- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:8.19-8.27
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ディオゲネスは労苦との格闘を火の扱いに例えた上で、触覚のみならず五感すべてや睡眠中にまで忍び寄り人を獣や蛇の如き奴隷に変える「快楽」こそが真に警戒すべき最大の敵であると説き、自分自身のこの精神的闘争を見向きもせず表層的な競技者ばかりを賞賛する大衆を批判する。
τοῦτο δʼ ἂν ἴδοις καὶ ἐπὶ τοῦ πυρὸς γιγνόμενον· ἐὰν μὲν σφόδρα ἐπιβῇς, ἔσβεσας τὸ πῦρ· ἐὰν δὲ ὑποπτεύων καὶ δεδοικώς, σφόδρα ἐκαύθης·1 ὥσπερ ἐνίοτε παίζοντες οἱ παῖδες τῇ γλώττῃ τὸ πῦρ σβεννύουσιν. οὗτοι μὲν οὖν οἱ ἀνταγωνισταὶ σχεδὸν ὅμοιοί εἰσι τοῖς παμμάχοις, παίοντές τε καὶ ἄγχοντες καὶ διασπῶντες καὶ ἀποκτιννύντες ἐνίοτε.
これと同じことは火の上でも起こるのを目の当たりにできるだろう。もし勢いよく踏みつければ火を消してしまうが、疑い恐れながら踏めばひどく火傷する。ちょうど子どもたちが戯れに舌で火を消すことがあるようにだ。それゆえ、これらの対戦相手はパンクラティオンの競技者にほぼ等しく、打ち据え、首を絞め、八つ裂きにし、時には命を奪うことさえある。
ἑτέρα δὲ δεινοτέρα μάχη καὶ ἀγών ἐστιν οὐ μικρός, ἀλλὰ πολὺ τούτου μείζων καὶ ἐπικινδυνότερος ὁ πρὸς τὴν ἡδονήν, οὐχ οἵαν Ὅμηρός φησιν, "αὖθις δὲ δριμεῖα μάχη παρὰ νηυσὶν ἐτύχθη. ὀξέσι δὴ πελέκεσσι καὶ ἀξίναις ἐμάχοντο"
だが、もう一つのより恐ろしく、決して小さくはなく、むしろこれよりも遥かに巨大で危険な戦いと競技がある。それは快楽に対する戦いであり、ホメロスが次のように語るようなものではない。 「再び激しい戦いが船陣の傍らで起こった。
" καὶ ξίφεσιν μεγάλοισιν "οὐχ οὗτος ὁ τρόπος τῆς μάχης· ἀλλʼ ὥσπερ Ὅμηρός φησι τὴν Κίρκην τοὺς τοῦ Ὀδυσσέως ἑταίρους καταφαρμάξαι, κἄπειτα τοὺς μὲν σῦς αὐτῶν, τοὺς δὲ λύκους γενέσθαι, τοὺς δὲ ἄλλʼ ἄττα θηρία, τοιοῦτόν ἐστι τὸ χρῆμα τῆς ἡδονῆς, οὐχ ἁπλῶς ἐπιβουλευούσης, ἀλλὰ πάντα τρόπον, διά τε τῆς ὄψεως καὶ ἀκοῆς ἢ ὀσφρήσεως ἢ γεύσεως ἢ ἁφῆς, ἔτι δὲ σιτίοις καὶ ποτοῖς καὶ ἀφροδισίοις διαφθεῖραι πειρωμένης, ὁμοίως μὲν ἐγρηγορότας, ὁμοίως δὲ κοιμωμένους. οὐδὲ γὰρ ὥσπερ πρὸς τοὺς πολεμίους ἔστι φυλακὰς καταστήσαντας καθεύδειν, ἀλλὰ μάλιστα δὴ πάντων τότε ἐπιτίθεται, τὰ μὲν αὐτῷ τῷ ὕπνῳ μαραίνουσα καὶ δουλουμένη, τὰ δὲ ἐπιπέμπουσα ὀνείρατα πανοῦργα