← ディオン・クリュソストモス

弁論集

§84.9-84.16

従来の奴隷の定義の反駁と真に許された有益な行為

対話者は、従属関係における利益の一致や、金銭による身代金、処罰権の有無を検討して従来の奴隷の定義を斥け、放蕩や悪徳が魂や身体に損害をもたらす以上、真に許されているのは善く有益な行いのみであると論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§84.9

ἀλλ’ ἴσως ἐροῦσιν ὅτι οὗτοι μὲν ἐπὶ τῷ αὑτῶν συμφέροντι1 ὑπακούουσιν, οἱ πλέοντες τῷ κυβερνήτῃ καὶ οἱ στρατιῶται τῷ στρατηγῷ, καὶ οἱ κάμνοντες δὲ τῷ ἰατρῷ διὰ τοῦτο πείθονται. οὐδὲ γὰρ ἄλλ’ ἄττα προστάττουσιν οὗτοι ἢ τὰ συμφέροντα αὐτοῖς. οἱ δέ γε δεσπόται τοῖς δούλοις οὐ ταῦτα ἐπιτάττουσιν ἃ ἐκείνοις συνοίσει, ἀλλ’ ὅπερ αὑτοῖς οἴονται λυσιτελεῖν.

しかし彼らはおそらく、この者たちは自らの利益のために服従しているのであり、航海者は舵手に、兵士は将軍に従い、病人もまさにこの理由で医師に従うのだと言うであろう。彼ら指導者たちも、当人たちにとって有益なこと以外の指示を出すわけではないからである。これに対して、主人は奴隷に対して彼らのためになることではなく、自分自身にとって得になると考えることを命じるのだ、と。

§84.10

τί δή; ἆρά γε συμφέρει τῷ δεσπότῃ τὸ τεθνάναι τὸν οἰκέτην ἢ νοσεῖν ἢ πονηρὸν εἶναι; οὐδεὶς ἂν εἴποι, ἀλλὰ τοὐναντίον οἶμαι τό τε ζῆν καὶ ὑγιαίνειν καὶ χρηστὸν εἶναι. τὰ αὐτὰ δὲ ταῦτα φανεῖται καὶ τῷ οἰκέτῃ συμφέροντα· ὥστε καὶ τῷ οἰκέτῃ ὁ δεσπότης οὐδὲν ἧττον, ἄνπερ ἔχῃ νοῦν, τὰ συμφέροντα ἐκείνῳ προστάξει· ταῦτα γὰρ καὶ αὐτῷ φαίνεται συμφέρειν.

それではどうだろうか。奴隷が死ぬことや病気になること、あるいは悪人になることが、主人にとって有益であろうか。誰もそうは言うまい。むしろ反対に、生き続け、健康で、有能であることが有益であると私は思う。そしてこれとまさに同じ事柄が奴隷にとっても有益であることが明らかになるであろう。それゆえ、分別のある主人ならば、奴隷に対しても彼にとって有益なことを劣らず命じるはずである。それらのことは主人自身にとっても有益であることが見て取れるからである。

§84.11

ἀλλὰ ὑπὲρ ὅτου ἄν τις ἀργύριον καταβάλῃ, οὗτος ἐξ ἀνάγκης δοῦλός ἐστιν. οὔκουν πολλοὶ περὶ πολλῶν καὶ ἐλευθέρων καταβεβλήκασιν ἀργύριον, οἱ μὲν πολεμίοις, οἱ δὲ λῃσταῖς λύτρα διδόντες, οἱ δέ τινες τὴν αὑτῶν τιμὴν καταβεβλήκασι τοῖς δεσπόταις; καὶ οὐ δήπου δοῦλοί εἰσιν οὗτοι αὐτῶν.

「だが、誰かがその者のために銀銭を支払った者こそが、必然的に奴隷である」と言うかもしれない。しかし、多くの人々が多くの人々、それも自由人たちのために銀銭を支払い、ある者は敵に、ある者は山賊に身代金を支払い、またある者は自分自身の身代金を主人に支払ってきたのではないか。そして彼らが相手の奴隷であるなどということは決してない。

§84.12

ἀλλὰ μὴν ὃν ἂν ἐξῇ ἑτέρῳ μαστιγῶσαι καὶ δῆσαι καὶ ἀνελεῖν καὶ ἄλλο ὅ,τι ἂν βούληται ἐργάσασθαι, οὗτος ἐκείνου δοῦλός ἐστιν. τί δέ; οὐκ ἔξεστι τοῖς λῃσταῖς ταῦτα ποιεῖν τοὺς ληφθέντας;2 καὶ οὐδὲν ἧττον οὐ δοῦλοί εἰσιν. τί δέ; τοῖς δικασταῖς οὐκ ἔξεστι τιμᾶν καὶ δεσμοῦ καὶ θανάτου3 καὶ ἄλλου ὅτου ἂν βούλωνται πολλοῖς τῶν κρινομένων; καὶ οὐ δήπου δοῦλοί εἰσιν οὗτοι. εἰ δὲ μίαν ἡμέραν, ἐν ᾗ κρίνεται ἕκαστος, οὐδὲν τοῦτο·4 καὶ γὰρ μίαν ἡμέραν ἤδη τις λέγεται γενέσθαι δοῦλος.

