- 底本
- Demetrius of Phaleron (attributed). Demetrius On Style. Robert, William Rhys Roberts, editor. Cambridge, UK: Cambridge University Press, 1902
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0613.tlg001.humanitext-grc2:5.296-5.304
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
著者は同一の思想がアリスティッポス風、クセノポン風、ソクラテス風という異なる様式でいかに表現されるかを論じ、形象の議論を締めくくる。続いて力強い文体における母音衝突や不規則な語結合の有効性を説き、その堕落形態である「無愛想」な文体の弊害を説明する。
Καθόλου δὲ ὥσπερ τὸν αὐτὸν κηρὸν ὁ μέν τις κύνα ἔπλασεν, ὁ δὲ βοῦν, ὁ δὲ ἵππον, οὕτω καὶ πρᾶγμα ταὐτὸν ὁ μέν τις ἀποφαινόμενος καὶ κατηγορῶν φησιν, ὅτι οἱ ἄνθρωποι χρήματα μὲν ἀπολείπουσι τοῖς παισίν, ἐπιστήμην δὲ οὐ συναπολείπουσιν, τὴν χρησομένην τοῖς ἀπολειφθεῖσιν· τοῦτο δὲ τὸ εἶδος τοῦ λόγου Ἀριστίππειον λέγεται· ἕτερος δὲ ταὐτὸν ὑποθετικῶς προοίσεται, καθάπερ Ξενοφῶντος τὰ πολλά, οἷον ὅτι δεῖ γὰρ οὐ χρήματα μόνον ἀπολιπεῖν τοῖς ἑαυτῶν παισίν, ἀλλὰ καὶ ἐπιστήμην τὴν χρησομένην αὐτοῖς.
全体として、同じ蝋からある者は犬を形作り、ある者は牛を、ある者は馬を形作るように、同一の事柄についても、ある者は言明し告発しながら次のように言う。 「人間たちは金銭は子供たちに残すが、残された金銭を活用する知識は一緒に残さない。」 このような言論の種類はアリスティッポス風と呼ばれる。また別の者は同じことを勧告的に提示するであろう。クセノポンに多く見られるように、例えば次のようなものである。 「なぜなら、自分の子供たちに金銭だけを残すのではなく、それらを活用する知識をも残さなければならないからである。」
Τὸ δὲ ἰδίως καλούμενον εἶδος Σωκρατικόν, ὃ μάλιστα δοκοῦσιν ζηλῶσαι Αἰσχίνης καὶ Πλάτων, μεταρυθμίσειεν ἂν τοῦτο τὸ πρᾶγμα τὸ προειρημένον εἰς ἐρώτησιν, ὧδέ πως, οἷον ὦ παῖ, πόσα σοι χρήματα ἀπέλιπεν ὁ πατήρ; ἢ πολλά τινα καὶ οὐκ εὐαρίθμητα; πολλά, ὦ Σώκρατες. ἆρα οὖν καὶ ἐπιστήμην ἀπέλιπέν σοι τὴν χρησομένην αὐτοῖς; ἅμα γὰρ καὶ εἰς ἀπορίαν ἔβαλεν τὸν παῖδα λεληθότως, καὶ ἠνέμνησεν ὅτι ἀνεπιστήμων ἐστί, καὶ παιδεύεσθαι προετρέψατο· ταῦτα πάντα ἠθικῶς καὶ ἐμμελῶς, καὶ οὐχὶ δὴ τὸ λεγόμενον τοῦτο ἀπὸ Σκυθῶν.1
特にソクラテス風と呼ばれる種類は、アイスキネスとプラトンが最も模倣したと思われるが、前述のこの事柄を問いへと作り変え、およそ次のように言うであろう。 「少年よ、父君はお前にどれほどの金銭を残してくれたのか。ずいぶん多くて数えきれないほどか。」「たくさんです、ソクラテス。」「それでは、父君はお前にそれらを活用する知識をも残してくれたのか。」 というのも、語り手は少年に気づかれないように彼を当惑へと陥れると同時に、知識がないことを思い起こさせ、教育を受けるよう促したからである。これらすべては性格を描写して調和よく行われ、いわゆるスキタイ人の流儀のように無骨になされたのではない。
Εὐημέρησαν δ’ οἱ τοιοῦτοι λόγοι τότε ἐξευρεθέντες τὸ πρῶτον, μᾶλλον δὲ ἐξέπληξαν τῷ τε μιμητικῷ καὶ τῷ ἐναργεῖ καὶ τῷ μετὰ μεγαλοφροσύνης νουθετικῷ. περὶ μὲν δὴ πλάσματος λόγου καὶ σχηματισμῶν ἀρκείτω ταῦτα.
