- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:88.1-88.7
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
壮年で権力と富に恵まれながら言論の修得を志す相手の姿勢を称賛し、政治家には法廷闘争の訓練ではなく楽しんで学べる読書が必要であるとして、メナンドロスとエウリピデスを他人に朗読させる訓練法を勧める。
Πολλάκις ἐπαινέσας τὸν σὸν τρόπον ὡς ἀνδρὸς ἀγαθοῦ καὶ ἀξίου πρωτεύειν ἐν τοῖς ἀρίστοις, οὐδέποτε πρότερον ἐθαύμασα ὡς νῦν. τὸ γὰρ ἡλικίας τε ἐν τῷ ἀκμαιοτάτῳ ὄντα καὶ δυνάμει οὐδενὸς λειπόμενον καὶ ἄφθονα κεκτημένον, καὶ πάσης ἐξουσίας οὔσης δι’ ἡμέρας καὶ νυκτὸς τρυφᾶν, ὅμως ἔτι παιδείας ὀρέγεσθαι καὶ φιλοκαλεῖν περὶ τὴν τῶν λόγων ἐμπειρίαν καὶ μὴ ὀκνεῖν, μηδὲ εἰ πονεῖν δέοι, σφόδρα μοι ἔδοξε γενναίας ψυχῆς καὶ οὐ φιλοτίμου μόνον, ἀλλὰ τῷ ὄντι φιλοσόφου ἔργον εἶναι.1 καὶ γὰρ τῶν παλαιῶν οἱ ἄριστοι οὐ μόνον ἀκμάζειν μανθάνοντες, ἀλλὰ καὶ γηράσκειν ἔφασκον.
あなたの性格を善き人であり最善の人々の間で第一位を占めるにふさわしい人として、これまでもしばしば称賛してきましたが、今ほど感嘆したことはかつてありませんでした。というのも、年齢のまさに全盛期にあり、実力において誰にも引けを取らず、富を惜しみなく所有し、日夜にわたって贅沢に暮らすあらゆる自由があるにもかかわらず、それでもなお教養を求め、言論の練達を愛好し、苦労を重ねる必要があるとしてもたじろがないということは、私には大いに高貴な魂の、ただ名誉を重んじるだけでなく真に哲学する者の業であると思われたからです。実際、昔の最善の人々も、学びながら全盛期を過ごすだけでなく、老いてゆくのだと語っていました。
πάνυ δὲ σύ μοι δοκεῖς φρονεῖν, ἡγούμενος πολιτικῷ ἀνδρὶ δεῖν λόγων ἐμπειρίας τε καὶ δυνάμεως. καὶ γὰρ πρὸς τὸ ἀγαπᾶσθαι καὶ πρὸς τὸ ἰσχύειν καὶ πρὸς τὸ τιμᾶσθαι καὶ πρὸς τὸ μὴ καταφρονεῖσθαι πλείστη ἀπὸ τούτου ὠφέλεια. τίνι μὲν γὰρ μᾶλλον ἄνθρωποι δείσαντες θαρροῦσιν ἢ λόγῳ; τίνι δὲ ἐξυβρίζοντες καὶ ἐπαιρόμενοι καθαιροῦνται καὶ κολάζονται; τίνι δὲ ἐπιθυμιῶν ἀπέχονται; τίνα δὲ νουθετοῦντα πρᾳότερον φέρουσιν ἢ οὗ λόγῳ εὐφραίνονται;
また、政治に携わる者には言論の練達と能力が必要であると考えておられる点で、あなたは極めて思慮分別に富んでおられると私には思われます。実際、人から愛されるためにも、力を持つためにも、敬意を受けるためにも、軽蔑されないためにも、言論からは最大の恩恵が得られるのです。実際、人々は恐れを抱いたときに、言論による以上に何によって勇気を得るでしょうか。何によって、傲慢になり驕り高ぶっているときに打ち倒され、懲らしめられるでしょうか。何によって欲望を慎むでしょうか。また、どのような訓戒者を、その言葉によって喜ばせられている者以上に寛大に受け入れるでしょうか。
πολλάκις οὖν ἔστιν ἰδεῖν ἐν ταῖς πόλεσιν ἀναλίσκοντας μὲν ἑτέρους καὶ χαριζομένους καὶ ἀναθήμασι κοσμοῦντας, ἐπαινουμένους δὲ τοὺς λέγοντας, ὡς καὶ αὐτῶν ἐκείνων αἰτίους. διὸ καὶ τῶν ποιητῶν οἱ ἀρχαιότατοι καὶ παρὰ θεῶν τὴν ποίησιν λαβόντες οὔτε τοὺς ἰσχυροὺς οὔτε τοὺς καλοὺς ὡς θεοὺς ἔφασαν ὁρᾶσθαι, ἀλλὰ τοὺς λέγοντας. ὅτι μὲν δὴ ταῦτα καὶ συνεώρακας καὶ ἐπιχειρεῖς πράττειν, ἐπαινῶ σε καὶ θαυμάζω.
