← ディオン・クリュソストモス

弁論集

§72.1-72.6

哲学者の服装への嘲弄と大衆の反感の理由

語り手は、人々が職人や異邦人の特異な服装には寛容であるにもかかわらず、哲学者風の服装や髭を蓄えた者には嘲弄や暴行を加えるという不条理を指摘し、大衆が抱く反感の理由を考察する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§72.1

Διὰ τί ποτε οἱ ἄνθρωποι, ὅταν μέν τινα ἴδωσιν αὐτὸ μόνον χιτῶνα ἔχοντα, οὔτε προσέχουσιν οὔτε διαγελῶσι, λογιζόμενοι τυχὸν ὅτι ναύτης ἐστὶν ὁ ἄνθρωπος καὶ ὅτι οὐδὲν δεῖ καταγελᾶν τούτου ἕνεκα· ὁμοίως οὐδ’ εἴ τινα ἴδοιεν γεωργοῦ στολὴν ἔχοντα ἢ ποιμένος, ἐξωμίδα ἔχοντα ἢ διφθέραν ἐνημμένον ἢ κοσύμβην ὑποδεδυκότα οὐ χαλεπαίνουσιν, ἀλλ’ οὐδὲ προσποιοῦνται τὴν ἀρχήν, ἡγούμενοι προσήκειν τὴν στολὴν τῷ τοιοῦτόν τι πράττοντι. τούς γε μὴν καπήλους ἑκάστοτε ὁρῶντες πρὸ τῶν καπηλείων ἀνεζωσμένους οὐδέποτε τωθάζουσι, καταγελῷεν δ’ ἂν τοὐναντίον, εἰ μὴ οὕτως ἐνεσκευασμένοι εἶεν, ὡς οἰκείου τοῦ σχήματος ὑπάρχοντος τῇ ἐργασίᾳ, ἣν μεταχειρίζονται. ἐπειδὰν δέ τινα ἴδωσιν ἀχίτωνα ἐν ἱματίῳ κομῶντα τὴν κεφαλὴν καὶ τὰ γένεια, οὐχ οἷοί τέ εἰσι πρὸς τούτους τὴν ἡσυχίαν ἄγειν οὐδὲ σιγῇ παρέρχεσθαι, ἀλλ̓ ἐφίστανται καὶ ἐρεθίζουσι καὶ ἤτοι κατεγέλασαν ἢ ἐλοιδόρησαν1 καὶ ἐνίοτε ἕλκουσιν ἐπιλαβόμενοι, ὅταν τινὰ ὁρῶσι μὴ πάνυ ἐρρωμένον αὐτὸν μηδὲ ἄλλον μηδένα παρόντα τὸν ἐπιβοηθήσοντα, καὶ ταῦτα εἰδότες ὅτι τοῖς καλουμένοις φιλοσόφοις ξυνήθης ἐστὶν ἡ στολὴ αὕτη καὶ τρόπον τινὰ ἀποδεδειγμένη.

人々は、ある者がチュニックだけを身に着けているのを見ても、その人がおそらく船乗りであり、そのことを理由に嘲笑う必要は全くないと考えて、注意を払うこともあざ笑うことも決してしないのは一体なぜなのだろうか。同様に、農夫や羊飼いの衣服を身に着けている者、すなわち片肌脱ぎの仕事着を着ているか、獣皮を羽織っているか、あるいは毛皮のマントを着込んでいる者を見ても、彼らは立腹しないばかりか、そもそも気にとめることすらしない、そのような仕事に従事する者にはその衣服がふさわしいと考えているからである。さらに、居酒屋の店先で衣服の裾をたくし上げている居酒屋の主人たちをそのつど見ても決して冷やかさず、むしろそのように身支度をととのえていなければあざ笑うだろう。彼らが携わっている仕事にその身なりがふさわしいものとして備わっているからである。それなのに、チュニックを着ずに上着だけをまとい、頭髪と髭を伸ばしている者を見ると、彼らに対してじっとしていることも黙って通り過ぎることもできず、立ち止まっては挑発し、あざ笑ったり罵倒したりし、時には本人がそれほど頑健でなく助けに来てくれる者が誰も居合わせないのを見ると、掴みかかって引きずり回しさえする。いわゆる哲学者たちにとってはこの装いが慣習となっており、いわば定着したものであると知っていながらそうするのである。