καὶ ἐπίβουλα, ἀναμιμνῄσκοντα αὐτῆς. ὁ μὲν οὖν πόνος διὰ τῆς ἁφῆς ἐπιγίγνεται ὡς τὸ πολὺ καὶ ταύτῃ πρόσεισιν, ἡ δὲ ἡδονὴ κατὰ πᾶσαν αἴσθησιν ὁπόσας ἄνθρωπος αἰσθήσεις ἔχει, καὶ δεῖ τοῖς μὲν πόνοις ἀπαντᾶν καὶ συμπλέκεσθαι, τὴν δὲ ἡδονὴν φεύγειν ὡς πορρωτάτω καὶ μηδὲν ὅλως ἢ τἀναγκαῖα ὁμιλεῖν. καὶ ἐνταῦθα ὁ κράτιστος ἀνήρ σχεδόν, ὃς ἂν δύνηται πλεῖστον ἀποφεύγειν τὰς ἡδονάς· οὐδὲ γὰρ ἔστιν ἡδονῇ συνόντα ἢ καὶ πειρώμενον συνεχῶς μὴ οὐ πάντως ἁλῶναι.2 ὅταν οὖν κρατήσῃ καὶ περιγένηται τῆς ψυχῆς τοῖς φαρμάκοις, γίγνεται τὸ λοιπὸν ἤδη τὸ τῆς Κίρκης, πλήξασα ῥᾳδίως τῇ ῥάβδῳ εἰς συφεόν τινα ἐλαύνει καὶ καθείργνυσι καὶ τὸ λοιπὸν ἀπʼ ἐκείνου ἤδη ὁ ἄνθρωπος διατελεῖ σῦς ὢν ἢ λύκος, γίγνονται δὲ καὶ ὄφεις ὑφʼ ἡδονῆς ποικίλοι καὶ ὀλέθριοι καὶ ἄλλʼ ἄττα ἑρπετά, καὶ θεραπεύουσιν ἐκείνην ἀεὶ περὶ τὰς θύρας ὄντες καὶ ἐπιθυμοῦντες μὲν τῆς ἡδονῆς καὶ λατρεύοντες ἐκείνῃ, μυρίους δὲ ἄλλως πόνους ἔχοντες. ἡ γὰρ ἡδονὴ κρατήσασα αὐτῶν καὶ παραλαβοῦσα τοῖς πόνοις παραδίδωσι τοῖς ἐχθίστοις καὶ χαλεπωτάτοις.
彼らは鋭い斧や手斧で戦った」「また大きな剣によっても」戦いの様相はそのようなものではない。むしろホメロスが、キルケーがオデュッセウスの仲間たちに薬草を飲ませて毒し、その結果ある者は豚に、ある者は狼に、またある者は他のさまざまな野獣になったと語るように、快楽というものはまさにそのようなものであり、単一のやり方ではなく、視覚、聴覚、嗅覚、味覚、触覚を通じてあらゆる手段で策略を巡らし、さらには食物、飲料、性愛によって、起きている時も眠っている時も同じように人を破滅させようと試みる。敵軍に対するように見張りを立てて眠るわけにはいかないからであり、むしろまさにその時こそ、快楽は何よりも激しく襲いかかる。眠りそのものによって気力を萎えさせ隷属させたり、悪知恵に満ちた狡猾な夢を送り込んで、自分自身のことを思い出させたりするのだ。それゆえ労苦は主として触覚を通して生じ、その感覚によって迫ってくるが、快楽は人間が持っているあらゆる感覚を通じて迫ってくる。だから労苦には立ち向かって組み合わねばならないが、快楽からはできる限り遠くへ逃げ去り、最小限の必要なこと以外には決して交わってはならない。そしてこの点において、快楽から最も遠く逃れることのできる者こそが、事実上最も優れた男なのだ。なぜなら、快楽とともに過ごし、あるいは絶えず試しながら、決して捕らえられないでいることなど不可能だからである。それゆえ、快楽が薬毒によって魂を制圧し打ち負かしたときには、もはや残るはあのキルケーの仕業となる。彼女は杖でたやすく打ち据えて豚小屋へと追い立てて閉じ込め、それ以降その人間は豚か狼のままで一生を過ごす。また快楽によって、斑のある有害な蛇やその他の様々な這う虫となる者もおり、彼らは戸口の周りに常に侍って快楽に仕え、快楽を渇望してこれに隷属しながら、無駄に無数の労苦を抱え込む。なぜなら快楽は彼らを制圧して手中に収めると、最も忌まわしく苛烈な労苦たちに引き渡してしまうからである。