それゆえ諸都市においては、他の人々が費用を投じ、施しを与え、奉納物で飾り立てているにもかかわらず、称賛されるのは言論を行う人々であり、それらそのものの原因であるとみなされるのをしばしば目にすることができます。だからこそ詩人たちの中でも最古の者たち、神々から詩作の術を授かった者たちも、神のごとく仰ぎ見られるのは力強い者たちでも美しい者たちでもなく、言論を行う人々であると語ったのです。あなたがこれらのことを見抜いておられ、それを実践しようと試みておられることに対し、私はあなたを称賛し感嘆いたします。
χάριν δὲ οὐ τὴν τυχοῦσαν οἶδα ὑπὲρ ἐμαυτοῦ, ὅτι με πρὸς τὴν διάνοιαν ταύτην καὶ τὸ ἐγχείρημα χρήσιμον σαυτῷ νενόμικας. μέχρι νῦν μὲν γάρ, ὥσπερ τις ἔφη τῶν παλαιῶν αὑτῷ ἱκανὸς εἶναι μάντις, κἀγὼ ἐξαρκεῖν ᾤμην ἐμαυτῷ περὶ τοὺς λόγους, μόγις καὶ τοῦτο. σὺ δέ με ἐπαίρεις καὶ θαρρεῖν ἀναπείθεις, εἰ ἀνδρὶ καὶ παιδείας ἐπὶ πλεῖστον ἥκοντι καὶ τηλικούτῳ δύναμαι χρήσιμος εἶναι.2 δυναίμην δ’ ἂν τυχόν, ὥσπερ ὁδὸν ἰόντι μάλα ἰσχυρῷ καὶ ἀκμάζοντι παῖς ἤ τις πρεσβύτης ἐνίοτε νομεὺς ἐπίτομον δείξας ἢ καὶ λεωφόρον, ἣν οὐκ ἔτυχεν εἰδώς.
一方、私自身のことに関しては、あなたがこのお考えと企てにおいて、私をあなたにとって有益であると見なしてくださったことに、並々ならぬ感謝の念を抱いております。これまで私といえば、昔の人の一人が「自分自身にとって十分な預言者である」と言ったように、言論に関しても自分自身で事足りると思っておりましたが、それさえもかろうじてのことでした。しかしあなたは、教養の極みに達し、これほど高位にある方に対しても私が役に立ちうるかと思うと、私を奮い立たせ、自信を持つよう促してくださるのです。ことによると私は、極めて屈強で気力あふれる旅人に対して、少年や老いた羊飼いが、時にはその旅人がたまたま知らなかった近道や大通りを示してやるように、役に立つことができるかもしれません。
ἀλλ’ ἵνα μὴ πολλὰ πρὸ τοῦ πράγματος, ἤδη οἷς προσέταξας ἐγχειρητέον. μειρακίῳ μὲν οὖν ἢ νέῳ ἀνδρὶ τοῦ τε πράττειν ἀποχωρῆσαι βουλομένῳ καὶ πρὸς ἀσκήσει γενέσθαι καὶ δύναμιν περιποιήσασθαι ἐναγώνιον ἑτέρων ἔργων τε καὶ πράξεων δεῖ. σὺ δὲ οὔτε ἄπειρος τοῦ ἔργου οὔτε ἀπολιπεῖν τὸ πράττειν δύνασαι οὔτε χρῄζεις δικανικῆς δυνάμεώς τε καὶ δεινότητος, ἀλλὰ τῆς πολιτικῷ ἀνδρὶ πρεπούσης τε ἅμα καὶ ἀρκούσης.