§72.3

ὃ δὲ ἔτι τούτου παραδοξότερον·2 ἔνθα γὰρ ἐνίοτε βλέπουσιν ἀνθρώπους, τοὺς μέν τινας πίλους ἐπὶ ταῖς κεφαλαῖς ἔχοντας, ὡς νῦν τῶν Θρᾳκῶν τινες τῶν Γετῶν λεγομένων, πρότερον δὲ Λακεδαιμόνιοι καὶ Μακεδόνες, ἄλλους δὲ τιάραν καὶ ἀναξυρίδας, καθάπερ οἶμαι Πέρσαι τε καὶ Βάκτριοι καὶ Παρθυαῖοι καὶ ἄλλοι πολλοὶ τῶν βαρβάρων· οἱ δὲ ἔτι τούτων ἀτοπώτεροι εἰώθασιν ἐπιδημεῖν πτερὰ ἔχοντες ἐπὶ ταῖς κεφαλαῖς ὀρθά, ὥσπερ Νασάμωνες — οὐκοῦν οὐδὲ τούτοις πάνυ τι τολμῶσι πράγματα παρέχειν οὐδ’ ἐνοχλεῖν προσιόντες. καίτοι Γέτας μὲν ἢ Πέρσας ἢ Νασάμωνας, τοὺς μὲν οὐ πολλοὺς βλέπουσι, τοὺς δὲ σπανίως ἐπιδημοῦντας·

そして、これよりもさらに奇妙なことがある。ここにおいて時おり人々を目にすることがあり、ある者たちは、現在ではゲタイ族と呼ばれるトラキア人の一部や、かつてはラケダイモン人やマケドニア人がそうであったように、頭にフェルト帽をかぶっており、また他の者たちは、私が思うにペルシア人やバクトリア人やパルティア人、その他多くの異民族のように、ティアラとズボンを身に着けている。さらに彼らよりも奇異な者たちは、ナサモネス人のように、頭に羽毛を直立させてこの地を訪れることが習いとなっている。それなのに、彼らはこうした者たちに対しても、何らかの難儀を課そうとは全くあえてせず、近寄って煩わせることもしない。もっとも、ゲタイ人であれペルシア人であれナサモネス人であれ、ある者たちは〔人々が〕数多く目にするわけではなく、ある者たちは滅多に訪れないのであるが。

§72.4

τῶν δὲ τοιούτων ἀνθρώπων ὀλίγου νῦν μεστὰ πάντα, καὶ σχεδὸν πλείους γεγόνασι τῶν σκυτοτόμων καὶ κναφέων καὶ τῶν γελωτοποιῶν ἢ ἄλλην ὁποίαν βούλει τέχνην ἐργαζομένων· ὥστε καὶ ἐφ’ ἡμῶν ἴσως ῥηθῆναι εἰκότως ὅτι πλεῖ πάντα ὁμοίως ἀκάτια καὶ πᾶσα βοῦς ἀροτριᾷ.

しかし今や、あのような者たちであらゆる場所がほぼ満ちており、靴職人や縮絨工や道化師、あるいはそなたが望む他のどんな技術に携わる者たちよりも、事実上多くなっている。そのため、我々についても「どんな小舟も等しく航行し、どんな牛も耕す」と適切にも言われうるほどである。

§72.5

οὐ τοίνυν κατὰ τοῦτο μόνον ξυνήθης αὐτοῖς ἡ ὄψις, ἀλλὰ καὶ τὰ ἀγάλματα ὁρῶσιν ἐν τοῖς ναοῖς, οἷον Διὸς καὶ Ποσειδῶνος καὶ ἄλλων πολλῶν θεῶν ἀγάλματα, ἐν τοιαύτῃ διαθέσει τοῦ σχήματος. παρὰ μὲν γὰρ Αἰγυπτίοις καὶ Φοίνιξι καὶ ἑτέροις τισὶ τῶν βαρβάρων οὐχ ὁ αὐτὸς τύπος τῶν ἀγαλμάτων, ὥσπερ οἶμαι παρὰ τοῖς Ἕλλησιν, ἀλλὰ πολὺ διαφέρων. ἐνθάδε δὲ ὁ αὐτός ἐστιν. καὶ ἀνδρῶν εἰκόνας ὁρῶσι πολιτῶν τῆς πόλεως καὶ ἐν τῇ ἀγορᾷ καὶ ἐν τοῖς ἱεροῖς, στρατηγῶν καὶ βασιλέων οὕτως ἀνακειμένας, γένεια καθεικότων.