このような言論は、当時初めて考案されたときにもてはやされ、むしろその模倣の力、生き生きとした鮮やかさ、気品に満ちた諫めのゆえに人々を驚嘆させた。言論の仮構と形象については、これで十分としよう。
Ἡ δὲ λειότης ἡ περὶ τὴν σύνθεσιν, οἵᾳ κέχρηνται μάλιστα οἱ ἀπ’ Ἰσοκράτους, φυλαξάμενοι τὴν σύγκρουσιν τῶν φωνηέντων γραμμάτων, οὐ μάλα ἐπιτηδεία ἐστὶ δεινῷ λόγῳ· πολλὰ γὰρ ἐκ τῆς συμπλήξεως ἂν αὐτῆς γένοιτο δεινότερα, οἷον τοῦ γὰρ Φωκικοῦ συστάντος πολέμου, οὐ δι’ ἐμέ, οὐ γὰρ ἔγωγε ἐπολιτευόμην πω τότε.2 εἰ δὲ μεταβαλών τις καὶ συνάψας ὧδ’ εἴποι· τοῦ πολέμου γὰρ οὐ δι’ ἐμὲ τοῦ Φωκικοῦ συστάντος· οὐ γὰρ ἐπολιτευόμην ἔγωγέ πω τότε, οὐκ ὀλίγον διεξαιρήσει τῆς δεινότητος, ἐπεὶ πολλαχοῦ καὶ τὸ ἠχῶδες τῆς συγκρούσεως ἴσως ἔσται δεινότερον.
さて、母音の衝突を警戒するイソクラテスの一派が主として用いているような、語結合における滑らかさは、力強い言論にはあまり適していない。なぜなら、まさにその衝突から多くのものがより力強くなるからである。例えば次のようにである。 「というのも、フォキス戦争が勃発したとき、私のせいではなく、なぜなら私は当時まだ国政に携わっていなかったのだから。」 もし誰かが語順を変えて結び合わせ、次のように言ったとしたらどうだろう。 「というのも、フォキス戦争が私のせいではなく勃発したとき、なぜなら私は当時まだ国政に携わっていなかったのだから。」 このように言えば、その力強さを少なからず削ぎ落としてしまうであろう。多くの場合、衝突の響きの荒々しさそのものがおそらくより力強いであろうからである。
Καὶ γὰρ τὸ ἀφρόντιστον αὐτὸ καὶ τὸ ὥσπερ αὐτοφυὲς δεινότητα παραστήσει τινά, μάλιστα ἐπὰν ὀργιζομένους ἐμφαίνωμεν αὑτοὺς ἢ ἠδικημένους. ἡ δὲ περὶ τὴν λειότητα καὶ ἁρμονίαν φροντὶς οὐκ ὀργιζομένου, ἀλλὰ παίζοντός ἐστι καὶ ἐπιδεικνυμένου μᾶλλον.
なぜなら、無造作そのものや、あたかも自然のままに見えることが、ある種の力強さを生み出すからであり、殊に私たちが自らを怒っている、あるいは不当な扱いを受けていると示すときにそうである。これに対して滑らかさや調和への配慮は、怒っている者ではなく、むしろ戯れ、自らを誇示している者の特徴である。
Καὶ ὥσπερ τὸ διαλελυμένον σχῆμα δεινότητα ποιεῖ, ὡς προλέλεκται, οὕτω ποιήσει ἡ διαλελυμένη ὅλως σύνθεσις. σημεῖον δὲ καὶ τὸ Ἱππώνακτος. λοιδορῆσαι γὰρ βουλόμενος τοὺς ἐχθροὺς ἔθραυσεν τὸ μέτρον, καὶ ἐποίησεν χωλὸν ἀντὶ εὐθέος, καὶ ἄρυθμον, τουτέστι δεινότητι πρέπον καὶ λοιδορίᾳ· τὸ γὰρ ἔρρυθμον καὶ εὐήκοον ἐγκωμίοις ἂν πρέποι μᾶλλον ἢ ψόγοις. τοσαῦτα καὶ περὶ συγκρούσεως.
そして、前に述べられたように、結合を解かれた形象が力強さを生み出すのと同様に、およそ結合を解かれた語結合も力強さを生み出すであろう。ヒッポナクスの例もその証拠である。彼は敵を罵倒しようと欲して韻律を砕き、まっすぐなものの代わりに足の不自由な(跛行の)、律動のない韻律を作った。すなわち力強さと罵倒にふさわしい韻律である。律動的で耳に心地よいものは、非難よりもむしろ賛美にふさわしいであろうからである。衝突についてはこれくらいにしよう。
Παράκειται δέ τις καὶ τῷ δεινῷ χαρακτῆρι,3 ὡς τὸ εἰκός, διημαρτημένος καὶ αὐτός, καλεῖται δὲ ἄχαρις. γίνεται δὲ ἐν τοῖς πράγμασιν, ἐπάν τις αἰσχρὰ καὶ δύσρητα ἀναφανδὸν λέγῃ, καθάπερ ὁ τῆς Τιμάνδρας κατηγορῶν ὡς πεπορνευκυίας τὴν λεκανίδα καὶ τοὺς ὀβολοὺς καὶ τὴν ψίαθον καὶ πολλήν τινα τοιαύτην δυσφημίαν κατήρασεν τοῦ δικαστηρίου.
