπίνων ἡγούμενον εἶναι πολλῆς τιμῆς ἄξιον. τίς οὖν αὐτῷ σκοπός; οὐ μὰ Δία τὸ τιμᾶσθαι· εἴη γὰρ ἂν οὕτως ἐπ’ ἄλλοις, ἀλλὰ τὸ παρέχειν ἑαυτὸν ἄξιον ὑπὸ τῶν σπουδαίων τιμᾶσθαι καὶ συνειδέναι ἑαυτῷ ἀρίστῳ καὶ ἀξίῳ3 τῆς παρὰ τῶν ἀγαθῶν τιμῆς καὶ σπουδῆς, ἧς τυγχάνων μὲν ἀσμενιεῖ, ἐὰν δὲ μὴ τυγχάνῃ, ἱκανὸν ἡγήσεται τὸ αὑτῷ συνειδέναι οἷός τίς ἐστι. τοιοῦτος γάρ ἐστιν, οἷον ὁ ποιητὴς πεποίηκε τὸν Ἀχιλλέα λέγοντα “φρονέω δὲ τετιμῆσθαι Διὸς αἴσῃ”. ἄριστοι μὲν γὰρ πάντων οἱ θεοί, παρὰ δὲ τούτων ἡγεῖται τιμὴν αὐτῷ ὑπάρχειν ἀγαθῷ ὄντι καὶ τελείῳ κατ’ ἀρετήν· σχεδὸν γὰρ πάσας αὐτόν φησιν ἔχειν τὰς ἀρετάς, χαρακτηρίζεσθαι δὲ κατὰ τὸ μέγεθος τὸ τῆς ψυχῆς· ἐπικόσμημα γάρ τι εἶναι τὴν μεγαλοψυχίαν πασῶν τῶν ἀρετῶν. ἑκάστην μὲν γὰρ εἰδοποιεῖσθαι κατὰ τὰ ὑποκείμενα, οἷον σωφροσύνην μὲν διὰ τὸ περὶ ἡδονὰς εἶναι καὶ λύπας, ἀνδρείαν δὲ διὰ τὸ περὶ φόβους εἶναι καὶ θάρρη, ἄλλας δὲ δι’ ἄλλο τι· ἐπανθεῖν δ’ αὐταῖς μὲν τὴν μεγαλοψυχίαν, οἷον ἐπιγινομένην τινὰ ἕξιν τῇ πασῶν κτήσει. τὸ δὴ μέγεθος τῆς ψυχῆς ἐντεῦθεν τῷ μεγαλοψύχῳ· τῷ τοιούτῳ δὲ μεγέθει ἕπεσθαί φησιν ὁ Ἀριστοτέλης τὰ εἰρημένα ὑφ’ ἡμῶν τὸ φέρειν ἐμμελῶς τὰς δυστυχίας· καὶ ἄλλα δὲ πλείω ἀκολουθεῖ περὶ ὧν αὐτὸς δηλώσει. Ὁ μὲν οὖν μεγαλόψυχος, ὡς τύπῳ εἰπεῖν, τοιοῦτός ἐστιν, τοὺς δὲ λοιποὺς σκεπτέον.