「しかし現に、他人が鞭打ち、縛り、殺害し、その他望むことなら何でも加えることができる相手こそが、その者の奴隷なのだ」と言うかもしれない。ではこれはどうか。山賊たちには捕らえた者たちに対してそうしたことを行うことが許されているのではないか。それでもなお彼らは奴隷ではない。ではこれはどうか。裁判官たちには、裁かれる多くの者たちに対して拘束刑や死刑、その他望むいかなる刑罰をも科すことが許されているのではないか。そして彼らが裁判官の奴隷であるなどということは決してない。しかしそれが、各人が裁かれる一日だけのことであるとしても、それは何の意味も持たない。というのも、現に一日だけ奴隷になったと言われる者もいるからである。

§84.13

ʽἈλλὰ μὴν ἑνὶ λόγῳ συλλαβόντα χρὴ ἀποφήνασθαι ὡς ὅτῳ μὲν ἔξεστιν ὃ βούλεται πράττειν, ἐλεύθερός ἐστιν, ὅτῳ δὲ μὴ ἔξεστι, δοῦλοσ̓. οὐ δὴ ἐπὶ τῶν πλεόντων οὐδὲ τῶν καμνόντων οὐδὲ τῶν στρατευομένων οὐδὲ τῶν μανθανόντων γράμματα ἢ κιθαρίζειν ἢ παλαίειν ἢ ἄλλην τινὰ τέχνην ἐρεῖς αὐτό· οὐ γὰρ ἔξεστι τούτοις πράττειν ὡς αὐτοὶ ἐθέλουσιν, ἀλλ’ ὡς ὅ τε κυβερνήτης καὶ ἰατρὸς καὶ διδάσκαλος προστάττει. οὐ τοίνυν οὐδὲ τοῖς ἄλλοις ἔξεστιν ἃ ἐθέλουσι ποιεῖν, ἀλλ’ ἐάν τις παρὰ τοὺς νόμους τοὺς κειμένους πράττῃ, ζημιώσεται.

「いやむしろ、一言で総括して、望むことを行うことが許されている者が自由人であり、許されていない者が奴隷であると宣言すべきだ」。では、航海者や病人や従軍する者たち、あるいは文字や竪琴の演奏、レスリングその他の技術を学んでいる者たちについて、君はそう言うことはできないであろう。なぜなら彼らには自分たちの望むように行うことは許されておらず、舵手や医師や教師が命じる通りに行わねばならないからである。したがって、他の者たちにも望むことを行うことは許されておらず、制定された法律に反して行動するならば処罰されるのである。

§84.14

Οὐκοῦν ὅσα μὴ ἀπείρηται ὑπὸ τῶν νόμων μηδὲ προστέτακται, ὁ περὶ τούτων ἔχων αὐτὸς τὴν ἐξουσίαν τοῦ πράττειν ὡς βούλεται ἢ μὴ ἐλεύθερος,5 ὁ δὲ τοὐναντίον ἀδύνατος δοῦλος. Τί δέ; οἴει σοι ἐξεῖναι, ὅσα μὴ ἀπείρηται μὲν ὑπὸ τῶν νόμων ἐγγράφως, αἰσχρὰ δὲ ἄλλως δοκεῖ τοῖς ἀνθρώποις καὶ ἄτοπα· λέγω δὲ οἷον τελωνεῖν ἢ πορνοβοσκεῖν ἢ ἄλλα ὅμοια πράττειν; Οὐ μὰ Δία φαίην ἂν οὐδὲ τὰ τοιαῦτα ἐξεῖναι τοῖς ἐλευθέροις. καὶ γὰρ περὶ τούτων ἐπίκειται ζημία τὸ μισεῖσθαι ἢ δυσχεραίνεσθαι ὑπὸ τῶν ἀνθρώπων. Τί δέ; τοῖς ἀκολάστοις ἀνθρώποις, ὅσα ποιοῦσι διὰ τὴν ἀκολασίαν, καὶ τοῖς ἀνοήτοις, ὅσα διὰ τὴν ἄνοιαν, ἢ οὐσίας ἀμελοῦντες ἢ σώματος ἢ ἀδίκως καὶ ἀγνωμόνως προσφερόμενοι ἀλλήλοις, οὐ πάντα ταῦτα ἐπιζήμια τοῖς ποιοῦσίν ἐστιν; ἢ γὰρ εἰς τὸ σῶμα ἢ τὴν οὐσίαν ἢ τὸ μέγιστον τὴν ψυχὴν τὴν αὑτῶν βλάπτονται. Τοῦτο μὲν ἀληθὲς λέγεις. Οὔκουν οὐδὲ ταῦτα ἔξεστι πράττειν; Οὐ γὰρ οὖν.