力強い文体様式にも、当然のことながら、隣接する誤った様式が存在し、それは無愛想(不快)と呼ばれる。それは事柄において生じ、誰かが恥ずべき語るに耐えないことを公然と言い立てる場合がそうである。例えばティマンドラが淫売行為を働いたと告発した者が、たらいや小銭や莚、そしてそのような多大の口汚い悪罵を法廷に浴びせかけたごときである。
Ἡ σύνθεσις δὲ φαίνεται ἄχαρις, ἐὰν διεσπασμένῃ ἐμφερὴς ᾖ, καθάπερ ὁ εἰπών, οὑτωσὶ δ’ ἔχον τὸ καὶ τό, κτεῖναι.4 καὶ ἐπὰν τὰ κῶλα μηδεμίαν ἔχῃ πρὸς ἄλληλα σύνδεσιν, ἀλλ’ ὅμοια διερρηγμένοις. καὶ αἱ περίοδοι δὲ αἱ συνεχεῖς καὶ μακραὶ καὶ ἀποπνίγουσαι τοὺς λέγοντας οὐ μόνον κατακορές, ἀλλὰ καὶ ἀτερπές.
また語結合が無愛想に見えるのは、引き裂かれたものに似ている場合であり、例えば次のように言った者のごときである。 「事態がこうこうであるからには、殺せ。」 また、節同士が互いに何らの結合も持たず、断絶した断片に似ている場合もそうである。また、息継ぎなしに続く長い周期文で、語り手を窒息させるようなものも、ただうんざりさせるだけでなく、不快である。
Τῇ δὲ ὀνομασίᾳ πολλάκις χαρίεντα πράγματα ὄντα ἀτερπέστερα φαίνεται, καθάπερ ὁ Κλείταρχος περὶ τῆς τενθρηδόνος λέγων, ζώου μελίσσῃ ἐοικότος· κατανέμεται μέν, φησί, τὴν ὀρεινήν, εἰσίπταται δὲ εἰς τὰς κοίλας δρῦς. ὥσπερ περὶ βοὸς ἀγρίου ἢ τοῦ Ἐρυμανθίου κάπρου λέγων, ἀλλ’ οὐχὶ περὶ μελίσσης τινός, ὥστε καὶ ἄχαριν τὸν λόγον ἅμα καὶ ψυχρὸν γενέσθαι. παράκειται δέ πως ἀλλήλοις ταῦτα ἀμφότερα.
さらに語彙の点でも、優美である事柄が、しばしばより不快に見えることがある。例えばクレイタルコスが地蜂(蜂に似た昆虫)について語ったようにである。 「それは」と彼は言う、「山地を食い尽くし、うろのある樫の木へと飛び入る」と。あたかも野牛やエリュマントスの猪について語っているかのようであり、何らかの蜂について語っているのではないため、言論が無愛想であると同時に冷淡なものとなってしまったのである。これら両者(無愛想と冷淡)は、互いにある意味で隣り合っているのである。
- 5.297οὐχὶ δὴ τὸ λεγόμενον τοῦτο ἀπὸ Σκυθῶν
成句 τὸ λεγόμενον τοῦτο(「いわゆるこれ」)が慣用句 ἀπὸ Σκυθῶν(「スキタイ人の流儀で」「野蛮・無骨に」)を導入している。ここでは粗野で直接的な物言いと対比され、ソクラテス風の問答が洗練された調和(ἐμμελῶς)と人柄の描写(ἠθικῶς)をもって行われたことを表す副詞的表現である。
- 5.299τοῦ γὰρ Φωκικοῦ συστάντος πολέμου, οὐ δι’ ἐμέ, οὐ γὰρ ἔγωγε ἐπολιτευόμην πω τότε
デモステネス『王冠について』18の引用。属格絶対構文 τοῦ Φωκικοῦ συστάντος πολέμου の直後に挿入句 οὐ δι' ἐμέ とそれに続く理由節 οὐ γὰρ... が割り込んで主節への続きを遮っている。著者はこの断続的な配置や母音の衝突(hiatus)が、滑らかに整えられた文よりも激しい迫力(δεινότης)を生み出す実例として挙げている。
- 5.302Παράκειται δέ τις καὶ τῷ δεινῷ χαρακτῆρι
動詞 παράκειται は「隣り合っている」「隣接している」を意味し、古代修辞学において正統な文体様式(χαρακτήρ)に対して、その度を越した堕落的・逸脱的様式が隣り合わせに存在するという理論的枠組みを示す。ここでは力強い様式(δεινός)の隣に無愛想な様式(ἄχαρις)が位置し、さらにその無愛想な様式と冷淡な様式(ψυχρός)とが互いに隣接することが述べられている。
- 5.303οὑτωσὶ δ’ ἔχον τὸ καὶ τό, κτεῖναι
文法的に破格な断片文の例。οὑτωσὶ δ' ἔχον は非人称的または絶対対格的な分詞節(「これこれがこうこうであるとき」)であり、主動詞を欠いたまま不定詞 κτεῖναι(「殺すこと」、命令的不定詞または文脈を欠いた断片的表現)が直接置かれている。著者は節と節の正常な統語的連結を欠いた「不快・無愛想(ἄχαρις)」な文の典型として引用している。