したがって、この点においてのみその姿が彼らに見慣れているのではない。神殿の中の神像、例えばゼウスやポセイドンや他の多くの神々の神像も、そのような姿の構えにおいて見ているのである。エジプト人やポエニキア人、その他ある種の異民族の間では、ギリシア人におけるのと同じ神像の型ではなく、大いに異なっていると思われるが、ここでは同じ型である。また彼らは、広場でも神域でも、髭を長く垂らした将軍たちや王たちといった、国家の市民たちの肖像がそのように奉納されているのを目にしている。

§72.6

ἀλλὰ τί δεῖ ταῦτα λέγειν; σχεδὸν γάρ τι καὶ τῶν Ἑλλήνων οἱ πλείους ὁμοίως πρὸς τοῦτο ἔχουσι, καὶ οὐδὲν αὐτοὺς ἡ ξυνήθεια ἀποκωλύει τὸ μὴ οὐκ ἐρεσχηλεῖν μηδὲ ὑβρίζειν,3 ἐπειδάν τινα ἴδωσι τοιοῦτον, λέγω δὲ τῶν πολλῶν καὶ ἀδόξων, οὓς μὴ δεδοίκασιν ὡς ἱκανοὺς ἀμύνεσθαι· ἐπεὶ τούς γε τοιούτους σχεδὸν δυσωποῦνται καὶ θαυμάζουσιν. τυχὸν οὖν τοιοῦτόν ἐστι τὸ γιγνόμενον. τοὺς μὲν ναύτας καὶ τοὺς γεωργοὺς καὶ ποιμένας, ἔτι δὲ Πέρσας καὶ Νασάμωνας, οὐκ οἴονται καταφρονεῖν αὑτῶν οὐδὲ εἶναι πρὸς αὑτοὺς οὐδένα ἐκείνοις λόγον, ὅθεν οὐδὲν φροντίζουσιν.

だが、なぜこれらのことを言う必要があるだろうか。事実上、ギリシア人の大半もこれに対して同じ態度をとっており、見慣れているからといって、そのような者――もっとも私が言っているのは、自ら身を守る能力があると〔彼らが〕恐れることのない、大衆に属する無名の人々のことであるが、というのもそのような力ある者たちに対しては彼らもほとんど畏怖し感嘆するからである――を見る時に、からかい侮辱することを少しも思いとどまりはしない。では、起きている事態は、おそらく次のようなものであろう。船乗りや農夫や羊飼い、さらにはペルシア人やナサモネス人が自分たちを見下しているとは彼らは思わず、またかの者たちが自分たちに対して何らの関わりも持っていないと考えるからこそ、彼らは何も気にしないのである。

構文注3 件
  1. 72.2ἤτοι κατεγέλασαν ἢ ἐλοιδόρησαν

    現在時制の動詞(ἐφίστανται, ἐρεθίζουσι, ἕλκουσιν)と等位接続されたアオリスト直説法。過去の特定の出来事の報告ではなく、そのような状況で繰り返し生じる典型的な行動を表す格言的・習慣的アオリスト(gnomic / habitual aorist)である。

  2. 72.3ὃ δὲ ἔτι τούτου παραδοξότερον

    文頭に置かれた主格(または文全体に対する同格的対格)による独立句で、「そしてこれよりもさらに奇妙なことには」と次の論点を導入する推移的な慣用表現。後続する文の統語的骨格から独立して機能している。

  3. 72.6τὸ μὴ οὐκ ἐρεσχηλεῖν μηδὲ ὑβρίζειν

    否定(οὐδὲν)を伴う妨害を表す動詞(ἀποκωλύει)の目的語として、冠詞 τὸ と二重否定 μὴ οὐ を伴った不定詞句。ギリシア語の慣用的な冗長否定構文であり、「冷やかし侮辱することを少しも妨げない(=必ず冷やかし侮辱する)」の意を表す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:72.1-72.6