しかし、本題の前に多くの言葉を費やさないよう、あなたが命じられた事柄に直ちに着手すべきでしょう。実務から退いて訓練に専念し、実戦的な能力を獲得しようと望む少年や若い男には、他の課業や実践が必要です。しかしあなたは実務に不慣れでもなく、実務から離れることもできず、また法廷弁論の力や巧みさを必要としているのではなく、政治に携わる者にふさわしく、同時に十分であるような能力を必要としておられるのです。
τοῦτο μὲν δὴ πρῶτον ἴσθι, ὅτι οὐ δεῖ σοι πόνου καὶ ταλαιπωρίας — τῷ μὲν γὰρ ἐπὶ πολὺ ἀσκήσαντι ταῦτα ἐπὶ πλεῖστον προάγει, τῷ δὲ ἐπ’ ὀλίγον χρησαμένῳ συλλήψει τὴν ψυχὴν καὶ ὀκνηρὰν ποιεῖ προσφέρεσθαι, καθάπερ τοὺς ἀσυνήθεις περὶ σώματος ἄσκησιν εἴ τις κοπώσειε βαρυτέροις γυμνασίοις, ἀσθενεστέρους ἐποίησεν3 — ἀλλὰ ὥσπερ τοῖς ἀήθεσι τοῦ πονεῖν σώμασιν ἀλείψεως δεῖ μᾶλλον καὶ κινήσεως συμμέτρου ἢ γυμνασίας, οὕτω σοὶ περὶ τοὺς λόγους ἐπιμελείας ἐστὶ χρεία μᾶλλον ἡδονῇ μεμιγμένης ἢ ἀσκήσεως καὶ πόνου. τῶν μὲν δὴ ποιητῶν συμβουλεύσαιμ’ ἄν σοι Μενάνδρῳ τε τῶν κωμικῶν μὴ παρέργως ἐντυγχάνειν καὶ Εὐριπίδῃ τῶν τραγικῶν, καὶ τούτοις μὴ οὕτως, αὐτὸν ἀναγιγνώσκοντα, ἀλλὰ δι᾽ ἑτέρων ἐπισταμένων μάλιστα μὲν καὶ ἡδέως, εἰ δ’ οὖν, ἀλύπως ὑποκρίνασθαι· πλείων γὰρ ἡ αἴσθησις ἀπαλλαγέντι τῆς περὶ τὸ ἀναγιγνώσκειν ἀσχολίας.
それゆえ、まずこのことを知っておいてください。あなたには過酷な労苦や苦難は必要ないということです。というのも、長年にわたって鍛錬を重ねてきた者にとっては、そうした労苦は大いなる進歩をもたらすものの、わずかしか手をつけてこなかった者にとっては、魂を萎縮させ、取り組むのを億劫にさせてしまうからです。それはあたかも、身体の鍛錬に慣れていない者を、過酷な運動によって疲弊させたなら、かえって弱くしてしまうのと同じです。むしろ、労苦に慣れていない身体には、激しい運動よりもむしろ塗油と適度な運動が必要であるように、あなたにとっても言論に関しては、厳しい鍛錬や労苦よりも、むしろ快楽の混じった配慮が必要なのです。そこで詩人たちについて言えば、喜劇詩人の中ではメナンドロスに、悲劇詩人の中ではエウリピデスに、通り一遍ではなく親しむことを勧めたいと思います。それも、あなた自身が朗読するのではなく、巧みに、できれば心地よく、そうでなくとも苦痛なく演じることのできる他人の朗読を通じてです。読むことに関する煩わしさから解放された者にとっては、理解と味わいがより大きくなるからです。
καὶ μηδεὶς τῶν σοφωτέρων αἰτιάσηταί με ὡς προκρίναντα τῆς ἀρχαίας κωμῳδίας τὴν Μενάνδρου ἢ τῶν ἀρχαίων τραγῳδῶν Εὐριπίδην· οὐδὲ γὰρ οἱ ἰατροὶ τὰς πολυτελεστάτας τροφὰς συντάττουσι τοῖς θεραπείας δεομένοις, ἀλλὰ τὰς ὠφελίμους. πολὺ δ’ ἂν ἔργον εἴη τὸ λέγειν ὅσα ἀπὸ τούτων χρήσιμα· ἥ τε γὰρ τοῦ Μενάνδρου μίμησις ἅπαντος ἤθους καὶ χάριτος πᾶσαν ὑπερβέβληκε τὴν δεινότητα τῶν παλαιῶν κωμικῶν, ἥ τε Εὐριπίδου προσήνεια καὶ πιθανότης τοῦ μὲν τραγικοῦ ἀναστήματος καὶ ἀξιώματος τυχὸν οὐκ ἂν τελέως ἐφικνοῖτο, πολιτικῷ δὲ ἀνδρὶ πάνυ ὠφέλιμος, ἔτι δὲ ἤθη καὶ πάθη δεινὸς πληρῶσαι, καὶ γνώμας πρὸς ἅπαντα ὠφελίμους καταμίγνυσι4 τοῖς ποιήμασιν, ἅτε φιλοσοφίας οὐκ ἄπειρος ὤν.