「それならば、法律によって禁じられてもおらず命じられてもいない事柄に関して、望むように行うか行わないかの権能を自ら持っている者が自由人であり、その反対にそれができない者が奴隷なのである」。では君は、成文法によって禁じられてはいないものの、世間からは醜悪で不当と見なされている事柄——たとえば徴税請負人をすることやポン引きをすること、その他これらに類することを行うことが自分に許されていると思うのか。「いいや、ゼウスにかけて、自由人たちにそのようなことが許されているとは言えないでしょう。なぜなら、これらについても人々から憎まれ嫌悪されるという罰が課されているからです」。 では、放蕩な者たちがその放蕩ゆえに行うこと、また愚かな者たちがその愚かさゆえに行うこと、すなわち財産や身体を顧みなかったり、互いに不正で無思慮な振る舞いをしたりすることは、すべてそれを行う者にとって不利益をもたらすものではないだろうか。というのも、彼らは身体や財産、あるいは何より自分自身の魂を損なうからである。「その通りです、あなたの仰る通りです」。それでは、こうしたことを行うことも許されていないのではないか。「まったくその通り許されていません」。 要するに、下劣で不当で不都合な事柄を行うことは許されておらず、正しく有益で善い事柄こそがふさわしく、許されていると言わなければならないのではないか。

§84.16

Ἑνὶ δὴ λόγῳ τὰ μὲν φαῦλα καὶ ἄτοπα καὶ ἀσύμφορα οὐκ ἔξεστι πράττειν, τὰ δὲ δίκαια καὶ συμφέροντα καὶ ἀγαθὰ χρὴ φάναι ὅτι προσήκει τε καὶ ἔξεστιν; Ἐμοὶ γοῦν δοκεῖ. Οὐκοῦν οὐδενὶ τά τε φαῦλα καὶ ἀσύμφορα ποιεῖν ἀζήμιόν ἐστιν οὔτε Ἕλληνι οὔτε βαρβάρῳ οὔτε ὑπὲρ ὅτου τις τιμὴν δέδωκεν ἀργύριον; Οὐ γὰρ οὖν. Τὰ δέ γε ἐναντία πᾶσιν ὁμοίως ἐφεῖται, καὶ οἱ μὲν τὰ ἐφειμένα πράττοντες ἀζήμιοι διατελοῦσιν, οἱ δὲ τὰ κεκωλυμένα ζημιοῦνται.

「私には少なくともそう思われます」。それならば、下劣で不都合なことを行うことは、ギリシア人にとっても異邦人にとっても、また誰かがその者のために代金として銀銭を支払った者にとっても、誰にとっても罰を被らずに済むものではないのではないか。「まったくその通りです」。これに対して、その正反対の事柄はすべての人に等しく許されており、許されたことを行う者は無傷で過ごし、禁じられたことを行う者は損害を被るのである。

構文注5 件
  1. 84.9ἐπὶ τῷ αὑτῶν συμφέροντι

    前置詞 ἐπί +与格が目的または条件を表し、「自らの利益のために」「自らの利益を目的として」の意味をなす。

  2. 84.12οὐκ ἔξεστι τοῖς λῃσταῖς ταῦτα ποιεῖν τοὺς ληφθέντας

    ποιέω の二重対格構文(ποιέω τινά τι「人に〜を行う」)が非人称動詞 ἔξεστι と結びついた構造。τοὺς ληφθέντας は「捕らえられた者たちを(に対して)」、ταῦτα は「これらのことを」を意味する対格。

  3. 84.12τοῖς δικασταῖς οὐκ ἔξεστι τιμᾶν καὶ δεσμοῦ καὶ θανάτου

    τιμάω は法廷用語として「刑罰を量定する・科す」の意で用いられ、刑罰の内容を表す属格(δεσμοῦ, θανάτου, ἄλλου ὅτου ἂν βούλωνται)と、科される相手を表す与格(πολλοῖς τῶν κρινομένων)を支配する。

  4. 84.12εἰ δὲ μίαν ἡμέραν, ἐν ᾗ κρίνεται ἕκαστος, οὐδὲν τοῦτο

    対話相手による反論を想定した省略文。「もし各人が裁かれる一日だけ(そうした権限に服するの)であるとしても、それは何の違いももたらさない(反論として成り立たない)」の意。οὐδὲν τοῦτο の後ろに動詞(διαφέρει など)が補われる。

  5. 84.14ὁ περὶ τούτων ἔχων αὐτὸς τὴν ἐξουσίαν τοῦ πράττειν ὡς βούλεται ἢ μὴ ἐλεύθερος

    名詞述語・動詞 ἐστίν の省略構文。主語は ὁ ... ἔχων であり、ἐλεύθερος が述語名詞として機能する。続く ὁ δὲ τοὐναντίον ἀδύνατος δοῦλος でも同様に δοῦλος が述語名詞として補足される。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:84.9-84.16