「大度は」から「……」まで。 大度が何であるかを把握するためには、彼が言うように、性向を考察するのも性向に応じた人を考察するのも何ら異ならない。そして彼は性向に応じた人を大度な人と呼んでいる。しかしより容易に把握するためには、おそらく大度な人の考察が役に立つ。それゆえ彼はこの人物についての考察を行っているのである。というのも、この人物が明瞭になれば、大度への移行は容易だからである。彼が言うには、大度な人とは偉大なことに自らを値するとみなし、現に値する人であるように思われる。なぜなら、偉大なことに自らを値するとみなしながら値しない人は愚か者だからである。徳に応じた者のうち愚か者である人は誰一人おらず、したがって、小さなことに値し自らを小さなことに値するとみなす人は[偉大なことに]値しないのであって、彼をアリストテレスは節度ある人であると言う。第二の人は、値しないのに偉大なことに自らを値するとみなす人であり、彼をうぬぼれた者と名づけ、過剰の側に配置する。第三の人は、自分が値する以上のことに自らを値するとみなす人であり、彼について〔アリストテレス〕は必ずしもうぬぼれた者であるとは言わない。第四の人は、より小さなことに自らを値するとみなす人であり、偉大なことに値するにせよ適度なことに値するにせよ、あるいは小さなことに値するにせよ、自らをさらに小さなことに値するとみなす人である。これらすべてについて、大度な人自身から始めることによって、人はもっともに考察するであろう。実際、大度な人という概念は、名のとおり魂の何らかの大きさを持つ人である。そしてこの理由から、幸運によって傲慢になることもなく、不運によって挫けることもなく、巡り合わせを調和を保って耐え忍ぶ。というのも、魂が強靭で健全な身体に似ている者たちこそが、最も大度な者たちと呼ばれるからである。そうした身体は、酷暑によっても冬の寒さや風によっても変化せず、動揺することなく不変のままである。同一の仕方で大度な人も、いかなる巡り合わせによっても動揺せず変化しない。人間的な事柄の何一つとして真剣な努力に値するものはなく、最大の善は徳であり、最大の悪は悪徳であって、その他の善き事柄や悪しき事柄は、悪しき事柄に挫けたり善き事柄に高慢になったりするに値するようなものではないと知っているからである。大度な人とはまさにこのような人であると最も思われる。現にわれわれは、不運の中で挫けない者たちについて、大度に耐え抜いたと言い、幸運によって高慢にも傲慢にもならない者たちについて、大度な状態にあると言うのを常としている。しかしアリストテレスは大度な人を、偉大なことに値する人であって自らを偉大なことに値するとみなす人であると言う。彼が自らを値するとみなすこれら偉大なことが何であるかは、進んだ先で彼が明らかにしている。なぜなら彼は、名誉こそが外的な善のうち最大のものであり、大度な人がそれを切望すると言っているからである。しかしこのこと自体、不合理であると思われるであろう。もし他者からの名誉が目的であるならば、このようにして〔彼は〕自分自身に依存するのではなく他者たちに依存することになり、成り行き次第で、ある時は名誉を受け、ある時は受けずに逆に不名誉を被るならば、頻繁に好調から不調へと変化するように思われるからである。そして他者たちに依存することは、徳ある人に最も相応しくない。しかし、おそらくアリストテレスはそのように言っているのではない。というのも逆に、彼〔大度な人〕は、人間的な事柄の何一つとして多大な名誉に値するものはないと考えているがゆえに、大衆からの名誉を見下す人でもあると述べているからである。では、彼にとって目的は何であろうか。誓って名誉を受けることではない。そうであれば他者に依存することになるであろうから。むしろ、優れた人たちから名誉を受けるに値する者として自分を保つこと、そして自分が最善であり、善き人たちからの名誉と真剣な配慮とに値する者であることを自覚していることである。彼はそれを得るときには喜んで受け入れるであろうが、もし得られないとしても、自分がいかなる者であるかを自覚していることで十分であるとみなすであろう。なぜなら彼は、詩人がアキレウスに「わたしはゼウスの定めによって名誉を受けていると思う」と語らせたような、まさにそのような者だからである。というのも、神々は万物のうち最善であり、徳において善く完全な者である彼自身に対して、神々から名誉が存していると考えるからである。実際、アリストテレスは大度な人がほとんどすべての徳を有していると言い、魂の大きさによって特徴づけられると言う。大度はすべての徳にとっての何らかの装飾であるからである。諸徳の各々は基底にある事柄に応じて形相づけられ、例えば節制は快楽と苦痛に関するものであることによって、勇気は恐怖と確信に関するものであることによって、他の諸徳は別の何かによって形相づけられる。しかしそれらの徳の上に大度が花開くのであり、すべての徳の獲得に伴って後から生じる何らかの性向のようなものである。かくして魂の大きさは、大度な人においてここから生じるのである。そしてこのような大きさに、不運を調和を保って耐え忍ぶというわれわれの述べた事柄が伴うとアリストテレスは言っている。さらに、彼自身が明らかにするであろうより多くの事柄が後続する。大度な人とは、大要を言えばこのような者であるが、残りの者たちについて考察しなければならない。

構文注3 件
  1. 4.4ὥστε οὐκ ἄξιός ἐστι μικρῶν καὶ μικρῶν ἀξιῶν ἑαυτόν, ὅν φησιν εἶναι σώφρονα

    伝承本文には ἄξιός ἐστι の後に脱文があると見られ(次節の ἕτερος δὲ「第二の人は」も第一の類型を導入する語句の脱落を示す)、現行本文のまま訳す場合は ὥστε οὐκ ἄξιός ἐστι [μεγάλων ὁ ἄξιος ὢν] μικρῶν καὶ μικρῶν ἀξιῶν ἑαυτόν のように補って、「したがって、小さなことに値し自らを小さなことに値するとみなす人は[偉大なことに]値しない」と解することになる。

  2. 4.4ἀλλὰ μή ποτε οὐ τοῦτο λέγει ὁ Ἀριστοτέλης

    μή ποτε(または μήποτε)に直説法現在が続く構文は、慎重で控えめな断定・推量(「おそらく…ではないか」「おそらく…ではない」)を表す。ここでは οὐ が伴っているため、「しかしおそらくアリストテレスはそのように言っているのではない」と、先行する難問(名誉への執着は他者依存を生むという不都合)を退ける反論の導入として機能している。

  3. 4.4συνειδέναι ἑαυτῷ ἀρίστῳ καὶ ἀξίῳ

    再帰的与格 ἑαυτῷ を伴う συνειδέναι(自覚する、意識している)の補語として、与格形容詞 ἀρίστῳ καὶ ἀξίῳ が一致している構文(συνειδέναι ἑαυτῷ + 与格「自分が…であることを自覚している」)。主格補語や対格不定詞ではなく、再帰代名詞の与格に一致させている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:108.1-109.23