そして、知恵ある人々の誰も、私が古喜劇よりもメナンドロスを、あるいは古代の悲劇詩人たちよりもエウリピデスを優先したとして私を非難してはなりません。医師たちも治療を必要とする者たちには、もっとも贅沢な食物ではなく、有益な食物を処方するものだからです。これらの詩人から得られる有益なものがどれほど多いかを語ることは、大変な仕事となるでしょう。メナンドロスのあらゆる人柄と優美さの模倣は、昔の喜劇詩人たちの巧みさをことごとく凌駕していますし、エウリピデスの親しみやすさと説得力は、あるいは悲劇の威厳と崇高さには完全には届かないかもしれませんが、政治に携わる者には極めて有益であり、その上、〔彼は〕人柄や情念を描き切るのに巧みであり、哲学に不慣れでないがゆえに、あらゆる事柄に有益な格言を詩作の中に散りばめているからです。
- 88.1τὸ γὰρ ἡλικίας τε ἐν τῷ ἀκμαιοτάτῳ ὄντα καὶ δυνάμει οὐδενὸς λειπόμενον καὶ ἄφθονα κεκτημένον, καὶ πάσης ἐξουσίας οὔσης δι’ ἡμέρας καὶ νυκτὸς τρυφᾶν, ὅμως ἔτι παιδείας ὀρέγεσθαι καὶ φιλοκαλεῖν περὶ τὴν τῶν λόγων ἐμπειρίαν καὶ μὴ ὀκνεῖν, μηδὲ εἰ πονεῖν δέοι, σφόδρα μοι ἔδοξε γενναίας ψυχῆς καὶ οὐ φιλοτίμου μόνον, ἀλλὰ τῷ ὄντι φιλοσόφου ἔργον εἶναι.
文頭の冠詞付き不定詞句 τὸ ... ὀρέγεσθαι καὶ φιλοκαλεῖν ... καὶ μὴ ὀκνεῖν 全体が主節の動詞 ἔδοξε の意味上の主語を成す。この不定詞の意味上の主語として対格分詞 ὄντα, λειπόμενον, κεκτημένον(相手を指示)が置かれ、さらに譲歩的絶対属格 πάσης ἐξουσίας οὔσης が挟まれている。述語部 γενναίας ψυχῆς ... ἔργον εἶναι では属格が属性・所有を示し、「高貴な魂の業である」という意味を構成している。
- 88.4εἰ ἀνδρὶ καὶ παιδείας ἐπὶ πλεῖστον ἥκοντι καὶ τηλικούτῳ δύναμαι χρήσιμος εἶναι.
接続詞 εἰ は条件を表すのではなく、心的態度や確信を表す動詞句(ここでは θαρρεῖν ἀναπείθεις)の後で名詞節(ὅτι 節相当)を導き、「〜であると知って/〜でありうるかと思うにつけ」という内容・確信の対象を提示している。
- 88.6καθάπερ τοὺς ἀσυνήθεις περὶ σώματος ἄσκησιν εἴ τις κοπώσειε βαρυτέροις γυμνασίοις, ἀσθενεστέρους ἐποίησεν
対格名詞句 τοὺς ἀσυνήθεις περὶ σώματος ἄσκησιν は条件文 εἴ τις κοπώσειε の目的語であるが、節頭に前置される先取り(prolepsis)が起きている。また帰結節の動詞 ἐποίησεν(直説法アオリスト)は、過去の事象ではなく普遍的な通則を述べる格言的アオリスト(gnomic aorist)である。
- 88.7ἔτι δὲ ἤθη καὶ πάθη δεινὸς πληρῶσαι, καὶ γνώμας πρὸς ἅπαντα ὠφελίμους καταμίγνυσι
構文の破格(主語の交替)。直前までは ἥ τε προσήνεια καὶ πιθανότης(エウリピデスの親しみやすさと説得力)が主語であったが、ここでは男性単数主格の δεινός および三人称単数動詞 καταμίγνυσι により、主語が作品の特質からエウリピデス本人へと推移している。