τοῦτον δὴ τὸν ἀγῶνα ἐμοὶ καρτεροῦντι καὶ παραβαλλομένῳ πρὸς ἡδονὴν καὶ πόνον οὐδεὶς προσέχει τῶν ἀθλίων ἀνθρώπων,3 ἀλλὰ τοῖς ἀνδραπόδοις τοῖς πηδῶσι καὶ τρέχουσι καὶ χορεύουσιν. οὐδὲ γὰρ τὸν Ἡρακλέα ἑώρων ἀγωνιζόμενον καὶ πονοῦντα, οὐδὲ ἔμελεν αὐτοῖς, ἀλλὰ καὶ τότε ἴσως ἀθλητάς τινας ἐθαύμαζον, Ζήτην καὶ Κάλαϊν καὶ Πηλέα καὶ ἄλλους τοιούτους δρομέας τινὰς καὶ παλαιστάς· καὶ τοὺς μὲν ἐπὶ κάλλει, τοὺς δὲ ἐπὶ πλούτῳ ἐθαύμαζον, καθάπερ Ἰασίωνα καὶ Κινύραν·
快楽と労苦に対して身を投じ、耐え忍んでいる私によるこの戦いに、憐れむべき人間たちのうち誰も心を留めず、跳ね回り、走り、踊っている奴隷のような者たちにばかり目を奪われている。かつての人々もヘラクレスが戦い労苦する姿を見ようとせず、気にもかけなかったのと同様だ。彼らはおそらく当時も、ゼーテースやカライス、ペーレウスといった走者や格闘家たちのような、何人かの運動競技者を賞賛していたのだろう。そしてある者たちを美しさゆえに、ある者たちを富ゆえに、たとえばイーアシオーンやキニュラースを賞賛していたのである。
- 8.19ἔσβεσας τὸ πῦρ· ἐὰν δὲ ὑποπτεύων καὶ δεδοικώς, σφόδρα ἐκαύθης·
条件文の帰結節に用いられた格言的アオリスト(gnomic aorist)。条件節 ἐὰν μὲν σφόδρα ἐπιβῇς および ἐὰν δὲ [ἐπιβῇς] に対し、通常の現在形や未来形ではなくアオリスト直説法(ἔσβεσας, ἐκαύθης)が置かれることで、結果が瞬時かつ不可避に確定する格率的な事実が生き生きと表現されている。
- 8.24οὐδὲ γὰρ ἔστιν ἡδονῇ συνόντα ἢ καὶ πειρώμενον συνεχῶς μὴ οὐ πάντως ἁλῶναι.
可能性を表す非人称構文 οὐκ ἔστιν(〜は不可能である)に続く不定詞 ἁλῶναι の否定として、二重否定 μὴ οὐ が用いられている。主節に否定詞 οὐ が含まれる場合、後続する不定詞の否定辞に μή ではなく μὴ οὐ が重畳され、「…捕らえられないということはありえない(必ず捕らえられる)」という強い必然性を表す。分詞 συνόντα と πειρώμενον は不定詞の意味上の主語(不特定の人間)に一致する対格。
- 8.27τοῦτον δὴ τὸν ἀγῶνα ἐμοὶ καρτεροῦντι καὶ παραβαλλομένῳ πρὸς ἡδονὴν καὶ πόνον οὐδεὶς προσέχει τῶν ἀθλίων ἀνθρώπων
語順の倒置と構造。主文の動詞 προσέχει に対し、与格句 ἐμοὶ καρτεροῦντι καὶ παραβαλλομένῳ(「耐え忍び、立ち向かっている私に」)が補足語として結びつき、文頭の τοῦτον δὴ τὸν ἀγῶνα は「この戦いに(ついて)」という関心の対象(内包的対格または関心の対格)として主題化(先取り)されて冒頭に置かれている。全体として「快楽と労苦に立ち向かい耐え忍んでいる私の、この戦いに、憐れむべき人間たちの誰も注意を払わない」という意味構造をなす。
